← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§8.1-8.4

出庭接受图密善审判与开庭交锋

叙述者引领读者目睹图密善审判阿波罗尼奥斯的场景,叙述了他入庭前与文吏及控告者的机智交锋,以及庭内他对君王的傲然轻蔑与控告者的指控。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἴωμεν ἐς τὸ δικαστήριον ἀκροασόμενοι τοῦ ἀνδρὸς ἀπολογουμένου ὑπὲρ τῆς αἰτίας, ἡλίου γὰρ ἐπιτολαὶ ἤδη καὶ ἀνεῖται τοῖς ἐλλογίμοις ἡ ἐς αὐτὸ πάροδος, τὸν βασιλέα τε οἱ ξυνδιαιτώμενοί φασι μηδὲ σίτου ἅψασθαι, διορῶντα, οἶμαι, τὰ ἐν τῇ δίκῃ· καὶ γάρ τι καὶ βιβλίον πρόχειρον ἔχειν αὐτὸν τὰ μὲν ξὺν ὀργῇ, τὰ δὲ ἧττον. ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθόμενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια.1

让我们前往法庭,去聆听那个人为所受控告所作的辩护吧。因为此刻旭日已升,名流显贵已获准入内;据与君王同起居者言,君王甚至未进汤饭,我想他是在仔细推敲案情;事实上他手头备有一卷文书,时而带着怒意翻阅,时而怒色稍敛。应当想象他仿佛因法律发明了法庭而对法律深感恼火。

§8.2

ἐντευξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλλον ἢ δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δʼ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου· προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφʼ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντος δικάσομαι ἔφη πρὸς τίνα; πρός γε τὸν σεαυτοῦ εἶπε κατήγορον, δικάσει δὲ ὁ βασιλεύς. ἐμοὶ δὲ ἔφη καὶ τῷ βασιλεῖ τίς ὁ δικάσων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα. καὶ τίς εἶπε βασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ; ἀλλὰ φιλοσοφίᾳ πολὺς ἔφη βασιλέως, ἵνʼ ἐπιτηδείως ἄρχῃ. ἐπαινέσας δὲ ὁ γραμματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, πόσῳ δὲ εἶπε τὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι. εἰ μὲν ὁπόσα ἔφη ἀπαιτεῖ ἡ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις,2 εἰ δὲ ὁπόσα ἐρήσεται, μέτρον τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν. ἐναντίας εἶπεν ἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων. οὐκ ἐναντίας, ἔφη ἀλλʼ ὁμοίας· ὁ γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμφοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δʼ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικαστηρίῳ τετάρτην ἀρετὴν οἶδα. ἀνόνητόν γε εἶπε σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι. καὶ μὴν καὶ Σωκράτην ἔφη τὸν Ἀθηναῖον μέγα ὤνησεν, ὅτε ἔφυγε τὴν γραφήν. καὶ πῶς ὤνησεν εἶπε τόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα; οὐκ ἀπέθανεν, ἔφη Ἀθηναῖοι δὲ ᾤοντο.

我们还将遇上那位认为自己是来进行交谈而非为性命奔走角力的男子。这一点从入庭前之事便可推知:他在前行时问押解他的文吏要往何处去,文吏答称正引他去法庭,“我将打官司,”他说,“跟谁打?” “自然是跟你的,”文吏说,“控告者打,而升堂审理的是君王。” “然而在我,”他说,“与君王之间,谁来作审判者?因为我将指出他在不公正地对待哲学。” “而君王对哲学,”文吏说,“又有什么关切,即便他恰巧不公正地对待了它?” “然而哲学对君王,”他说,“却大为关切,为的是让他得当地施行统治。” 文吏赞许了他,因为他本就对阿波罗尼奥斯颇抱好感,正如最初所表现的那样。 “那么,”文吏说,“你将用多少水计来量度你的发言?因为开审之前我必须知晓此事。” “如果允许我说出,”他说,“诉讼所要求的全部话语,那么即使用尽提伯河之水来计量也来不及;但若只是问什么答什么,发问者便是回答者的尺度。” “你修炼了,”文吏说,“相反的美德,居然声称对同一件事既能简明扼要又能长篇大论。” “不是相反,”他说,“而是相似。因为精通其一者,在另一端绝不会落后。两者结合而成的匀称调和,我虽不说它是第三种美德,却当是言辞的首要美德;而在我看来,在法庭上保持沉默则是第四种美德。” “这可是毫无益处的,”文吏说,“无论对你自己,还是对任何将临险境之人。” “然而这对雅典人,”他说,“苏格拉底在面临起诉时,却大有裨益。” “对那个因沉默,”文吏说,“而死去的人,又何益之有?” “他并未死去,”他说,“只是雅典人自以为他死了。”

§8.3

ὧδε μὲν παρεσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προεστῶτι δʼ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς ὦ Τυανεῦ, ἔφη γυμνὸς ἔσελθε. λουσόμεθα οὖν εἶπεν ἢ δικασόμεθα; οὐχ ὑπὲρ ἐσθῆτος ἔφη ταῦτα προείρηται, ἀλλʼ ἀπαγορεύει σοι ὁ βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτʼ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐνταῦθα. μηδὲ νάρθηκα εἶπεν ἐπὶ τοὺς ἀνοήτως αὐτὸν ταῦτα πείθοντας; ἀναβοήσας δὲ ὁ κατήγορος ὦ βασιλεῦ, πληγὰς ἔφη ἀπειλεῖ μοι ὁ γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα. οὐκοῦν εἶπε σὺ μᾶλλον γόης, ἃ γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι. παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐφράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, ἃ τῷ κατηγόρῳ ἐπεδόθη.

他就这样对僭主而来的一切做足了准备。当他立于法庭前时,另一位文吏走上前来: “堤亚纳人,”他说,“赤身进来。” “那么我们是要洗澡,”他说,“还是要打官司?” “刚才的话并非,”文吏说,“就衣着而言,而是君王严禁你携带护身符、书卷或任何其他字板入内。” “甚至也不准带手杖,”他说,“去抽打那些愚蠢地劝他下达此令的人吗?” 控告者遂大声喊道: “君王啊,”他说,“这个术士在威胁要打我,因为正是我劝你下达此令的!” “由此可见,”他说,“你更是一个术士。因为我至今尚未能让君王信服我不是术士,你却声称已经让他信服我是术士了。” 控告者肆意辱骂之时,欧夫拉特斯的一名释奴亦在场;相传此人是欧夫拉特斯派来报告阿波罗尼奥斯在爱奥尼亚演讲情况的信使,并随身带来了赠予控告者的金钱。

§8.4

τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ.3 ὁ δʼ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα ὁ κατήγορος ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.

开审前他们便作了这般交锋,而庭内情形则是:法庭布置得宛如举行盛大演说集会,显贵尽皆列席,因为君王一心要凭有关那些人的控告,在尽可能多的人面前将他定罪。然而他如此蔑视君王,以至看都不看一眼;当控告者恶意攻击其傲慢、命他瞻仰全人类之神明时,阿波罗尼奥斯将目光投向屋顶,示意自己是在瞻仰宙斯,并认为那受不敬奉承之人比献媚者更为卑劣。控告者又如此喊道: “君王,此刻便量水吧!若容他长篇大论,他会让我们窒息的。我这里有写明各项罪状的卷册,皆是他应当答辩之事,让他逐一辩驳吧。”

语法注3 条
  1. 8.1ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθόμενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια

    不定式 ἀνατυποῦσθαι 由无人称动词 χρή 支配,作中动语态,意为“在脑海中描绘、想象”。分词 ἀχθόμενον 的逻辑主语是承接上文的 τὸν βασιλέα,意指应当想象君王仿佛因法律发明了法庭而感到恼怒(暗示法庭程序妨碍了他的专断)。

  2. 8.2οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις

    惯用句型 οὐκ ἂν φθάνοι + 分词(φθάνω 的带 ἄν 希求法),字面意思是“来不及做……”或“即使做……也赶不上”。此处以 ὁ Θύμβρις(提伯河)为主语,搭配被动分词 διαμετρηθείς,夸张地表示“哪怕把整条提伯河的水都注入水钟用来计量,也根本不够用”。

  3. 8.4ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ

    属格独立结构(ἀγῶνα ποιουμένου τοῦ βασιλέως)。连词 ὅτι 与最高级介词短语 ἐν πλείστοις 结合,表示“在尽可能多的人面前”;不定式 ἑλεῖν 补充说明短语 ἀγῶνα ποιεῖσθαι(“全力以赴、当作竞赛般致力于……”)的内容;αἰτίᾳ 在此指司法控告。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.1-8.4