- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.26-8.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
身在以弗所的阿波罗尼俄斯通灵般目睹了图密善遇刺的瞬间,并向民众宣告暴君已死,随后抵埠的信使证实了他的预言。在给新帝涅尔瓦送去一封充满玄机的回信后,他借故派遣达米斯前往罗马以便隐秘离世,达米斯的记录至此终结。
ταῦτʼ ἐπράττετο μὲν κατὰ τὴν Ῥώμην, ἑωρᾶτο δʼ Ἀπολλωνίῳ κατὰ τὴν Ἔφεσον. διαλεγόμενος γὰρ περὶ τὰ τῶν ξυστῶν ἄλση κατὰ μεσημβρίαν, ὅτε δὴ καὶ τὰ ἐν τοῖς βασιλείοις ἐγίγνετο, πρῶτον μὲν ὑφῆκε τῆς φωνῆς, οἷον δείσας, εἶτʼ ἐλλιπέστερον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἡρμήνευσεν ἴσα τοῖς μεταξὺ λόγων διορῶσί τι ἕτερον, εἶτα ἐσιώπησεν, ὥσπερ οἱ τῶν λόγων ἐκπεσόντες, βλέψας τε δεινὸν ἐς τὴν γῆν καὶ προβὰς τρία ἢ τέτταρα τῶν βημάτων παῖε τὸν τύραννον, παῖε ἐβόα, οὐχ ὥσπερ ἐκ κατόπτρου τινὸς εἴδωλον ἀληθείας ἕλκων, ἀλλʼ αὐτὰ ὁρῶν καὶ ξυλλαμβάνειν δοκῶν τὰ δρώμενα. ἐκπεπληγμένης δὲ τῆς Ἐφέσου, παρῆν γὰρ διαλεγομένῳ πᾶσα, ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστʼ ἂν γένηταί τι τῶν ἀμφιβόλων τέλος1 θαρρεῖτε, εἶπεν ὦ ἄνδρες, ὁ γὰρ τύραννος ἀπέσφακται τήμερον. τί λέγω τήμερον; ἄρτι, νὴ τὴν Ἀθηνᾶν, ἄρτι, περὶ τὸν καιρὸν τῶν ῥημάτων, οἷς ἐπεσιώπησα. μανίαν δὲ ταῦθʼ ἡγουμένων τῶν κατὰ τὴν Ἔφεσον καὶ βουλομένων μὲν ἀληθεύειν αὐτὸν, δεδιότων δὲ τὸν τῆς ἀκροάσεως κίνδυνον οὐ θαυμάζω ἔφη τῶν μήπω προσδεχομένων τὸν λόγον, ὃν μηδʼ ἡ Ῥώμη γιγνώσκει πᾶσα· ἀλλʼ ἰδοὺ γιγνώσκει, διαφοιτᾷ γάρ, καὶ πιστεύουσι μὲν ἤδη μύριοι, πηδῶσι δʼ ὑφʼ ἡδονῆς δὶς τόσοι καὶ διπλάσιοι τούτων καὶ τετραπλάσιοι καὶ πάντες οἱ ἐκείνῃ δῆμοι. ἀφίξεται τουτὶ τὸ ῥῆμα καὶ δεῦρο, καὶ τὸ μὲν θύειν ὑμᾶς ἐπʼ αὐτοῖς ἀναβεβλήσθω ἐς καιρόν, ὃν ἀπαγγελθήσεται ταῦτα, ἐγὼ δὲ εἶμι προσευξόμενος τοῖς θεοῖς ὑπὲρ ὧν εἶδον.
这些事发生在罗马,却被在以弗所的阿波罗尼俄斯亲眼目睹。盖正值正午时分,皇宫中发生变故之际,他正在柱廊林苑周围讲学;起初他宛如受惊般放低了声音,继而如同在讲论中注视着别处事物的人一样,语调比平日的能力显得断续滞涩,随后又宛如忘词之人那样陷入沉默;接着他怒目直视地面,向前跨出三四步,大声喊道:“击打暴君,击打!”——这并非宛如从某面镜子中捕捉真理的幻影,而是亲睹事态本身,宛如在参与现场的行动一般。以弗所全城的人都聚集在他的讲演之处,众人惊骇不已;他略作停顿,宛如那些凝视未决之事直至出现结局的人一样,随后说道:“壮起胆来吧,诸位,暴君今日已被刺杀。我为何说今日?就在刚才,指着雅典娜发誓,就在刚才,正是我陷入沉默的那一刻。” 以弗所的众人以为这是疯话,既盼望他所言属实,又因听到此话而畏惧其危险;阿波罗尼俄斯便说道:“那些尚且不肯相信这一消息的人,我并不感到奇怪,因为就连罗马全城也尚未全盘知晓;但看哪,他们正在知晓,因为消息正传开来,已有一万人相信,两倍于此的人因喜悦而欢呼雀跃,甚至其四倍、八倍,以及那里的全体民众皆是如此。这一消息不久也将传到此处;你们为此献祭之事不妨推迟到消息正式传达之时,而我现在要去为我所目睹之事向神明祈祷。”
ἔτʼ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σοφίας τοῦ ἀνδρός, καὶ γὰρ ἡ τοῦ τυράννου σφαγὴ καὶ ἡ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ ἡ μεσημβρία καὶ οἱ κτείνοντες, πρὸς οὓς ἡ παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον. τριάκοντα δʼ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δʼ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐτίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα· ξυνεσόμεθα, ὦ βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτʼ ἄλλος ἡμῶν ἄρξει2 συνιεὶς ἴσως ἑαυτοῦ τε, ὡς μετʼ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξοντος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βασιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι·
当这些事仍为人所怀疑之际,带来捷报的信使们赶到了,成为这位哲人智慧的见证;因为暴君被刺、促成此事的日子、正午的时辰,以及所呼喊激励的刺客们,皆与神明在男子讲学时向他显明的分毫不差。在此之后三十天,涅尔瓦写信给他,称自己承蒙神明的旨意与他的帮助,如今已执掌罗马大权,但若他能前来担任顾问,自己将更容易维系政权。阿波罗尼俄斯随即写了一道著名的谜语回复他:“陛下,我们将共同度过最长久的时光,其间既无我们统治他人,亦无他人统治我们。”——他大概既预料到自己不久将离开人世,又预料到涅尔瓦统治的时日无多;因为这位被认为极度清正审慎的皇帝,其帝位仅仅维持了一年零四个月。
ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν σοῦ ἔφη δεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δʼ οἷα ἢ ὑπʼ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ. καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δʼ ἂν καὶ διʼ ἑτέρου. τίς οὖν ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δʼ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτʼ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται,3 παρεγγυῆσαι δὲ ὧδε· ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.
然而,为了不显得轻慢一位良友与统治者,他随后为涅尔瓦撰写了一封关于治国之术的规箴书信,并召来达米斯说道:“此事非你莫属;书信中的机密虽是写给皇帝的,但按其性质,只当由我亲口说出,或由你代为传达。”达米斯说自己很晚才明白其中的计谋;因为那封书信固然由他撰写得极为出色且关乎重大,但本也可以通过他人送达。那么,这位哲人的计谋究竟是什么呢?在他一生的岁月中,据说他常把一句话挂在嘴边:“隐匿而生;若不能,则隐匿而死。”因此,为了不让自己在见证人面前离世,他便以书信以及派遣达米斯前往罗马为借口,将达米斯支开。达米斯自己说,在他离开他时心中便隐隐有所感触,尽管对未来一无所知;而对未来洞若观火的阿波罗尼俄斯,却没有对他说任何那些再也不会相见的人习惯说的话,因他极度坚信自己将永恒存在,只是这般嘱咐道:“达米斯啊,纵使你独自探讨哲学,也要注视着我。”
τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθʼ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδʼ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δʼ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν4 ἀκέραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεότητα.
亚述人达米斯关于提亚纳的阿波罗尼俄斯所作的记录,便到此为止。因为关于他离世的方式——假若他真的离世了的话——虽有诸多说法,但达米斯一概未提;然而对我而言,这一点也不可略去,因为任何叙述都应当有其终点。关于这位哲人的寿数,达米斯同样未置一词,但有人说他活到了八十岁,有人说活过了九十岁,甚至有人说远超百岁,周身完好无损,健步如常,比青年人更令人愉悦。因为在皱纹之中亦有一种风韵,在他身上绽放得尤为灿烂,正如提亚纳神庙中该人的雕像所展现的,以及那些比起昔日阿尔西比亚德斯的青春、更赞美阿波罗尼俄斯之暮年的辞章所表明的那样。
- 8.26ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστʼ ἂν γένηταί τι τῶν ἀμφιβόλων τέλος
ὅσον 用作表示时间幅度的副词性宾格(“正如……那么久”)。由 ἔστʼ ἂν 引导虚拟式(γένηται)的时间从句,意为“直至疑而不决之事尘埃落定”。此处以比喻手法描摹他在凝神注视幻视结局前暂时停顿的情状。
- 8.27ὃν μήτε ἡμεῖς ἑτέρου, μήτʼ ἄλλος ἡμῶν ἄρξει
关系代词 ὃν 的先行词为表示时间的宾格 χρόνον。在关系从句内部,动词 ἄρξει 分别支配属格 ἑτέρου 与 ἡμῶν,主语则由前半句的 ἡμεῖς 与后半句的 ἄλλος 构成对照,意为“其间既无我们统治他人,亦无他人统治我们”,以此构成暗示死后超脱尘世统治的隐语结构。
- 8.28τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται
间接引语中的带不定式结构。τοσοῦτον 作为表示程度的主语宾格。περιεῖναι 意为“充裕、多余”,后接冠词化现在完成时中被动态不定式的属格 τοῦ πεπεῖσθαι(表示范围或限度),意即“他是如此笃定”。随后的 ὅτι 从句具体阐明了其信念的内容(“自己将永恒存在”)。
- 8.29ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δʼ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν
不定式 ἐλθεῖν(“达到”)前省略了上下文可知的主语宾格 αὐτόν。τοῖς μέν ... τοῖς δέ ... τοῖς δέ 充当表示判定/观点的与格(“据某些人……据另一些人……”)。数词及介词短语(省略 ἔτη 的 ὀγδοήκοντα、ὑπὲρ τὰ ἐνενήκοντα 及 πρόσω τῶν ἑκατόν)指示了他所享寿数的不同说法。
