← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§8.22-8.25

政变异象与图密善被刺

阿波罗尼俄斯视法庭讼客为豺狼而劝导青年远离,并在日晕异象时向长官暗示政变的来临;在他渡海前往爱奥尼亚之际,罗马暴君图密善被被释奴隶斯特凡努斯等人刺杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.22

διαβαλλόντων δʼ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, νὴ Δίʼ, εἶπεν ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι. τί δʼ ἐβούλετο αὐτῷ τοῦτο;1 τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου·2 διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.

当某些人诽谤他避开长官们的巡访、反而将听众引向幽静之地,且有人讥笑他一旦得知那些诉讼律师走近便赶着羊群转移时,他说: “凭宙斯发誓,确实如此, 免得豺狼扑向羊群。” 这对他而言意谓着什么呢?看到那些讼棍受到大众的仰慕,从贫困走向富有,并且如此热衷于招致仇怨,以致竟将为人结怨本身作为商品出售,他便劝阻年轻人不要与他们交往,并更加严厉地训诫那些曾与他们交往的人,宛如洗净一层可憎的染料。因为他以往也一直对这些人深恶痛绝,而罗马的牢狱以及那些被囚禁罹难之人,更使他对这门技艺产生了如此看法,以致将这一切罪责更多归咎于告密者和仗恃雄辩机巧而趾高气扬的人,而非暴君本人。

§8.23

περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δʼ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ἀκούω σε, εἶπεν Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια. εἴ γε ἔφη ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια. ἀκούω εἶπε καὶ ξύμφημι. ἐπεὶ τοίνυν ἔφη ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ. ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, θάρρει, ἔφη ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.

正当他在希腊倾力讲学之时,天空中出现了这样的异象:一道犹如彩虹的冠冕环绕着太阳的圆盘,使其光芒变得暗淡。这一凶兆预示着政变,对所有人而言皆昭然若揭;希腊的长官将他从雅典召至维奥蒂亚,说道: “阿波罗尼俄斯,我听闻你在神明之事上充满智慧。” 他回答道: “只要你同样听闻,我在人事上也同样智慧。” 长官说: “我确有听闻,并且赞同。” “既然你赞同,”他说: “便不要妄测神明的意图,因为这正是人类智慧所称道的。” 然而长官恳求阿波罗尼俄斯吐露其真实想法,声称自己唯恐万物都沦入黑夜之中,阿波罗尼俄斯便说道: “放心吧, 从这黑夜中必将诞生光明。”

§8.24

μετὰ ταῦθʼ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.

此后,他在希腊逗留两年之后,觉得在那里的事务已告一段落,便率同伴们乘船前往爱奥尼亚。他大半时间在士麦那和以弗所一带探讨哲学,同时也巡访其他各城;他在任何城邦都未被视为令人不快,反而深受企盼,被聪颖之人视作极大的益处。

§8.25

ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δʼ ἐπεποίητο περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν· στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δʼ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν δέομαί σου, ἔφη βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ. οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, οὐ τέθνηκεν εἶπεν ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλʼ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ. μέγα δʼ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον.3 ὁ δʼ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος4 ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.

众神此时正要将图密善从统御人类的宝座上推翻。盖他刚刚杀害了执政官克莱门斯——他曾将自己的姐妹许配给此人——并在谋杀后的第三或第四天左右下令那女子也去丈夫那里。于是,那女子的被释奴隶斯特凡努斯——正是此前异象的形状(冠冕)所预示之人——不知是念及死者,还是念及所有人,竟如最热爱自由的雅典人一般扑向暴君。他将短剑藏于左前臂下,用绷带将手臂吊起仿佛折断了一般,趁皇帝离开法庭时上前说道: “陛下,我唯求私下觐见您, 因为您将听闻之事干系重大。” 暴君并未拒绝听取,斯特凡努斯便将他引入行宫的厅堂内,说道: “您最大的死敌克莱门斯并未如您所想的那样死去,他正身处我所知的一处地方,集结兵力准备对付您。” 当皇帝因所听之言而大声惊呼时,斯特凡努斯趁其慌乱扑了上去,从伪装的手臂中拔出短剑刺入其大腿——这一击虽未立即致命,但对随后的死亡却并非徒劳。然而图密善原本体格强健,年约四十五岁,负伤后仍与他扭打在一起,将斯特凡努斯打倒在地,骑在他身上抠其双眼,并用圣物旁放着的一只金杯的底座砸碎其脸颊,同时高呼雅典娜相助。于是近卫侍从们察觉皇帝身陷险境,一拥而入,将已渐昏厥的暴君诛杀。

语法注4 条
  1. 8.22τί δʼ ἐβούλετο αὐτῷ τοῦτο;

    此处理解为以中性代词(τοῦτο)为主语、搭配关系与格(αὐτῷ)的习惯用法,意为“这对他而言意味着什么?”或“他借此意欲何为?”。

  2. 8.22ἀποπλύνων βαφῆς ἀτόπου

    分词 ἀποπλύνων 的宾语从上下文补充(指“他们”或“污渍”),βαφῆς ἀτόπου 则是由前缀 ἀπό- 所引出的分离属格,构成隐喻,意为“宛如将(他们)从怪异的染料中清洗出来”。

  3. 8.25πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον

    阴性单数宾格形容词 καιρίαν 与 ἄκαιρον 修饰被省略的阴性名词 πληγήν(一击、创伤),形成对比句:“对于立时毙命而言非致命的(一击),但对于其后的死亡而言却非徒劳的(一击)”。

  4. 8.25συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος

    κακῶς πράττοντος 是由 συνέντες(源自 συνίημι,在此接表示知觉对象的属格)所支配的属格分词结构,代指暴君图密善的代词 αὐτοῦ 被省略,意为“近卫们察觉到他(皇帝)身处劣势/凶多吉少”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.22-8.25