- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.30-8.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了阿波罗尼俄斯在以弗所、林多斯以及克里特岛升天等关于其离世的不同传说,叙述了他死后向怀疑灵魂不灭的青年显现并赐下神示诗篇的轶事,并以纪念他的神圣声名与皇室神庙总结全书。
τελευτῆσαι δʼ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θεραπευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατʼ ἀρχὰς εἶπον, ἐλευθερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δʼ Ἀπολλώνιον καὶ δουλεῦσαι φάναι προσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει. τελευτήσαντος οὖν ἡ μὲν δουλεύειν ἐκείνῃ, ἡ δʼ ἐκ μικρᾶς αἰτίας ἀποδόσθαι αὐτὴν καπήλῳ, παρʼ οὗ πρίασθαί τις οὐδʼ εὐπρεπῆ οὖσαν, ἀλλʼ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δʼ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανισθέντα, οἱ δʼ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον ἢ οἱ ἐν Λίνδῳ· διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δʼ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δʼ οὔθʼ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπʼ αὐτοῦ φάσκοντες, ὁ δʼ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δʼ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· στεῖχε γᾶς,1 στεῖχε ἐς οὐρανόν, στεῖχε. οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω.
关于他的去世,有人说他是在以弗所由两名女奴服侍时离世的——盖我在开篇所提到的那些获释奴隶彼时已经亡故——;他释放了其中一人,却遭到另一人的怨怼,因她未被视为配享同等待遇,阿波罗尼俄斯则说:“你理当去服侍她,因为这会成为你蒙受福分的开端。”他死后,一人便服侍另一人,而后者却借着微不足道的由头将她卖给了一个杂货商,有人从商人那里买下了她,尽管她相貌并不出众;然而此人爱上了她,且资财充裕,便宣告她为正妻,并将她所生的子女登记为合法婚生子。另有人说,他是在林多斯进入雅典娜神庙后在内中隐没而离世的。还有人述说了在克里特岛发生的事,比林多斯人的说法更为神奇:盖他们说阿波罗尼俄斯彼时逗留在克里特岛,比以往更受人钦敬,并在深夜来到了狄克廷娜神庙。神庙派有一群猎犬警卫,作为守卫内中财富的卫士,克里特人坚信这些猎犬丝毫不逊色于熊或如此凶猛的野兽;然而当他到来时,它们不仅没有吠叫,反而迎上前去向他摇尾谄媚,甚至对最熟悉的人也未曾如此。神庙的执事人员遂将他逮捕,视其为术士与盗贼加以捆绑,坚称他必定是向狗投喂了某种安抚之物;但他却在半夜自行松绑,并叫来捆绑他的人,以免他们不知晓此事,然后奔向神庙的大门。大门豁然洞开,在他跨入内部后,大门随即自行合拢,宛如原先闭合时一样,空中传来歌咏的少女们的呼声。那歌声唱道: “离去吧,离地而去,去往天上,去吧!” 其意即:“从地上往高处去吧。”
περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι,2 διδάσκων μέν, ὅτι ἀληθὴς ὁ ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα· ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δʼ ἐπὶ τῇ μεταβολῇ καὶ μηδʼ ἀντιλέξαι θαρροῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντιθέμενον ἐγώ, ἔφη ὦ παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, ὁ δʼ οὕτω τέθνηκεν, ὡς μηδʼ ἐφίστασθαι δεομένῳ, μηδʼ, ὡς ἀθάνατος εἴη, πείθειν. τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμπτῃ δὲ ἀπʼ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπουδάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπουδαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δʼ ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δʼ, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐρρεῖτο καὶ ἐβόα πείθομαί σοι. ἐρομένων δʼ αὐτὸ τῶν παρόντων, ὅ τι πέπονθεν, οὐχ ὁρᾶτε ἔφη ὑμεῖς Ἀπολλώνιον τὸν σοφόν, ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια; ποῦ δʼ οὗτος; ἔφασαν ὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον ἢ τὰ πάντων ἀνθρώπων ἀγαθὰ ἔχειν. καὶ τὸ μειράκιον ἔοικεν ἐμοὶ μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον· ἀκούτἐ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει· "ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας, ἡ μετὰ σῶμα μαρανθέν, ἅτʼ ἐκ δεσμῶν θοὸς ἵππος, ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην· σοι δὲ τί τῶνδʼ ὄφελος, ὅ ποτʼ οὐκέτʼ ἐὼν τότε δόξεις;3 ἢ τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις;" καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀπορρήτων, ἵνʼ εὔθυμοί τε καὶ τὴν αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοίμεθα. τάφῳ μὲν οὖν ἢ ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαιμονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα τέλεσιν· οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν αὐτοὶ ἠξιοῦντο.4
关于灵魂是不灭的这一点,他在此后依然从事着哲思,既教导关于灵魂的学说是真实的,又不允许人们对如此重大的事妄加深究。盖有一名在辩论中桀骜不驯、不肯赞同真确论述的青年来到了提亚纳;彼时阿波罗尼俄斯虽已离开人世,却因其超化而备受崇敬,无人敢于反驳说他并非不朽,故而绝大多数论述皆围绕灵魂展开——因为当地有一群爱好智慧的青年。然而那青年绝不同意灵魂不朽之说,说道:“在座的诸位,我已一连十个月向阿波罗尼俄斯祈求,求他向我显明关于灵魂的道理,但他死得如此彻底,以致在我恳求时既不显现,亦不能使我相信他是不朽的。”那青年当时说了这番话;然而在那之后的第五天,他在热烈讨论同一论题之后,便在他谈论的地方睡着了。与他同窗研习的青年们,有的正埋首典籍,有的正忙于在泥地上刻画几何图形;而他却宛如中狂一般,半睡半醒地惊跃而起,浑身淌满大汗,大声呼喊道: “我相信你了!” 在场的人问他遭遇了何事,他说道: “难道你们没有看见智者阿波罗尼俄斯吗?他正临在于我们身旁,聆听着讨论,并朗吟着关于灵魂的神奇诗句!” “他在哪里?”众人说道,“我们分明哪里也看不见他,尽管我们渴求见到此景甚于拥有全人类的财富。” 青年答道: “他似乎只是为了就我不信之事单独与我交谈而来的。那么,请听他在诗句中借神明之灵吟咏了何等言词: ‘灵魂乃是不灭的,并非你的所属,而是归于天意; 它在肉体凋零之后,宛如脱缰的骏马, 轻捷跃出,融入轻盈的气清之中, 摆脱了那可怕而久经磨难的奴役。 但这一切对你何益?你唯有在不再存在时方能体认; 或者,身处生者之列的你,为何要探求这些隐秘?’”关于灵魂的隐秘奥义,阿波罗尼俄斯的这座昭晰的三脚祭坛便树立于此,以便我们心怀泰然,深知自身本性,走向命运诸女神所指定的地方。因此,就此人的坟墓或纪念虚冢而言,尽管我走遍了大地绝大部分的地方,却不曾记得在何处偶遇过;然而到处皆有神圣的传说,提亚纳亦有依皇家资助所建成的神庙;因为连皇帝们也不曾认为他不配享有他们自己所享有的荣光。
- 8.30στεῖχε γᾶς
不带介词的分离属格(γᾶς 为多利安方言形式,相当于 γῆς),意为“离地而去”或“离开大地”。这是诗歌和神谕式的修辞,省略了介词 ἐκ;随后的正文解释“οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω”(即“从地上往高处去”)亦印证了这一语法结构。
- 8.31ἐφιλοσόφει ἔτι
未完成过去时动词 ἐφιλοσόφει 与副词 ἔτι(“依然”、“死后仍旧”)连用,表示超越死亡的持续状态:“他(死后)依然在探讨哲学”。该句作为主句动词,统摄并引出后文所述他在死后显灵、向怀疑的青年传授哲理的整段轶事。
- 8.31ὅ ποτʼ οὐκέτʼ ἐὼν τότε δόξεις
六音步诗行中的紧缩构文。关系代词 ὅ 用作内宾格或副词性宾格(“关于何事”),动词 δόξεις 取“觉悟、体认、判定为真”之意:“这事你在死后不复存在之时方能体认”。该句点出了人在肉身存活时无法全然窥知灵魂本相、唯有死后方能证悟的悖论。
- 8.31ὧν αὐτοὶ ἠξιοῦντο
包含先行词省略与关系代词牵引的构文。其完整形式为 τούτων ὧν αὐτοὶ ἠξιοῦντο。动词 ἀπαξιόω(“视……不配享有”)要求属格补足语,故省略的先行词 τούτων 为属格,而关系代词 ὧν 亦与从句被动动词 ἠξιοῦντο 所要求的属格(“被视为配享……”)保持一致。全句意为:“皇帝们自身所被视为配享的那些荣光(神化与庙宇),他们亦未曾认为阿波罗尼俄斯不配享有”。
