- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.19-8.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼俄斯离开奥林匹亚前往莱巴狄亚,排除祭司的阻挠潜入特罗福尼俄斯洞窟,七天后携毕达哥拉斯学说典籍重现人间。
ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς1 ἐν Ὀλυμπίᾳ καὶ πλεῖστα σπουδάσας καὶ κατὰ πόλεις μὲν ἔφη διαλέξομαι ὑμῖν, ἄνδρες Ἕλληνες, ἐν πανηγύρεσιν ἐν πομπαῖς ἐν μυστηρίοις ἐν θυσίαις ἐν σπονδαῖς — ἀστείου δὲ ἀνδρὸς δέονται2 — νῦν δὲ ἐς Λεβάδειαν χρὴ καταβῆναί με, ἐπεὶ τῷ Τροφωνίῳ μήπω ξυγγέγονα καίτοι ἐπιφοιτήσας ποτὲ τῷ ἱερῷ. καὶ εἰπὼν ταῦτα ἐχώρει δὴ ἐπὶ Βοιωτίας οὐδενὸς λειπομένου τῶν θαυμαζόντων αὐτόν. τὸ δʼ ἐν Λεβαδείᾳ στόμιον ἀνάκειται μὲν Τροφωνίῳ τῷ Ἀπόλλωνος ἐσβατὸν μόνον τοῖς ὑπὲρ χρησμῶν φοιτῶσιν, ὁρᾶται δʼ οὐκ ἐν τῷ ἱερῷ, μικρὸν δʼ ἄνω τοῦ ἱεροῦ ἐν γηλόφῳ, ξυγκλείουσι δʼ αὐτὸ σιδήρεοι ὀβελίσκοι κύκλῳ περιβάλλοντες, ἡ δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσασθαι.3 λευκῇ δʼ ἐσθῆτι ἐσταλμένοι πέμπονται μελιτούττας ἀπάγοντες ἐν ταῖν χεροῖν μειλίγματα ἑρπετῶν, ἃ τοῖς κατιοῦσιν ἐγχρίπτει. ἀναδίδωσι δʼ ἡ γῆ τοὺς μὲν οὐ πόρρω, τοὺς δὲ πορρωτάτω, καὶ γὰρ ὑπὲρ Λοκροὺς ἀναπέμπονται καὶ ὑπὲρ Φωκέας, οἱ δὲ πλεῖστοι περὶ τὰ Βοιωτῶν ὅρια. παρελθὼν οὖν ἐς τὸ ἱερὸν βούλομαι ἔφη καταβῆναι ὑπὲρ φιλοσοφίας. ἀντιλεγόντων δὲ τῶν ἱερέων καὶ πρὸς μὲν τοὺς πολλοὺς λεγόντων, μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ,4 πρὸς δὲ τὸν ἄνδρα πλαττομένων ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι,5 τὴν μὲν ἡμέραν ἐκείνην διελέχθη περὶ τὰς πηγὰς τῆς Ἑρκύνης ὑπὲρ αἰτίας τοῦ μαντείου καὶ τρόπου, μόνον γὰρ ἐκεῖνο διʼ αὐτοῦ χρᾷ τοῦ χρωμένου, ἑσπέρα δʼ ὡς ἐγένετο, ἐλθὼν ἐπὶ τὸ στόμιον μετὰ τῶν ξυνακολουθούντων νέων καὶ τέτταρας τῶν ὀβελίσκων ἀνασπάσας, οἳ ξυνέχουσι τὰς τῆς παρόδου κλεῖδας, ἐχώρει ὑποχθόνιος αὐτῷ τρίβωνι, καθάπερ ἐς διάλεξιν ἑαυτὸν στείλας, οὕτω τι τῷ θεῷ φίλα πράττων, ὡς ἐπιστάντα τοῖς ἱερεῦσι τὸν Τροφώνιον ἐς ἐπίπληξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς6 ἐς Αὐλίδα τε ἕπεσθαι κελεῦσαι πάντας, ὡς ἐκεῖ ἀναδυσομένου θαυμασιώτατα ἀνθρώπων. ἀνέσχε γὰρ δι’ ἡμερῶν ἑπτά, ὅσων μήπω τις τῶν ὑπελθόντων τὸ μαντεῖον, φέρων βιβλίον προσφορώτατον τῇ ἐρωτήσει. ὁ μὲν γὰρ κατῆλθεν εἰπὼν τίνα, ὦ Τροφώνιε, καὶ σὺ τὴν ἀρτιωτάτην καὶ καθαρωτάτην φιλοσοφίαν ἡγῇ; τὸ δὲ βιβλίον τὰς Πυθαγόρου εἶχε δόξας, ὡς καὶ τοῦ μαντείου τῇ σοφίᾳ ταύτῃ ξυντιθεμένου.
在奥林匹亚交谈了四十天并研讨了极多重要之事后,他说: “希腊的人们啊,我也将在各个城邦的盛会、巡游、秘仪、祭祀与奠酒中与你们交谈——因为这些事物正需要一位有见识之人——然而现在我必须下到莱巴狄亚去,因为我虽然曾拜访过那座圣域,却尚未与特罗福尼俄斯相会。” 说罢这番话,他便径直前往维奥蒂亚,景仰他的人无一人留在身后。莱巴狄亚的那处洞口奉献给阿波罗之子特罗福尼俄斯,仅向为求神谕而至的人开放;它并不显于圣殿之内,而在圣殿稍上方的丘陵上,四周环绕着铁尖柱将其闭锁起来。那下行的入口,其构造足以将坐于其上之人自行吸入。求谕者身着白衣被送入其中,双手各携蜜饼,用以安抚那些逼近下行者的爬虫。大地再将他们吐出,有的人距此不远,有的人则极远;因为有人被送至洛克里斯人境地之外,有人被送至福基斯人境地之外,而大多数人则出现在维奥蒂亚的边界附近。于是,他来到圣域中,说道: “我意欲 为了哲学而下潜。” 然而祭司们表示反对,一面公然对众人说绝不可让一个术士来查验圣所,一面又向他本人托辞说这些日子是不祥且不清净而不可降谕的。在那一天里,他便在赫耳库纳河的泉水旁,就这处神谕所的缘由与方式展开论谈——因为唯独那座神谕所是通过求问者本人来降下启示的。及至傍晚,他偕同跟从他的年轻人们来到洞口,拔出了固定通道插销的四根铁尖柱,裹着粗斗篷潜入地底,其衣着正如赴一场哲学论谈一般。他的所作所为极为讨得神明喜悦,以致特罗福尼俄斯亲自在祭司们面前显圣,为了维护此人而痛斥他们,并命所有人跟随前往奥利斯,称他将在那里以人间最为奇妙的方式重新浮现。事实上,他在七天之后才显现出来——其留存时间之长为以往潜入神谕所之人所未见——且携带着一本与其问话最为契合的典籍。盖他当初下潜时曾问道: “特罗福尼俄斯啊,你本人又认为何种哲学最为完备且最为纯粹呢?” 而这本典籍所载的正是毕达哥拉斯的学说,表明神谕所亦赞同此等智慧。
ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων ἔχαιρεν.
这本典籍如今供奉于安提乌姆,因这一缘由而深受珍视;安提乌姆乃意大利沿海之地。莱巴狄亚居民之所言固然听凭采信,然而关于此书,我且表明自己的见解:它后来被呈送给哈德良皇帝——当时还呈送了阿波罗尼俄斯的部分书信,但决非全部——并留存于安提乌姆的行宫中,而在意大利诸行宫中,皇帝最钟爱的正是这一座。
ἀφίκοντο δʼ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δʼ, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς τῶν θησαυρῶν θύρας, ἵνʼ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.
他在爱奥尼亚的所有门徒亦都赶来投奔他,希腊人称他们为“阿波罗尼俄斯之徒”;他们与当地之人汇聚一堂,成为一群在人数之众与投身哲学之热忱上令人惊叹的青年。因为修辞学被弃置一旁无人问津,他们对那些锤炼此项技艺的人鲜少留心,视其仅为口舌之师,众人皆争相涌向他的哲学。而他本人,正如人们传说吉盖斯与克罗伊索斯将宝库之门敞开以便有需要者汲取财富一样,亦将自己的智慧向那些渴求者倾囊相授,听凭他们就一切事物发问。
- 8.19ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς
ἡμερῶν τετταράκοντα 为时间属格,表示动作持续的期间,相当于表示时间延续的宾格。
- 8.19ἀστείου δὲ ἀνδρὸς δέονται
此句为说明性插入句,承接前文列举的与格名词(盛会、巡游、秘仪等)作为隐含主语,意为“因这些事物需要一位通达之士”。
- 8.19ἡ δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσασθαι
οἵα + 不定词(ἐπισπάσασθαι)构成表示性质特征的结构(“具有……性质的”)。分词 ἱζήσαντα 为宾格,作不定词的动作对象或逻辑主语(“将坐下者吸入”)。
- 8.19μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ
间接引语中的不定词带 ἄν,在直接引语中对应带 ἄν 的希求法或表示决不允准的直陈法;否定词 μή 体现了祭司们誓绝此事的坚决态度。
- 8.19ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι
形容词 ἀποφράδας καὶ οὐ καθαρὰς 修饰 πλαττομένων 后所省略的宾语 ἡμέρας(日子)。不定词 χρῆσαι 作说明性状语表示方面或目的(“对降谕而言”)。
- 8.19ἐς ἐπίπληξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς
短语 ἐς ἐπίπληξιν καθίστασθαι 意为“着手斥责/厉声谴责”。与格 αὐτοῖς 表示被斥责的对象(祭司们),ὑπὲρ τοῦ ἀνδρὸς 意为“为维护那人”。
