- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.17-8.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼俄斯从宙斯的财物中筹措盘缠,随后与色萨利人伊萨戈拉斯探讨盛会节日的本质与质料,指出盛会不仅是人的聚集,更包含奥林匹亚未遭人工破坏、得天独厚的圣地本身。
αὑτῶν ἄρχειν,1 ξυμβουλεύοντος δʼ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο αὔριον ἔφη τούτου ἐπιμελήσομαι. καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν δός, εἶπεν, ὦ ἱερεῦ χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν. καὶ ὁ ἱερεὺς οὐχ ὑπὲρ τούτων ἔφη χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.
通过把选举产生的统治自己的公职奉迎给僭主。当达米斯因盘缠所剩无几而劝他就钱财事宜作打算时,“明天,”他说,“我来料理此事。” 次日,他走进圣所,说:“祭司啊, 请从宙斯的财库中给我一千德拉克马,除非你认为神明会极为恼怒。” 祭司说: “神明绝不会为此 而发怒,反倒会在你不愿多取时发怒。”
Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳ εἰπέ μοι ἔφη ὦ Ἰσαγόρα, ἔστι τι πανήγυρις; νὴ Δίʼ, εἶπε τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατʼ ἀνθρώπους. τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δʼ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.2 καὶ τίς ἔφη ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου; μεγίστη εἶπε καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν. καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. ἔοικεν, ἔφη Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει. ἆρʼ οὖν, εἶπεν ὦ Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα,3 ἢ ἑτέρας ἐπʼ αὐτῆς δέῃ δόξης; τελεία, ἔφη ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ. καὶ μὴν ἀτελὴς εἶπεν ἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδʼ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδʼ ἂν ἐγένοντο, εἰ μὴ διʼ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα,4 φύσεως δʼ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δʼ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δʼ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.
当时有一位名叫伊萨戈拉斯的色萨利人在奥林匹亚与他结伴,阿波罗尼俄斯说: “告诉我,伊萨戈拉斯,盛会节日究竟是一种实体吗?” “凭宙斯起誓,”他说,“它是人间最悦人、最得神明眷顾的事物。” “那么它的质料究竟是什么?正如假使我询问这尊雕像的质料,而你回答它是由黄金和象牙合成的那样。” “阿波罗尼俄斯啊,”他说,“无形体之物又能有什么质料呢?” “那是极大 且极为繁复的质料,”阿波罗尼俄斯说,“因为在它之中有圣域、神殿、跑道,想必还有舞台,还有人群部落,有的来自毗邻之地,有的来自边疆之外与大洋彼岸。更有甚者,它由极多的技艺、辩术才智与真正的智慧、诗人、谏言、论辩、赤身竞技以及如皮托古风相传的乐艺所组成。” “阿波罗尼俄斯啊,”他说,“看来盛会节日不仅具有实体形态,而且是由比城邦更为奇妙的质料构成的;因为它招聚并汇集了诸般大事中最庄重者,以及声名显赫者中最卓著者。” “那么, 伊萨戈拉斯啊,”他说,“正如有些人视人自身为城墙与船只那样,我们是否也当视人自身为盛会,抑或关于它你需要另一种见解?” “提亚纳人啊,”他说,“这一见解已极圆满,遵循它乃是合宜的。” “然而,”阿波罗尼俄斯说,“按我对此事的考量方式来看,它仍是不圆满的;因为在我看来,船只固然需要人,人也需要船只,假使没有船,人们甚至决不会留心大海;城墙护卫人,人也护卫城墙。依同理,盛会节日既是人的聚会,也是人应当聚集的场所本身;而且尤为甚者在于:城墙与船只若非出自人类之手便决不会产生,而这些场地虽因人类之手剥夺其天然纯朴而遭到败坏,却因承蒙大自然的恩赐,而被视为值得人们汇聚于此的场所。盖练身场、柱廊、泉眼与房舍,这些固然如城墙与船只般由人工造就,但这阿尔斐俄斯河、赛马场、体育场以及树林,想必都是在人类出现之前就已生成的——河水足堪作饮用与沐浴之水,赛马场是供马匹竞逐的宽广原野,体育场则因提供了一条一斯塔德长之谷地的明确界线而供竞技者挥洒尘土奋勇奔跑,树林则用以给胜者加冕并让跑步竞技者锻炼身手。想必赫拉克勒斯亦正是考量了这些,赞赏奥林匹亚天然自成的地貌,才觉得这处场所堪当承载如今仍在此地竭力竞逐的盛事。”
- 8.17αὑτῶν ἄρχειν
紧接上一段落末尾 τὸ κεχειροτονημένους 的不定式。中性冠词 τό 使整个结构(τὸ κεχειροτονημένους αὑτῶν ἄρχειν)名词化,作动词 χαρίζονται 的直接宾语,意为“把被推选出来统治自己的权力奉迎给他们”。
- 8.18ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δʼ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.
由 ὥσπερ ἂν εἰ 接过去直陈式动词(ἠρόμην, ἀπεκρίνου)构成的非真实条件比喻句,意为“正如假使我询问这尊雕像的质料,而你回答它是由黄金和象牙合成的那样”。
- 8.18καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα
化用了古典时期“人即城池/舟船”(如修昔底德著作中)的名言的省略句。在 τοὺς ἄνδρας ἡγησόμεθα 中,依上下文省略了宾语补足语 πανήγυριν(盛会),即“正如有些人视人自身为城墙与船只那样,我们是否也当视人自身为盛会”。
- 8.18ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα
主要动词 ἐφθάρη(“遭到败坏”)带有被动分词 ἀφαιρεθέντα(“被剥夺”),后者接冠词加不定式结构 τὸ αὐτοσχέδια μὴ εἶναι 作保留宾语(μή 为剥夺类动词后的赘余否定词),意为“因被剥夺了纯朴自成之特质(αὐτοσχέδια)而遭到败坏”。
