- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.15-8.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼俄斯一行经由西西里顺利返回希腊的奥林匹亚,希腊各地得知其生还后皆群情振奋、纷至沓来。阿波罗尼俄斯对脱险之事谦逊不夸,并当场严词驳斥了一位赞颂罗马僭主的雅典青年。
καὶ πλέωμεν. καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπʼ αὐτοῖς ἔχοντα θαρρεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν,1 ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγένοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτʼ ἐπὶ Συρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελάγους ἀφίκοντο διʼ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφʼ ὧν ὁ ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικελικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δʼ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ ἐρρῶσθαι ὁ λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀνθρωπείας ἐπʼ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δʼ ἑλχθῆναι ζῶντα2 καταπαγέντων ἐς τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δʼ ἐῶσθαι ἐς βάραθρον, οἱ δʼ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδʼ ἐπʼ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει ἡ Ἑλλάς, ὡς ἐπʼ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων, Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλʼ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἡ ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν ὅ τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησόμενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέρων ἀκροάσασθαι ᾤοντο, οἱ δʼ ἄπειροι αὐτοῦ δεινὸν ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλʼ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δʼ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστηρίῳ, διέκειτο μὲν ἡ Ἑλλὰς οὐ πόρρω τοῦ προσκυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα διʼ αὐτὸ μάλιστα τὸ μηδʼ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.
“我们启航吧。” 他们向因其处境而灰心丧气的德米特里俄斯道别,勉励他要作为男子汉为男子汉们振作精神,随后乘着顺风驶向西西里,沿途经过墨塞涅,在第三天抵达陶罗墨尼翁。此后他们乘船前往叙拉古,约在初秋时分出海驶向伯罗奔尼撒,横渡公海后于第六天抵达阿尔斐俄斯河的入海口——该河正是从那里将甘洌的淡水注入亚得里亚海和西西里海。于是他们下船,深以抵达奥林匹亚为荣,寄居于宙斯圣所中,绝不出游到斯基卢斯以外的任何地方。然而,当此人活着且已抵奥林匹亚的风声迅速而热切地席卷整个希腊世界时,起初这传言似乎并不可信;因为人们自从听说他被囚禁后便对他不抱任何人间的希望,加之他们并非不曾听闻那些谣传:有人说他已被活活烧死,有人说他在锁骨被刺入铁钩后活生生地拖行,有人说他已被投入深坑,还有人说被抛入了海底深处。然而当确信他已来到时,希腊各地汇聚时的激昂兴奋,哪怕在任何一届奥林匹亚赛会时也不曾达到当时为他而聚的那种地步:伊利斯和斯巴达径自倾城而来,科林斯自地峡边界而来,雅典人虽在伯罗奔尼撒之外,却也不落后于那些近在皮萨门户的城邦,雅典最负盛名的人物亲自前往圣所,从天下各地汇聚到雅典的年轻学子也一同前往。此外,麦加拉当时亦有人造访奥林匹亚,玻俄提亚有许多人,阿尔戈斯,以及福基斯和色萨利所有的名流望族也都纷纷前去——那些曾与阿波罗尼俄斯相处过的人是为重获智慧,因为他们以为能听到更多、更奇妙的教诲;而那些不曾相识的人,则认为显得未曾听闻这般人物是极不光彩的。对于那些询问他是如何从僭主手中脱险的人,他认为无需夸大其词,只说自己作了申辩并平安获救;然而当大批从意大利来的人宣扬法庭上的情形时,希腊人已到了几乎要对他俯首顶礼的地步,正是由于他本人对这些事没有丝毫自吹自擂,他们更将他奉为神人。
νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, πέπαυσο εἶπεν Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί. ἐπιδιδόντος δὲ τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν εἴθε ἔφη καὶ ἐν Παναθηναίοις ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφʼ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων,3 εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπʼ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους
当时从雅典来的人中有一位青年说,雅典娜对国王极为眷顾,“住口,”他说,“不要在奥林匹亚为这等事鼓噪喧哗,在天父面前诋毁女神。” 那青年恼羞成怒,辩称女神行事公道,因为国王甚至还担任过雅典人的执政官,“但愿,”他说,“在泛雅典娜节时也是如此!” 他用第一个回答使他哑口无言,斥责他若以为诸神眷顾僭主便是对神明一无所知;用接下来的回答表明,倘若雅典人一方面认为应当在广场上尊崇哈尔摩狄俄斯与阿里斯托革顿在泛雅典娜节上的义举,另一方面却又通过选举将公职奉迎给僭主,那么雅典人所表决的法令便同有关哈尔摩狄俄斯与阿里斯托革顿的举措相矛盾。
- 8.15ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν
介词 ὑπέρ 搭配属格(ἀνδρῶν),意为“为了……”或“关于……”。此处呼应前文的 ἀθύμως ἐπʼ αὐτοῖς ἔχοντα(因他们的处境而灰心丧气),勉励德米特里俄斯作为真正的男子汉,为真正的男子汉们振作精神(θαρρεῖν ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν)。
- 8.15οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δʼ ἑλχθῆναι ζῶντα
形容词 ἀνήκοοι(未曾听闻的)支配属格代词 ἐκείνων,其后接不定式(ἀποθανεῖν, ἑλχθῆναι, ἐῶσθαι)充当间接叙述的内容。后文出现的 οἱ δέ(另有人则说……)打破了单一的句子结构,并列展现了关于他下落的种种骇人流言(或被活活烧死,或被钩骨拖行等)。
- 8.16ὡς οὐκ ἀκόλουθα τοῖς ἐφʼ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων
由 ὡς 引导的属格绝对结构(ψηφιζομένων Ἀθηναίων),表达主句分词 ἐπιστομίζων(堵其口)所依据的理由与指责内容。意指雅典人一边通过决议在广场上尊崇诛杀僭主的哈尔摩狄俄斯与阿里斯托革顿,一边却通过选举公职来奉承罗马僭主,其行径自相矛盾。
