- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.13-8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
审理结束后,阿波罗尼俄斯回到德米特里俄斯等人身边,打消了同伴对追捕的恐惧,并在休息后决定堂堂正正乘船经由西西里前往希腊。
τότε ἀναβοήσας Δημήτριος ἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δʼ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον. ὁ δʼ ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζων1 εἰ γὰρ καὶ ὑμεῖς εἶπεν ὧδε αὐτῷ εὐάλωτοι ἦτε·2 ἀλλʼ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα· κολακευόντων γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπιπληττόντων ἠκρόαται, ῥήγνυνται δʼ ὑπὸ τῶν τοιούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι3 ἐκ τοῦ ἄθλου. καὶ ὁ Δάμις ἐγώ, Δημήτριε, διεκείμην μὲν οὕτως ἔφη πρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφʼ ἧς ἥκει, ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύνους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δʼ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δʼ ἡγουμένῳ τὰ περὶ αὐτὸν ἐφʼ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε, τότε πρῶτον κατενόησα τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν4 καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας· ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δείσαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλʼ ἐπειδὴ πλησίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέλειαν ποιησόμενοι τοῦ ἀνδρός. καὶ ὁ Ἀπολλώνιος ὕπνου ἔφη δέομαι μόνου, τὰ δʼ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ. μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλθεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει ὁ Δημήτριος, καὶ τὼ πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔρριψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπʼ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.5
那时德米特里俄斯大声喊道: “我原以为你是获救归来的,但对你而言这却是危难的开端;因为他必将发布通缉,断绝你的一切退路并将你逮捕。” 阿波罗尼俄斯却对德米特里俄斯的恐惧不屑一顾,说道: “但愿你们对他而言也是这般容易捉拿!至于他此刻的情形如何,我心里清楚:他向来只听阿谀奉承之言,如今却听到了斥责;僭主的秉性最易被这类言辞所击碎,并为此暴跳如雷。而我需要休息,因为自那场搏斗以来,我还不曾弯曲过一下双膝。” 达米斯说道: “德米特里俄斯啊,我从前对待此人的事情,其态度甚至是想要劝阻他离开他所前来的这趟行程——想必你也曾提出过同样的劝告——免得他自寻险境,陷入深重的危难。然而,当他看似被锁链束缚、而我认为他已走投无路之时,他却说解脱束缚全凭他自己,并且当场将腿从枷锁中挣脱出来展示给我看。从那时起,我才初次真正认识了此人:他是神圣的,超越了我们凡间的智慧。因此,即便我遭遇比这更艰难的处境,只要在他麾下,纵有危险我也毫无所惧。不过既然暮色已近,我们还是步行回住所去照料他吧。” 阿波罗尼俄斯说道: “我需要的仅仅是睡眠;其余的一切,无论具备与否,我都同等视之。” 在此之后,他向阿波罗以及赫利俄斯祈祷,随即走进了德米特里俄斯所住的屋子,洗了双脚,见达米斯一行人似乎未曾进食,便催促他们用餐;随后他将自己往床榻上一倒,口中对着睡眠吟诵荷马的诗句,便安然入睡,仿佛眼前的局势根本不值一提。
περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου, ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννου διώξεται μέν, ἔφη με οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα ὁ πλοῦς ἔσται. σφαλερός γε, εἶπε τὸ γὰρ χωρίον φανερώτατον· ὃν δὲ μηδʼ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λάθοις; οὐ δέομαι ἔφη λανθάνειν, εἰ γάρ, ὡς σὺ οἴει, τοῦ τυράννου ἡ γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων. καὶ πρὸς τὸν Δάμιν αἰσθάνῃ ἔφη νεὼς ἀφιείσης ἐς Σικελίαν; αἰσθάνομαι, εἶπε καὶ γὰρ ἐπὶ θαλάττῃ καταλύομεν καὶ ὁ κηρύττων ἀγχοῦ θυρῶν, στέλλεταί τε ἡ ναῦς ἤδη· ξυμβάλλομαι δʼ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν. ἐπιβῶμεν εἶπε τῆς νεὼς ταύτης, ὦ Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δʼ ἐς Πελοπόννησον. ξυνδοκεῖ μοι, ἔφη
破晓时分,德米特里俄斯问他打算走向大地何方——他满脑子以为骑兵们已因僭主的震怒而向阿波罗尼俄斯逼近,以致耳边仿佛听见了蹄声轰鸣: “无论是他本人还是别人,都不会来追捕我,”阿波罗尼俄斯说道,“而我的航程将是前往希腊。” “那可太凶险了,”德米特里俄斯说,“因为那地方最为人瞩目;若在隐蔽之处尚且无法躲避他,又怎能在光天化日之下瞒过他呢?” “我无须隐匿,”他说,“因为如果真如你所认为的那样,普天之下莫非僭主所有,那么坦荡赴死之人,也远胜于隐姓埋名偷生之人。” 他又对达米斯说道: “你察觉到有船要开往西西里了吗?” “察觉到了,”达米斯说,“因为我们正寄宿在海边,传令官就在门外不远,船也正在启航;我从乘客们的呼喊声以及他们起锚的动作中推知了这一点。” “达米斯啊,让我们登上这条船吧,”他说,“如今先驶向西西里,再从那里前往伯罗奔尼撒。” “我正有此意,”达米斯回答道。
- 8.13ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζων
习语“ἐρρῶσθαι φράζω + 与格”意为“向……道别”或“摒弃/对……不屑一顾”。此处指阿波罗尼俄斯对德米特里俄斯的恐惧心理不予理会。
- 8.13εἰ γὰρ καὶ ὑμεῖς ... ὧδε αὐτῷ εὐάλωτοι ἦτε
连词 εἰ γάρ 搭配过去未完成式直陈语气(ἦτε),表达对现在不可实现的愿望(违实愿望)。在此带有反讽或反语色彩,εὐάλωτοι 字面意为“容易捉拿的”,反语意为“但愿你们对他而言也是(像我一样)这般容易捉拿!”(实指根本无法捉拿)。
- 8.13γόνυ οὔπω κάμψαντι
短语 γόνυ κάμπτω(屈膝)是古希腊语中的习惯表达,指在长途跋涉或激烈劳作后“坐下歇息”。与格分词 κάμψαντι 与前面的代词 ἐμοί 保持性数格一致。
- 8.13κατενόησα τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν
动词 κατανοέω 接被领会之人的属格(τοῦ ἀνδρός),同时构成了先取句式(prolepsis),预示了随后不定式从句的主语(受格 αὐτόν)。
- 8.13ὡς οὐκ ἐπʼ ἀξίοις φροντίσαι τοῖς παροῦσιν
介词短语 ἐπʼ ἀξίοις 支配说明性不定式 φροντίσαι(值得忧虑的),并在前面冠以 ὡς,用以表示阿波罗尼俄斯对待当前危局的主观态度(“仿佛眼前之事根本不值忧虑”)。
