- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.41-7.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯命达米斯先行步行前往狄凯阿尔基亚,并预言二人必将重逢。随后记述了一位因拒绝图密善皇帝的求欢而下狱的阿卡迪亚美少年,展现了他宁死不屈、坚守贞洁的气节以及他与阿波罗尼乌斯的狱中对话。
καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμιν ἐμοὶ μὲν ἔφη τὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ τὴν θάλατταν, ἐν ᾗ ἐστιν ἡ Καλυψοῦς νῆσος, ἐπιφανέντα γάρ με ἐκεῖ ὄψει. ζῶντα ἔφη ὁ Δάμις ἢ τί; γελάσας δὲ ὁ Ἀπολλώνιος ὡς μὲν ἐγὼ οἶμαι, ζῶντα, εἶπεν ὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα. ὁ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτʼ ἀπογιγνώσκων ὡς ἀπολουμένου μήτʼ εὔελπις ὡς οὐκ ἀπολεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥαγὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορθμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέλευσεν αὐτὸν πεζῇ κομίζεσθαι.
次日,阿波罗尼乌斯唤来达米斯说道: “我的申辩将在先前定下的那天举行;但你应当动身前往狄凯阿尔基亚,因为步行前往更为稳妥。你向德米特里乌斯致意之后,便在卡吕普索之岛所在的那片海滨走动,因为你将在那里见到显现的我。” “是活着的,”达米斯问道,“还是怎样?” 阿波罗尼乌斯笑答: “依我看,是活着的;但依你想来,则是复活了的。” 达米斯说自己违心地离去了,既未对阿波罗尼乌斯将会丧命而绝望,也未笃信他绝不会死。第三天他抵达了狄凯阿尔基亚,并听闻了那几日里发生的风暴:一场夹带暴雨的狂风席卷海面,击沉了驶往那里的部分船只,并把另一些船驱赶到了西西里及海峡一带。达米斯此时方才明白阿波罗尼乌斯为何吩咐他陆路步行。
τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολλωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν Ῥώμην, ἐρᾶν δʼ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ παρὰ πάντας, τοὺς δʼ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀντερᾶν ἐκείνῳ δεδιέναι. ἀλλʼ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν ἢ χρημάτων ἢ ἵππων ἢ τοιῶνδε δελεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαινῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, ὁ δὲ μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο,1 οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε. καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάρρει· ξυνεὶς οὖν ὁ Ἀπολλώνιος σὺ μὲν οὐδʼ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι, ἔφη καθάπερ ἡμεῖς οἱ δεινοί. καὶ ἀποθανοῦμαί γε, εἶπε τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφʼ ἡμῶν νόμοι.2 καὶ οἱ ἐπὶ Θησέως, εἶπε τὸν γὰρ Ἱππόλυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ ὁ πατὴρ αὐτός. κἀμὲ εἶπεν ὁ πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν, ἀλλʼ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα ὁ βασιλεὺς κακῶς εἶδεν. ὁ δʼ ὥσπερ οὐ ξυνιείς, ὃ λέγει, εἰπέ μοι, ἔφη μειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς3 καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, ἢ στρεβλὸν τὴν ῥῖνα καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, ἢ τὴν κόμην ἕτερόν τι παρʼ ὅ ἐστιν; ἔστι δʼ, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέπειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρονοῦσα. τί οὖν ἕτερον τούτων ὁ βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπʼ αὐτοῦ λέγεις ὀφθῆναι; αὐτό με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ φείδεται ὧν ἐπαινεῖ, ἀλλʼ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες. ἀγασθεὶς δʼ αὐτὸν ὁ Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν ὅ τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο ἢ μή, καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δʼ αὐτὸν ὧδε· κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους; νὴ Δίʼ, ἔφη πολλούς γε. τούτων οὖν εἶπε τίνα ἡγῇ σεαυτόν; ὅνγε, ἔφη οἱ νόμοι, δεσπότης γὰρ αὐτῶν εἰμι. δεσποτῶν δʼ, εἶπεν ὑπηκόους εἶναι δούλους χρὴ ἢ ἀπαξιοῦν, ἃ δοκεῖ τοῖς τοῦ σώματος κυρίοις; ὁ δʼ ἐνθυμηθεὶς ἐς οἵαν ἀπόκρισιν περιάγοιτο ἡ μὲν τῶν τυράννων ἰσχὺς ἔφη ὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, διʼ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δʼ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυλον. πῶς; εἶπε πρὸς ἐραστὴν γὰρ ὁ λόγος κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν. τὸν τράχηλον ἔφη ὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει. ἐπαινέσας δὲ αὐτὸν ὁ Ἀπολλώνιος Ἀρκάδα σε ἔφη ὁρῶ.4 καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ ἥδιον ἢ ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδʼ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον ἢ οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμονίοις νικῶντες.
达米斯根据自称听阿波罗尼乌斯向德米特里乌斯及自己讲述的话,记述了接下来的事情。有一位来自阿卡迪亚墨塞涅的少年,容貌极其出众,来到了罗马。许多人都爱慕他,而图密善尤甚于所有人;其他人爱慕他的程度,甚至到了不惧怕与皇帝争风吃醋的地步。然而这少年品行贞洁,洁身自好以保全青春的美貌。倘若他只是鄙视黄金、钱财、马匹或某些人借以引诱所爱少年的类似诱饵,我们且不必赞美他,因为一个男子理当如此自持;但他本可获得比历代君王目光所垂青的所有人合起来还要崇高的尊崇,却并未将向他奉上的这一切视作自己应享之物。于是他被投入狱中,因为这正合那爱慕者的心意。他走向阿波罗尼乌斯,神情似欲言语,但以羞赧为缄默的谋士,尚无勇气启齿。阿波罗尼乌斯察觉后说道: “你尚未到能够作恶的年纪,却也同我们这些可怕之人一样被关押起来了。” 少年说: “而且我将要丧命;因为我们时代的法律竟将恪守贞洁判定为死罪。” 阿波罗尼乌斯说: “忒修斯时代的法律亦是如此;因为其父正是因希波吕托斯恪守贞洁而亲手毁灭了他。” 少年说: “我的父亲同样毁灭了我。我本是来自墨塞涅的阿卡迪亚人,他却未授我希腊人的教养,反而将我送来此处研习律法习俗;而我为此而来,皇帝却以恶眼相加。” 阿波罗尼乌斯佯装不懂他的意思,说道: “少年,告诉我,难道皇帝以为你是蓝眼睛,而我所见你分明是黑眼睛?抑或以为你鼻梁歪斜,而你分明如经过锻炼的赫尔墨斯像般轮廓分明?又或者以为你的头发异于常态?依我看,你的头发沐浴在日光下微泛光泽;况且你的嘴唇极其匀称,无论静默抑或言语皆显端庄,颈项亦如此高贵而显自尊。既然你说被他以恶眼相看,那么除这些之外,皇帝又将你看作了什么呢?” 少年说: “正是这一点毁灭了我;因为他被诱导而迷恋我,便不惜糟蹋他所赞美之物,反而企图玷污我,正如那些贪恋女色之徒一样。” 阿波罗尼乌斯对他大加赞赏;但见这阿卡迪亚少年面泛羞红、谈吐得体,便略去了诸如对同床共寝有何看法、此举是否可耻等等问题,转而如此询问他: “你在阿卡迪亚蓄有奴隶吗?” 少年说: “指宙斯起誓,确实很多。” 阿波罗尼乌斯问: “那么,对于他们而言,你自认是什么身份呢?” 少年说: “法律认定我是什么,我便是什么;因为我是他们的主人。” 阿波罗尼乌斯说: “那么奴隶是应当服从主人呢,还是应当拒绝身体的主宰者所意欲之事?” 少年察觉到自己正被引导向怎样的回答,便说道: “僭主的力量不可抗拒且残暴凶狠,这我知晓;我想他们正是为此才企图主宰自由人;但我自身肉体的主人是我自己,我必将保全它不受侵犯。” 阿波罗尼乌斯说: “如何保全?须知我们的谈论所针对的,乃是一个执剑而来、企图凌辱你青春美貌的爱慕者。” 少年说: “宁可献出我的咽喉;因为利剑所需要的正是此物。” 阿波罗尼乌斯赞许他道: “我看出你确是一位阿卡迪亚人。” 此外,阿波罗尼乌斯在一封信函中也提及了这个少年,并且描绘得远比我在此所写的更富趣味;他在向受信人称赞少年的贞洁时说道,这个少年甚至未曾被僭主处死,反而因其刚毅备受赞叹而扬帆前往马勒阿,在阿卡迪亚人眼中受到的倾慕,远甚于那些在斯巴达鞭笞坚忍竞赛中获胜的人。
- 7.42μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο
分词 ἀξιωθείς 与 ἄν 连用,表达与过去事实相反的虚拟或潜在可能(“本可获得比……更崇高的待遇”)。比较级属格 μειζόνων 受动词 ἀξιόω 支配;关系从句 οὓς... ἐσπάσαντο 指代那些被君王贪婪目光所垂青的宠幸者。
- 7.42τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφʼ ἡμῶν νόμοι
中动态动词 τιμῶνται 作法庭术语使用,接罪名对格(冠词不定词 τὸ σωφρονεῖν)与刑罚属格(θανάτου,表代价或惩罚的属格),意为“以死刑评估/惩处贞洁”。主语为 οἱ ἐφʼ ἡμῶν νόμοι(“我们当世的法律”)。
- 7.42μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς
小词 μή 用于引导直接疑问句,表示疑虑或带有反讽色彩的委婉发问(“难道皇帝竟以为你是……?”)。与后文由 καίτοι 引导的让步分词短语构成对比,阿波罗尼乌斯故意将少年的“恶眼相加(κακῶς εἶδεν)”曲解为皇帝觉得少年的容貌有缺陷。
- 7.42Ἀρκάδα σε ἔφη ὁρῶ
动词 ὁρῶ 接双对格(直接宾语 σε 与谓语性对格 Ἀρκάδα),意为“我看出你是个阿卡迪亚人”。这一简洁的赞语承接少年宁愿受戮也不受辱的刚烈回答,认可了其身上体现出的阿卡迪亚人传统的刚毅与自由气节。
