← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.8-7.10

涅尔瓦被流放与阿波罗尼奥斯前往意大利

图密善因怀疑涅尔瓦等人谋反而将其流放,并企图传讯阿波罗尼奥斯;阿波罗尼奥斯预知其计,提前航往意大利,并在迪凯阿尔基亚与哲人德米特里奥斯重聚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8

ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον ἡ αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα.1 ὢν δὲ ἐπιτήδειος αὐτοῖς ὁ Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν, ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δομετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐρρώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔδοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόρρητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων διάκονον εἶπεν ἂν ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ· βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν ὅ τι ἐγώ. ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύγοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δʼ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρνης, ἐν ᾧ ὁ Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι,2 διῄει τὸν λόγον καὶ ὅτι μηδʼ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας ἀνόητε, εἶπεν ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται. ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον3 ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων· ἢ γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλʼ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.

涅尔瓦被认为适于统御之位,在图密善之后他确实克制审慎地执掌了此权;奥尔菲图斯与鲁弗斯也享有同样的声誉。图密善宣称这几人图谋反对自己,便将后两人幽禁于海岛,而命令涅尔瓦寓居塔兰托。阿波罗尼奥斯与他们素有交谊,在提图斯与其父共治以及继位之后的那段时日里,他总是致信教导他们戒绝非分、持守节制,使他们亲近那些贤良的皇帝;但在图密善变得暴虐时,他便促使他们背离暴君,勉励他们为万民的自由而奋起。他认为书信劝导对他们而言并不安全,因为权贵身边的奴仆、友人乃至妻子出卖其人的不在少数,彼时门户之内全无秘密可言。于是他单独召见自己同伴中最沉稳者,一次一人,常说道: “我命你担当一桩辉煌机密的使者:你须前往罗马谒见某人,与他深谈,在劝服此人一事上代我行使一切权力。” 当他获悉他们虽曾对僭主显露出一丝起事的势头、却因迟疑逡巡而使图谋落空并遭流放时,他正在士麦那穿流着梅勒斯河的树林周围,论及命运三女神与必然之理。他既深知涅尔瓦即将登上帝位,便详加发挥其论述,说明即便僭主也无法强抗命运的安排。当时梅勒斯河畔竖立着一座图密善的青铜雕像,他引众人转目向着雕像,说道: “愚妄之徒,你对命运与必然的领会何其谬误!凡命定承继你而行僭主之权者,纵使你将他杀害,他也必将复生。” 这些话因欧普拉特斯的谗言传到了图密善耳中。虽然无人明白他借这些神谕所指的究竟是何人,但僭主为了巧妙安抚自身的恐惧,决意将那些人处死;为了使自己显得非无理妄为,他传唤阿波罗尼奥斯前来,就与他们密谋之事进行申辩。因为他料想:若阿波罗尼奥斯前来,自己将其定罪,便不会被视为未经审判杀害他们,而是借由阿波罗尼奥斯使他们坐实罪证;或者若阿波罗尼奥斯凭某种智慧逃脱了公开审讯,他们作为甚至被同谋者弃绝定罪之人,便更当处死了。

§7.10

διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν ὁ Τυανεὺς πάντα δαιμονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους εἰπὼν δεῖσθαι ἀποδημίας ἀπορρήτου, τοὺς μὲν ἐσῆλθεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, ὁ δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δικαιάρχιαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστηκότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκα εἴληφά σε εἶπε τρυφῶντα4 καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν ᾧ λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ Ἰθακησίου καὶ οἴκου. περιβαλὼν δʼ αὐτὸν ὁ Δημήτριος καί τι καὶ ἐπευφημήσας ὦ θεοί, ἔφη τί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοιούτῳ; κινδυνεύει δὲ εἶπε τί; ἅ γε, ἔφη προειδὼς ἥκεις· εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλʼ ἴωμεν οὗ μόνων ἡμῶν ἡ ξυνουσία ἔσται, παρατυγχανέτω δὲ καὶ ὁ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα, Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.

当图密善盘算着这些并已致信亚细亚行省总督命其将阿波罗尼奥斯逮捕解送时,这位堤亚纳人已如其常例,神妙地预知了一切。他向同伴们声称需要进行一次隐秘的出行,他们便想到了古人阿巴里斯的传说,以为他亦将展开类似的远行;但他甚至未向达米斯吐露自己的意向,只携他一同扬帆驶向阿开亚人之地。他在科林斯登岸,正午前后向太阳行毕惯常的祭仪,薄暮时分便启航前往西西里人与意大利人的疆土。因得顺风之助,加上海面下有湍流相送,他在第五日便抵达了迪凯阿尔基亚。他在那里遇见了德米特里奥斯——此人因居住在距罗马不远之处,曾被视为哲人中最具胆识者。阿波罗尼奥斯明知他是因畏惧僭主而退避在此,却故作诙谐地说道: “我抓到了你,你正耽于安乐,居住在福佑的意大利——若它当真算得上福佑的话——最令人称羡之境,据说奥德修斯当年与卡吕普索同居时,也是在此地忘却了伊萨卡的炊烟与故园。” 德米特里奥斯拥抱了他,道以吉语,说道: “诸神啊,哲学竟要围绕如此一位人物身陷绝境,将遭受怎样的苦难!” 阿波罗尼奥斯问道: “它身陷何种绝境呢?” 德米特里奥斯答道: “正是你预知其然而前来的那些凶险。我若不明了你的心意,便连我自己的心思也不懂了。但我们切莫在此交谈,且去唯有我们独处之地,也让达米斯同来,凭赫拉克勒斯起誓,我实将他视作辅佐你建立功业的伊奥拉奥斯。”

语法注4 条
  1. 7.8τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα.

    句首的宾格 τούτους 指代前文提及的三人(涅尔瓦、奥尔菲图斯、鲁弗斯),作从属于 φήσας 的不定式 ἐπιβουλεύειν 的宾格主语。主格短语 Δομετιανὸς ... φήσας 则构成破格结构(anacoluthon):前半分句主语转换为被动语态下的主格 οἱ μέν(指后两人),后半分句则在与格 Νερούᾳ δέ 配合下恢复以图密善为 προσέταξεν 的主语。

  2. 7.9εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι

    前置预取结构(prolepsis)。从属从句(ὡς 从句)中的逻辑主语 τὸν Νερούαν 被提前作为分词 εἰδώς 的宾格宾语。句意即“深知涅尔瓦即将统御”。

  3. 7.9ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον

    阐明 ὥρμησεν 与 ἐκάλει 之间逻辑联系的结构。ὡς...φαίνοιτο 充当目的从句(“为了不让自己显得无理行事”),其中分词 πράττων 作 φαίνοιτο 的补充成分。

  4. 7.10εἴληφά σε ... τρυφῶντα

    动词 λαμβάνω(此处为完成时 εἴληφα)与副词性/补充性分词 τρυφῶντα 结合,构成表示“当场抓到某人处于某种状态”的惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.8-7.10