← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.4-7.7

图密善的暴政与阿波罗尼奥斯的公开抵抗

作者描绘了图密善残暴的恐怖统治与哲人们的畏缩逃亡,随后叙述阿波罗尼奥斯如何无所畏惧地鼓动行省总督与元老院青年起而反抗,并在以弗所公然抨击僭主的罪行与暴虐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4

ἐκεῖνα, ἐπεὶ μὴ ὁμόσε χωρῶν, ἀλλὰ τὸν Βίνδικα ἐπιρρωννὺς καὶ τὸν Τιγελλῖνον ἐκπλήττων σαθροτέραν τὴν τυραννίδα ἐποίει, καί τις ἀναφύεται λόγος ἀλαζὼν ἐνταῦθα, ὡς οὐδὲν γενναῖον ἐπιθέσθαι Νέρωνι ψαλτρίας τινὸς ἢ αὐλητρίδος βίον ζῶντι· ἀλλὰ περί γε Δομετιανοῦ τί φήσουσιν; ὃς τὸ μὲν σῶμα ἔρρωτο, ἡδονὰς δὲ τὰς μὲν ἐξ ὀργάνων τε καὶ κτύπων τὰς τὸ θυμοειδὲς ἀπομαραινούσας παρῃτεῖτο, τὰ δὲ ἑτέρων ἄχη καὶ ὅ τι ὀλοφύραιτό τις, ἐς τὸ εὐφραῖνον εἷλκε, τὴν δʼ ἀπιστίαν δήμων μὲν ἐκάλει πρὸς τοὺς τυράννους φυλακτήριον, τυράννων δὲ πρὸς πάντας, τὴν δὲ νύκτα πάντων μὲν ἔργων ἠξίου παύειν βασιλέα, φόνων δὲ ἄρχειν, ὅθεν ἠκρωτηριάσθη μὲν ἡ βουλὴ τοὺς εὐδοκιμωτάτους,1 φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δʼ ἐς λόγους ἀπενεχθῆναι ξυμβούλους τῶν ἁμαρτημάτων. ὁ δʼ, ὥσπερ τῷ Σοφοκλεῖ πεποίηται πρὸς τὸν Οἰδίπουν ὁ Τειρεσίας ὑπὲρ ἑαυτοῦ λέγων "οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ, "οὕτω τὴν σοφίαν δέσποιναν πεποιημένος ἐλεύθερος ἦν τῆς Δομετιανοῦ φορᾶς τὰ Τειρεσίου τε καὶ Σοφοκλέους ἑαυτῷ ἐπιθεσπίσας2 καὶ δεδιὼς μὲν οὐδὲν ἴδιον, ἃ δὲ ἑτέρους ἀπώλλυ, ἐλεῶν, ὅθεν ξυνίστη ἐπʼ αὐτὸν νεότητά τε, ὁπόσην ἡ βουλὴ εἶχε, καὶ ξύνεσιν, ὁπόση περὶ ἐνίους αὐτῶν ἑωρᾶτο, φοιτῶν ἐς τὰ ἔθνη καὶ φιλοσοφῶν πρὸς τοὺς ἡγεμόνας, ὡς οὔτε ἀθάνατος ἡ τῶν τυράννων ἰσχὺς αὐτῷ τε τῷ φοβεροὶ δοκεῖν ἁλίσκονται μᾶλλον. διῄει δὲ αὐτοῖς καὶ τὰ Παναθήναια τὰ Ἀττικά, ἐφʼ οἷς Ἁρμόδιός τε καὶ Ἀριστογείτων ᾅδονται, καὶ τὸ ἀπὸ Φυλῆς ἔργον, ὃ καὶ τριάκοντα ὁμοῦ τυράννους εἷλε, καὶ τὰ Ῥωμαίων δὲ αὐτῶν διῄει πάτρια, ὡς κἀκεῖνοι δῆμος τὸ ἀρχαῖον ὄντες τὰς τυραννίδας ἐώθουν ὅπλοις.

人们大可将那视作前哨战,指那些作为,因为他并非直接肉搏,而是通过激励温德克斯、震慑提盖利努斯,使僭主政权更加脆弱。在此便产生了一种狂妄之说,以为攻击过着女琴师或女笛师生活的尼禄并无甚崇高可言。但关于图密善,他们又能说些什么呢?此人肉体强健,拒绝那些使血气消磨的器乐声响之欢愉,却将他人的痛苦以及无论何人的哀叹引为自己的快意;他将“不信任”称为民众防备僭主的护身符,也是僭主防备万人的护身符;他认为黑夜应当使君王停止一切事务,却应当开启杀戮。由此,元老院被斩断了其最负盛名的肢体,哲学也陷入了极度惊恐,以至于哲人纷纷脱去长袍,有的逃奔高卢西鄙,有的逃往利比亚和斯基泰的荒原,更有一些人滑向给罪行出谋划策的言论。但他正如索福克勒斯笔下的苔瑞西阿斯对俄狄浦斯为自己辩白时所说: “因为我活着绝不是做你的奴隶,而是侍奉洛克西阿斯,”他既以此使智慧成为自己的女主,便超脱于图密善的暴虐冲击之外,将苔瑞西阿斯和索福克勒斯的言辞赋为自己的神谕信条,自己一身毫无所惧,唯独怜悯那些残害他人的恶行。由此,他联络元老院中所拥有的青年,以及在他们某些人身上所见到的智谋,共同对抗僭主;他走访各个行省,向总督们论道,指出僭主的权势绝非不朽,且正是因其看似可怖,反而更容易被击倒。他还向他们列举阿提卡的泛雅典娜节,那是颂扬哈尔摩狄奥斯和阿里斯托革顿的节日;又列举来自费勒的壮举,那一役一举摧毁了三十僭主;他还讲述罗马人自身的祖训,说明他们古时亦为自由之民,曾以武力驱逐僭主政权。

§7.5

τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπάτοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑποκριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος ἀλλʼ ὁ δειλὸς ἔφη οὗτος οὔτε Εὐριπίδου ξυνίησιν οὔτε ἐμοῦ.

一名悲剧演员来到以弗所演出《伊诺》一剧,亚细亚行省的总督——此人虽年轻且在执政官行列中崭露头角,对此类事却思虑得颇为怯懦——正在倾听。那演员正诵念到欧里庇得斯的抑扬格诗句,其中说到经久养大的僭主必为微末之物所擒,阿波罗尼奥斯忽地跳起身来,说道: “然而这个胆小鬼既不懂欧里庇得斯,也不懂我。”

§7.6

καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπʼ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦσαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, εἰ γὰρ καὶ σὺ ἔφη καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν. καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλʼ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ τε καὶ ηὔχετο.

再者,当消息传来,说图密善为罗马的维斯塔女神举行了光辉的净化之礼,因为他以腰带及未守婚媾纯洁的罪名处死了三位维斯塔贞女——她们本应圣洁地侍奉伊利昂的雅典娜及彼处的圣火——阿波罗尼奥斯说道: “太阳啊,但愿你也能洗净那些如今充斥整个世界的非义杀戮!” 而且他并非如胆怯之人那样私下言说,而是在人群之中、向着所有人宣告并祈祷。

§7.7

ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος ὦ νὺξ ἔφη τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα.3 καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο·

当图密善杀死了自己的同族萨比努斯,迎娶了尤莉娅——这尤莉娅本是被杀者的妻子,亦是图密善的侄女、提图斯的女儿之一——以弗所正为这桩婚事献祭时,阿波罗尼奥斯来到祭祀之处,说道: “昔日达那俄斯之女的黑夜啊,你曾是何其独一无二!” 确实,他在罗马的行事也是如此展开的:

语法注3 条
  1. 7.4ἠκρωτηριάσθη μὲν ἡ βουλὴ τοὺς εὐδοκιμωτάτους

    被动动词 ἠκρωτηριάσθη(被断去肢体)的主语是表示整体的名词 ἡ βουλὴ(元老院),而 τοὺς εὐδοκιμωτάτους 则作为表受损部位的关系宾格(或限定宾格),构成典型的“整体与部分”句式,意为“元老院在其最负盛名的人物上被斩断了肢体”。

  2. 7.4τὰ Τειρεσίου τε καὶ Σοφοκλέους ἑαυτῷ ἐπιθεσπίσας

    分词 ἐπιθεσπίσας 支配宾格短语 τὰ Τειρεσίου τε καὶ Σοφοκλέους(苔瑞西阿斯和索福克勒斯的言辞)以及与格 ἑαυτῷ(对自己)。意为“将苔瑞西阿斯和索福克勒斯的话作为神谕信条施诸自身”,表明他将前引诗句中侍奉洛克西阿斯(阿波罗)的自由人立场作为自己的行动准则。

  3. 7.7ὦ νὺξ τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα

    由感叹副词 ὡς 与未完成过去直陈式 ἦσθα 构成的感叹句:“昔日达那俄斯之女的黑夜啊,你曾是何其独一无二!”此处借用达那俄斯之女在新婚之夜弑杀新郎的神话典故,辛辣地讽刺图密善杀害同族并强娶其侄女之举,使那场神话中的可怕婚礼之夜不再是世间绝无仅有的惨剧。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.4-7.7