← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.11

德米特里奥斯透露指控内容并予以规劝

德米特里奥斯将阿波罗尼奥斯一行引至西塞罗的旧庄园,借蝉鸣慨叹哲学家面临的严苛处境,并向其透露图密善捏造了杀害童子行占、煽动谋反等重罪指控,进而就如何应对当下的危机展开规劝与对话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11

ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον, ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων1 δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς ὁ Δημήτριος ὦ μακάριοι ἔφη καὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας ἢ διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς ταυτὶ τὰ δένδρα, ἐφʼ ὧν ὄλβιοι τὴν ἐφʼ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾅδετε. ὁ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δʼ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, εἶτα εἶπε τεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις αὐτόν, ἀλλʼ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμένου νόμου μηδένα ἐπαινεῖν τέττιγας; οὐχ ὑπὲρ ἐπαίνου ἔφη ταῦτα εἶπον, ἀλλʼ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλʼ ἔγκλημα ἡ σοφία εὕρηται, καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ Σωκράτης φησὶν ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων, ἡμᾶς δὲ οὑτωσὶ γράφονται· ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς. σὺ δʼ, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται· βούλεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφʼ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι. φεύγουσι δʼ ἦδʼ ὃς ἐπὶ τῷ; ἐπὶ τῇ μεγίστῃ γε ἔφη τῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι· φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶντας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα.2 μῶν ἔφη ὡς ὑπʼ εὐνούχου ἡ ἀρχὴ καταλυθείη; οὐ τοῦτο ἔφη συκοφαντούμεθα, φασὶ δʼ, ὡς παῖδα θύσαις ὑπὲρ μαντικῆς, ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκειται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφʼ ὧν προσκυνεῖσθαί σε.3 ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτηδείου. ἕρμαιον, εἶπεν εἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν, ἐκεῖνον μὲν οὖν ἔφη λέγω, ξυγγένοιο δʼ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραννίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελεσῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, ὃ κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος ἢ τὸ ὡς ὕπατος μένειν. μὴ κινδυνευέτω εἶπεν ὁ ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει. ἀλλʼ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων ἢ τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον;4 μὴ παίζων, ἔφη μηδέ, ἃ δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον. σὺ δʼ ἂν ἀπέδρας, εἶπεν εἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;

说完这番话,他便领着他们前往古人西塞罗的庄园,该处靠近城郭。当他们在悬铃木下坐定时,微风吹拂着蝉群奏响鸣声,正值放歌之时;德米特里奥斯仰望着它们说道: “啊,得享福佑而实属明智的生灵!缪斯教给你们的歌声,竟从未被卷入诉讼或毁谤之中;她们使你们超脱口腹之欲,脱离世人的嫉妒而迁居到这些树上。你们正是在这树上,欣幸地歌唱着属于你们自己与缪斯的幸福!” 阿波罗尼奥斯明了这番话的旨趣,却指责它比原先的宣示更为懒散,说道: “那么,你原想发表一段对蝉的颂词,却不敢在显豁之处发表,反而蜷缩在此,难道官府竟颁布了不许任何人赞美蝉的法令不成?” 德米特里奥斯答道: “我讲这些话并非为了赞颂,而是要指出:它们尚有属于自己的缪斯之所任其徜徉,而我们却连发出一声低语都不被容许,智慧本身反倒成了罪名。安尼图斯与美勒托斯当年的起诉书写道:‘苏格拉底败坏青年,引进新神,以此作恶’;但如今他们对我们的指控却是:‘某人因贤明正直,通晓神明之事,明达人事,深谙法律,以此作恶。’而你比我们大家聪慧多少,针对你炮制的罪名也就更加老练多少;因为图密善想让你一同分担导致涅尔瓦及其同伴遭流放的罪责。” 阿波罗尼奥斯问道: “他们又是因何罪名而遭流放的呢?” 德米特里奥斯答道: “在原告看来,是因眼下最重大的一项罪名。因他宣称抓住了他们企图篡夺其皇位的现行,而你割裂了一个少年,我想,以此煽动他们行此悖逆之事。” 阿波罗尼奥斯问道: “难道帝位竟能被一个阉人所推翻不成?” 德米特里奥斯答道: “我们所遭受的诬陷并非此意,他们声称你为了占卜而宰杀了一名童子,企图以鲜活的脏腑显现征兆;诉状中还罗列了关于你的衣饰、生活方式,以及你接受某些人跪拜敬奉之事。这些都是我从泰勒西努斯那里听来的,他是你我共同的密友。” 阿波罗尼奥斯说道: “若能见到泰勒西努斯,实属天赐之幸。你所指的大概就是尼禄治下曾任执政官的那位哲学家吧。” 德米特里奥斯答道: “我指的正是此人。但你又怎能与他相见呢?专制君主对所有显贵人物,倘若他们与身负你如今这般罪名的人互通言谈,便会怀有更深的猜忌。况且泰勒西努斯甚至遵从了如今针对全体哲学家颁布的驱逐令而退隐离开,宁可作为哲学家被逐,也不愿作为执政官留下。” 阿波罗尼奥斯说道: “切不可让此人因我而身陷危厄,他为哲学所冒的风险已然足够了。但请告诉我这一点,德米特里奥斯:在你看来,我说什么或做什么,才算是妥善处置了自己的畏惧呢?” 德米特里奥斯答道: “切莫戏谑,也不要口称畏惧你所忧虑之事;因为你若视这些为可畏之物,早就逃之夭夭,避开关于它们的审讯了。” 阿波罗尼奥斯说道: “要是你身处我现在所面临的凶险之中,难道你就会逃跑吗?”

语法注4 条
  1. 7.11ἱζησάντων

    独立属格结构(genitive absolute)。由于其逻辑主语(德米特里奥斯、阿波罗尼奥斯与达米斯)依上下文极为明确,代词 αὐτῶν 因而被省略。

  2. 7.11παῖδα, οἶμαι, τεμόντα

    借用了动词 τέμνω(切断、阉割、宰割牺牲)的多义性。指控者的实际意图如后文“παῖδα θύσαις ὑπὲρ μαντικῆς”所明示,是指“杀戮童子以脏腑行占”,但阿波罗尼奥斯在此巧妙而讽刺性地将其曲解为“对少年施以阉割”(ὡς ὑπʼ εὐνούχου)。

  3. 7.11τὸ ἔστιν ὑφʼ ὧν προσκυνεῖσθαί σε

    带冠词不定式结构(τὸ ... προσκυνεῖσθαι),与前面的介词短语并列作为 πρόσκειται τῇ γραφῇ 的追加主语。惯用习语“ἔστιν ὑφʼ ὧν”相当于“ὑπʼ ἐνίων”(被某些人),用作被动不定式的动作发出者,而 σε 为不定式的逻辑主语(宾格)。

  4. 7.11εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον

    明显回指并在句式上照应了前一语段中描写图密善的用语“τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον”(巧妙安抚自身的恐惧)。固定短语 τίθεσθαι εὖ 表示妥善处理、处置某人的恐惧或危局以图自安。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.11