← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.37-7.40

神奇解脱足枷与转回轻禁犯人牢房

阿波罗尼乌斯将来访密探比作古代雄辩家皮同,并在牢中神奇地脱卸镣铐以激励达米斯;作者随即借此事驳斥了世人对巫术的迷信,并叙述皇帝下令将阿波罗尼乌斯转回宽松监狱受狱友爱戴的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.37

ὁ μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δʼ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν ξυνίης ἔφη τοῦ Πύθωνος τούτου; ξυνίημι μὲν εἶπε ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δʼ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα. ἐγένετο ἔφη Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Αμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλʼ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδικεῖσθαί τε ὑπʼ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. ὁ Πύθων ταῦτα ʽπολὺσʼ ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δʼ αὐτὸν ταὐτὸν πράττειν1 ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.

叙拉古人惊叹阿波罗尼乌斯过分讲求哲理——因为他是说了这话离开的——便走出了监狱。阿波罗尼乌斯看着达米斯说道: “你看出这个皮同的来意了吗?” 达米斯说: “我固然看出他是埋伏在侧、企图引你入彀,但你所说的皮同究竟意指什么,这个名字有何深意,我却不知。” 阿波罗尼乌斯说: “曾有一个拜占庭的皮同,据说是个擅长劝诱人作恶的雄辩家。他代表阿明塔斯之子腓力出使希腊人,劝他们甘受奴役。他不去理会其他人,偏偏在雅典人正处于雄辩造诣最盛之时,当着他们宣称腓力受到了雅典人的侵害,并声称雅典人解放全希腊的举动是大逆不道。正如人们所说,皮同的辞锋滔滔不绝;然而派阿尼亚区的德摩斯梯尼独力挺身反驳这狂妄之徒,并将阻遏他列入自己的赫赫勋绩之中。至于我,不被这人引诱落入他所谋划的圈套,我绝不会自诩为自己的功绩;但我称他与皮同所为如出一辙,是因为他是作为僭主的雇佣者和荒谬之事的说客而来的。”

§7.38

διαλέγεσθαι μὲν δὴ τὸν Ἀπολλώνιον πλείω τοιαῦτα, ἑαυτὸν δὲ ὁ Δάμις ἀπορεῖν μὲν ὑπὲρ τῶν παρόντων φησί, λύσιν δὲ αὐτῶν ὁρᾶν οὐδεμίαν, πλὴν ὅσαι παρὰ τῶν θεῶν εὐξαμένοις τισὶ κἀκ πολλῷ χαλεπωτέρων ἦλθον, ὀλίγον δὲ πρὸ μεσημβρίας ὦ Τυανεῦ, φάναι, σφόδρα γὰρ δὴ χαίρειν αὐτὸν τῇ προσρήσει τί πεισόμεθα; ὅ γε ἐπάθομεν, ἔφη πέρα δʼ οὐδέν, οὐδὲ ἀποκτενεῖ ἡμᾶς οὐδείς. καὶ τίς εἶπεν οὕτως ἄτρωτος; λυθήσῃ δὲ πότε; τὸ μὲν ἐπὶ τῷ δικάσαντι ἔφη τήμερον, τὸ δὲ ἐπʼ ἐμοὶ2 ἄρτι. καὶ εἰπὼν ταῦτα ἐξήγαγε τὸ σκέλος τοῦ δεσμοῦ καὶ πρὸς τὸν Δάμιν ἔφη ἐπίδειξιν πεποίημαί σοι τῆς ἐλευθερίας τῆς ἐμαυτοῦ καὶ θάρρει. τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντα, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδʼ εὐξάμενόν τι, μηδὲ εἰπόντα καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὖ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.

阿波罗尼乌斯又就类似话题谈了许多。达米斯则说自己对眼下的处境茫然无措,除了某些人在远为艰难的境遇中向神明祈求而获得的拯救之外,看不到任何解脱的希望。临近正午时,达米斯说道——因为阿波罗尼乌斯极喜悦这一称呼——: “蒂亚纳人啊,我们将会遭遇什么呢?” “不过是我们已经承受过的那些,”阿波罗尼乌斯说,“除此以外别无他物,也没有任何人能杀死我们。” 达米斯说: “谁能有如此刀枪不入之身呢?你何时才能被解除锁链?” 阿波罗尼乌斯说: “若是取决于主审者,就在今日;若是取决于我,就在当下。” 说完这话,他便把腿从脚镣中抽了出来,对达米斯说: “我已向你展示了我的自由,你大可鼓起勇气。” 达米斯说,正是在那时,他才第一次准确地理解了阿波罗尼乌斯的本性,知道他是神圣且超越常人的;因为他未曾献祭——在牢房中又怎能献祭呢?——未曾作任何祈祷,甚至未吐露一句咒语,便嘲弄了镣铐,随后又把腿重新套入其中,安然扮作一个囚徒的样子。

§7.39

οἱ δὲ εὐηθέστεροι τῶν ἀνθρώπων ἐς τοὺς γόητας ἀναφέρουσι ταῦτα, πεπόνθασι δʼ αὐτὸ ἐς πολλὰ τῶν ἀνθρωπείων· δέονται μὲν γὰρ αὑ̓τῶν̓τῆς ʽτέχνησʼ ἀθληταί, δέονται δὲ ἀγωνισταὶ πάντες διὰ τὸ νικᾶν γλίχεσθαι, καὶ ξυλλαμβάνει μὲν αὐτοῖς ἐς τὴν νίκην οὐδέν, ἃ δὲ ἀπὸ τύχης νικῶσι, ταῦθʼ οἱ κακοδαίμονες αὑτοὺς ἀφελόμενοι λογίζονται τῇ τέχνῃ ταύτῃ, ἀπιστοῦσι δʼ αὐτῇ οὐδʼ οἱ ἡττώμενοι σφῶν, εἰ γὰρ τὸ δεῖνα ἔθυσα καὶ τὸ δεῖνα ἐθυμίασα, οὐκ ἂν διέφυγέ με ἡ νίκη τοιαῦτα λέγουσι καὶ τοιαῦτα οἴονται. φοιτᾷ δὲ καὶ ἐπὶ θύρας ἐμπόρων κατὰ ταὐτά, καὶ γὰρ δὴ κἀκείνους εὕροιμεν ἂν τὰ μὲν εὐτυχήματα τῆς ἐμπορίας λογιζομένους τῷ γόητι, τὰ δὲ ἄτοπα τῇ αὑτῶν φειδοῖ καὶ τῷ μὴ ὁπόσα ἔδει θῦσαι. ἀνῆπται δὲ ἡ τέχνη τοὺς ἐρῶντας μάλιστα,3 νοσοῦντες γὰρ εὐπαράγωγον οὕτω νόσον, ὡς καὶ γραιδίοις ὑπὲρ αὐτῆς διαλέγεσθαι, θαυμαστόν, οἶμαι, οὐδὲν πράττουσι προσιόντες τοῖς σοφισταῖς τούτοις καὶ ἀκροώμενοι σφῶν τὰ τοιαῦτα, οἳ κεστόν τε αὐτοῖς φέρειν διδοῦσι καὶ λίθους, τοὺς μὲν ἐκ τῶν τῆς γῆς ἀπορρήτων, τοὺς δὲ ἐκ σελήνης τε καὶ ἀστέρων ἀρώματά τε ὁπόσα ἡ Ἰνδικὴ κηπεύει, καὶ χρήματα μὲν αὐτοὺς λαμπρὰ ὑπὲρ τούτων πράττονται, ξυνδρῶσι δὲ οὐδέν. ἢν μὲν γὰρ παθόντων τι τῶν παιδικῶν πρὸς τοὺς ἐρῶντας ἢ δώροις ὑπαχθέντων προβαίνῃ τὰ ἐρωτικά, ὑμνεῖται ἡ τέχνη ὡς ἱκανὴ πάντα, εἰ δʼ ἀποτυγχάνοι ἡ πεῖρα, ἐς τὸ ἐλλειφθὲν ἡ ἀναφορά, μὴ γὰρ τὸ δεῖνα θυμιᾶσαι, μηδὲ θῦσαι ἢ τῆξαι, τουτὶ δὲ μέγα εἶναι καὶ ἄπορον. οἱ μὲν οὖν τρόποι, καθʼ οὓς καὶ διοσημίας καὶ ἕτερα πλείω τερατεύονται καὶ ἀναγεγράφαταί τισιν, οἳ ἐγέλασαν πλατὺ ἐς τὴν τέχνην, ἐμοὶ δʼ ἀποπεφάνθω μηδʼ ἐκείνοις ὁμιλεῖν τοὺς νέους, ἵνα μηδὲ παίζειν τὰ τοιαῦτα ἐθίζοιντο. ἀποχρῶσα ἡ ἐκτροπὴ τοῦ λόγου· τί γὰρ ἂν πλείω καθαπτοίμην τοῦ πράγματος, ὃ καὶ φύσει διαβέβληται καὶ νόμῳ;

然而世上那些浅薄之辈却将此类事归咎于巫术,且在许多人事上他们也都犯有同样的迷执。因为竞技者需要这种方术,所有比赛者也因贪求胜利而求助于它;虽然它对获胜毫无助益,但只要他们偶然获胜,那些可怜的人就会剥夺自身的功劳,归算给这门方术;就连那些落败者也绝不怀疑它,反而说道并坚信:“要是我献祭了某某物、焚烧了某某香,胜利就绝不会从我手中溜走。”这门方术也以同样的方式登临商人的门户;我们同样会发现,商人将行商的顺遂归功于术士,却将挫败归咎于自身的吝啬以及未曾献上足够数量的祭品。然而,这门方术尤为紧紧攫住了那些坠入爱河的人;因为他们患上了一种极易被诱导的病症,以至于连老妇人也能与他们探讨此事,因而我认为,他们去求教这些方术术士并听信此类妄言,也就不足为奇了。这些术士给他们佩戴情欲宝带,赐予各种石头——有的取自地底秘境,有的取自日月星辰——以及印度所出产的各种香料;他们借此向求助者索取巨额钱财,却毫无实际效用。因为如果被追求者对求爱者动了情,或者因礼物而被诱惑,使得恋情得以进展,这门方术便被歌颂为无所不能;而若是尝试失败,过错便被转嫁到有所疏漏之处,辩解称未曾焚烧某某香、未曾献祭或熔解某某物,且此事实在重大而棘手。至于术士们用来伪造天象及更多异象的手法,已被某些对这门方术肆意嘲弄的人记录下来了;但依我之见,青年人甚至不应当与那些人往来,免得习惯于拿此类事情儿戏。这样的离题已经足够;因为对于这种在本质上和法律上都已被定罪的事物,我又何必再去多加斥责呢?

§7.40

Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ μεσημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα· ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμωτήριον ξυγχωρεῖ οἰκεῖν, ἔστʼ ἄν ᾖ ἡ ἀπολογία, ἐς ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην. τίς οὖν ἔφη ὁ μετασκευάσων με ἐνθένδε; ἐγώ, εἶπε καὶ ἕπου. καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδʼ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πατρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφʼ ἡλικίας ἀφερμηνεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον καὶ ὡμολόγουν ταῦτα, ὁ δʼ οὐκ ἐπαύετο ἀεί τι ξυμβουλεύων.

在阿波罗尼乌斯向达米斯展现了自己的能力并交谈了更多之后,正午时分有人前来,口头通报了如下消息: “阿波罗尼乌斯,依照埃利阿努斯的建议,皇帝将你从这些锁链中释放,并准许你住在宽松监狱中,直到开庭申辩为止;你或许将在第五天进行申辩。” 阿波罗尼乌斯说: “那么,谁来把我从这里带走呢?” 那人说: “我;跟我走吧。” 宽松监狱里的人一见到他,全都上前拥抱他,仿佛他在他们料想之外归来了一样。因为正如子女对于向他们施以温和得体训诫、或述说年轻时之事的父亲所怀有的依恋那样,那些人对于阿波罗尼乌斯也怀着同样的深情,并对此坦然承认;而阿波罗尼乌斯也从未停止过向他们给予良言劝告。

语法注3 条
  1. 7.37μὴ γὰρ θύσαντα ... πράττειν

    这是承接前文间接引语(ξυνεῖναι ... ὅτι θεία τε εἴη)的“对格与不定式”结构,进一步阐述达米斯所领悟的具体情形。此处使用否定词 μή 而非 οὐ,反映了达米斯主观上的确信与感悟,即阿波罗尼乌斯在完全未诉诸任何祭祀或法术动作的情况下展现了神迹。

  2. 7.38τὸ μὲν ἐπὶ τῷ δικάσαντι ... τὸ δὲ ἐπʼ ἐμοὶ

    前置词 ἐπί 接与格在此表示“取决于……”或“在……的掌控之中”。它构成了尖锐的对比:获释一事若是取决于主审官(皇帝),则在今日;若是取决于阿波罗尼乌斯自身的超自然能力,则在当下。

  3. 7.39ἀνῆπται δὲ ἡ τέχνη τοὺς ἐρῶντας μάλιστα

    动词 ἀνάπτω 的中动/被动完成时 ἀνῆπται 在此支配直接对格 τοὺς ἐρῶντας,意为“(这门方术)紧紧缠住了爱恋中的人”。这种中动态带宾语的用法生动地表明巫术将恋爱中神智昏乱的人视为主要的受众并紧抓不放。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.37-7.40