← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.1-7.3

先哲抗暴与阿波罗尼奥斯的卓越

在叙述阿波罗尼奥斯面对图密善迫害的审判之前,作者回顾并评述了芝诺、柏拉图、卡利斯特尼等往昔哲人反抗僭主的作为,论证阿波罗尼奥斯挺身抗击统治整个帝国的暴君之举远迈前贤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν1 ἀρίστη βάσανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκοπεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε· κατὰ τοὺς χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξάμεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου· χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.

我知道专制统治也是对从事哲学的人最好的试炼,我也承认可以考察每一个人究竟比另一个人更显男子气概还是更逊一筹;但我的论述意在表明这一点:在图密善实行专制的时期,各种控告和起诉包围了这位男子。它们是如何开始的、始于何处,以及每一项的名称为何,我稍后自会说明;但既然必须讲述他说了什么、被看作怎样的人而离开审判,并且是他击溃了僭主而非自身被擒,那么在我看来,在叙述这些之前,有必要先检视我所发现的那些值得记述的智者反抗僭主的功绩,并将它们与阿波罗尼奥斯的功绩并置对照;因为诚然应当如此探求真相。

§7.2

Ζήνων μὲν τοίνυν ὁ Ἐλεάτης, διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἄρξαι, τὴν Νεάρχου τοῦ Μυσοῦ καταλύων τυραννίδα ἥλω καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμότας ἀπεσιώπησεν, οἳ δʼ ἦσαν τῷ τυράννῳ βέβαιοι, διαβαλὼν τούτους ὡς οὐ βεβαίους, οἱ μὲν ὡς ἐπʼ ἀληθέσι ταῖς αἰτίαις ἀπέθανον, ὁ δʼ ἐλεύθερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῇ σφήλας. Πλάτων δὲ ὑπὲρ τῆς Σικελιωτῶν ἐλευθερίας ἀγῶνά φησιν ἄρασθαι συλλαβὼν τῆς διανοίας ταύτης Δίωνι. Φύτων δὲ Ῥηγίου ἐκπεσὼν κατέφυγε μὲν ἐπὶ Διονύσιον τὸν Σικελίας τύραννον, μειζόνων δὲ ἀξιωθεὶς ἢ τὸν φεύγοντα εἰκὸς ξυνῆκε μὲν τοῦ τυράννου καὶ ὅτι τοῦ Ῥηγίου ἐρῴη, Ῥηγίνοις δʼ ἐπιστέλλων ταῦτα ἥλω, καὶ ὁ μὲν τύραννος ἑνὸς τῶν μηχανημάτων ἀνάψας αὐτὸν ζῶντα προσήγαγε τοῖς τείχεσιν, ὡς μὴ βάλοιεν οἱ Ῥηγῖνοι τὸ μηχάνημα φειδοῖ τοῦ Φύτωνος, ὁ δὲ ἐβόα βάλλειν, σκοπὸς γὰρ αὐτοῖς ἐλευθερίας εἶναι. Ἡρακλείδης δὲ καὶ Πύθων οἱ Κότυν ἀποκτείναντες τὸν Θρᾷκα νεανία μὲν ἤστην ἄμφω, τὰς δὲ Ἀκαδημίους διατριβὰς ἐπαινοῦντες σοφώ τε ἐγενέσθην καὶ οὕτως ἐλευθέρω. τὰ δὲ Καλλισθένους τοῦ Ὀλυνθίου τίς οὐκ οἶδεν; ὃς ἐπὶ τῆς αὐτῆς ἡμέρας ἐπαινέσας τε καὶ διαβαλὼν Μακεδόνας, ὅτε μέγιστοι δυνάμει ἦσαν, ἀπέθανεν ἀηδὴς δόξας. Διογένης δὲ ὁ Σινωπεὺς καὶ Κράτης ὁ Θηβαῖος ὁ μὲν εὐθὺ Χαιρωνείας ἥκων ἐπέπληξεν ὑπὲρ Ἀθηναίων Φιλίππῳ περὶ ὧν Ἡρακλείδης εἶναι φάσκων ἀπώλλυ ὅπλοις τοὺς ὑπὲρ ἐκείνων ὅπλα ἠρμένους, ὁ δʼ ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου διʼ αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. καὶ λέγοιτο μὲν ʽἂνʼ πολλὰ τοιαῦτα, ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν2 οὐχ ὡς οὐ καλὰ ἢ οὐκ ἐν λόγῳ πᾶσιν, ἀλλʼ ὡς ἥττω τῶν Ἀπολλωνίου, κἂν ἄριστα ἑτέρων φαίνηται· τὸ μὲν τοίνυν τοῦ Ἐλεάτου ἔργον καὶ οἱ τὸν Κότυν ἀπεκτονότες οὔπω ἀξιόλογα, Θρᾷκας γὰρ καὶ Γέτας δουλοῦσθαι μὲν ῥᾴδιον, ἐλευθεροῦν δὲ εὔηθες, οὐδὲ γὰρ τῇ ἐλευθερίᾳ χαίρουσιν, ἅτε, οἶμαι, οὐκ αἰσχρὸν ἡγούμενοι τὸ δουλεύειν. Πλάτων δὲ ὡς μὲν οὐ σοφόν τι ἔπαθε τὰ ἐν Σικελίᾳ διορθούμενος μᾶλλον ἢ τὰ Ἀθήνησιν, ἢ ὡς εἰκότως ἐπράθη σφαλείς τε καὶ σφήλας, οὐ λέγω διὰ τοὺς δυσχερῶς ἀκροωμένους. τὰ δὲ τοῦ Ῥηγίνου πρὸς Διονύσιον μὲν ἐτολμᾶτο τυραννεύοντα οὐ βεβαίως Σικελίας, ὁ δʼ ὑπʼ ἐκείνου πάντως ἀποθανὼν ἄν, εἰ καὶ μὴ ὑπὸ Ῥηγίνων ἐβλήθη, θαυμαστόν, οἶμαι, οὐδὲν ἔπραττε τὸν ὑπὲρ τῆς ἑτέρων ἐλευθερίας θάνατον μᾶλλον ἢ τὸν ὑπὲρ τῆς αὑτοῦ δουλείας αἱρούμενος. Καλλισθένης δὲ τὸ δόξαι κακὸς οὐδʼ ἂν νῦν διαφύγοι, τοὺς γὰρ αὐτοὺς ἐπαινέσας καὶ διαβαλὼν ἢ διέβαλεν, οὓς ἐνόμισεν ἐπαίνων ἀξίους, ἢ ἐπῄνεσεν, οὓς ἐχρῆν διαβάλλοντα φαίνεσθαι, καὶ ἄλλως ὁ μὲν καθιστάμενος ἐς τὸ λοιδορεῖσθαι τοῖς ἀγαθοῖς ἀνδράσιν οὐκ ἔχει ἀποδρᾶναι τὸ μὴ οὐ δόξαι3 βάσκανος, ὁ δὲ τοὺς πονηροὺς κολακεύων ἐπαίνοις αὐτὸς ἀποίσεται τὴν αἰτίαν τῶν ἁμαρτηθέντων σφίσιν, οἱ γὰρ κακοὶ κακίους ἐπαινούμενοι. Διογένης δὲ πρὸ Χαιρωνείας μὲν εἰπὼν ταῦτα πρὸς τὸν Φίλιππον κἂν ἐφύλαξε τὸν ἄνδρα καθαρὸν τῶν ἐπʼ Ἀθηναίους ὅπλων, εἰργασμένοις δʼ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο.4 Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾗ ἐς τὸ ἀνοικίσαι τὰς Θήβας ἐχρῆτο. Ἀπολλώνιος δὲ οὔθʼ ὑπὲρ πατρίδος κινδυνευούσης δείσας οὔτε τοῦ σώματος ἀπογνοὺς οὔτʼ ἐς ἀνοήτους ὑπαχθεὶς λόγους οὔθʼ ὑπὲρ Μυσῶν ἢ Γετῶν οὔτε πρὸς ἄνδρα, ὃς ἦρχε νήσου μιᾶς ἢ χώρας οὐ μεγάλης, ἀλλʼ ὑφʼ ᾧ θάλαττά τε ἦν καὶ γῆ πᾶσα, πρὸς τοῦτον, ἐπειδὴ πικρῶς ἐτυράννευε, παρέταττεν ἑαυτὸν ὑπὲρ τοῦ τῶν ἀρχομένων κέρδους, χρησάμενος μὲν τῇ διανοίᾳ ταύτῃ καὶ πρὸς Νέρωνα, ἡγείσθω δʼ οὖν τις ἀκροβολισμοὺς

且说爱利亚的芝诺——人们认为是他开创了辩证法——在试图推翻密细亚人涅阿尔科斯的僭主统治时被俘;在受拷打时,他对自己的一同谋划者守口如瓶,而对那些忠于僭主的人,则诬陷他们为不忠。于是后者如同凭着真实的罪名被处决,而芝诺通过使僭主统治自我倾覆,带领密细亚人的事务走向了自由。柏拉图则说自己为西西里希腊人的自由而参与了狄翁的这一计划,承担了这场斗争。皮同被逐出勒吉翁后,逃奔西西里僭主狄奥尼修斯;由于受到了超出逃亡者理应获得的礼遇,他洞察了僭主的心思以及他对勒吉翁的觊觎,便送信给勒吉翁人告知此事,因而被捕。僭主将他活活绑在一部攻城器械上推近城墙,以免勒吉翁人出于怜惜皮同而不去击打器械;但他却大声呼喊让他们射击,因为他是他们自由的靶子。杀死色雷斯人科提斯的赫拉克利德斯和皮同,两人虽皆为青年,但赞扬学园的探讨,因而变得智慧,并由此变得自由。奥林苏斯的卡利斯特尼之事又有谁不知?他在同一天里赞美又毁谤马其顿人,正在他们权势极盛之时,最终因显得令人不快而被处死。至于锡诺普的第欧根尼和底比斯的克拉特斯:前者直接奔赴喀罗尼亚,代表雅典人责备腓力,质问他自称赫拉克勒斯后裔,却为何用武器毁灭那些为他们〔赫拉克勒斯后裔〕拿起武器的人;后者在亚历山大声称要为了他重建底比斯时,表示自己不需要一个会被凭武力逞强者夷为平地的祖国。诚然可以讲述许多此类事迹,但对于必须反驳这些事迹的人来说,论述并不允许冗长敷衍;这并非因为它们不崇高或非人尽皆知,而是因为即便它们在他人之中显得最优,也终究逊于阿波罗尼奥斯的作为。 因此,爱利亚人的功绩以及杀死科提斯那些人的作为,尚不值得大加称道;因为奴役色雷斯人和盖塔人固然容易,解放他们却是愚蠢的,因为他们并不以自由为乐,我想这是由于他们并不认为作奴隶可耻。至于柏拉图,鉴于有些人听了会不悦,我就不提他试图整顿西西里的事务而非雅典的事务是多么不智,或者说他在既被算计又算计了他人之后被卖为奴是何等理所应当。勒吉翁人的作为,所针对的乃是在西西里统治并不稳固的狄奥尼修斯;而且依他而言,即使没有被勒吉翁人击中,也必然会被那位僭主杀死,因此我想,选择为他人的自由而死而不是为自己的受奴役而死,算不上什么惊人之举。卡利斯特尼即使在今天也难逃被视为邪恶之人;因为既然他赞美又毁谤了同一批人,他要么是毁谤了他认为值得赞美的人,要么是赞美了他本应公开毁谤的人;况且,一个投身于辱骂善人的人无法摆脱被视为心怀嫉恨之名,而用赞词奉承恶人的人则将由自身承担他们所犯过错的责任,因为恶人在受到赞美时会变得更恶。第欧根尼若是在喀罗尼亚战役之前对腓力说了这些话,或许还能使他不至于对雅典人动武;但他却在木已成舟之后前来斥责,终究未能扭转局面。克拉特斯在爱邦之士看来也当受到责备,因为他没有协助亚历山大用于重建底比斯的意图。然而阿波罗尼奥斯既非为了陷入险境的祖国而恐惧,亦非对自身性命绝望,既未被引入无谓的说辞,亦非为了密细亚人或盖塔人,更不是面对一个统治单一岛屿或微小邦邑的男子,而是面对将海洋和整个陆地尽收麾下的独夫——当此人实行严酷的专制时,阿波罗尼奥斯为了被统治者的利益挺身相抗。他虽对尼禄亦展现过同样的志气,但人们大可将那视作前哨战。

语法注4 条
  1. 7.1οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν

    提前句式(prolepsis):从属从句(ὡς 从句)中的逻辑主语(τὰς τυραννίδας)被提前置于主动词(οἶδα)后作为宾格宾语。

  2. 7.2ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν

    与格分词短语 τῷ ἀνάγκην ἔχοντι 作 οὐ ξυγχωρεῖ(不容许)的间接宾语;不定式短语 καὶ πρὸς ταῦτα ἀντειπεῖν 修饰 ἀνάγκην,意为“对于肩负着同样必须反驳这些之必要的人”。

  3. 7.3οὐκ ἔχει ἀποδρᾶναι τὸ μὴ οὐ δόξαι

    在包含否定的阻碍/逃避动词短语(οὐκ ἔχει ἀποδρᾶναι“无法逃避”)之后接双重否定 τὸ μὴ οὐ 加不定式,表示“无法逃脱被认为是……”。

  4. 7.3εἰργασμένοις δʼ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο

    εἰργασμένοις 是中性完成时被动分词复数与格,作名词性用法,表示“既成事实/已做完的事”,受 ἐπιστάς(面对/临及)支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.1-7.3