- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.35-7.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了有关阿波罗尼乌斯曾致信图密善卑躬求饶的伪作,指出他最终胜诉获释;随后记叙图密善的心腹叙拉古密探潜入牢房,借长发与锁链试图套话诱供,阿波罗尼乌斯泰然处之,坚守对真理的信诺。
τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε διαγράφει ὁ Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστολὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆκος ἄχαρι, ἐν ᾗ βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγορίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης1 πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ· ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι·
达米斯便是这样记述阿波罗尼乌斯与图密善私下进行的申辩序幕。然而那些心怀恶意虚构此事的人却声称,他是先进行了申辩,而后才被囚禁并剃发的;他们还伪造了一封信,采用爱奥尼亚方言写成,篇幅冗长令人生厌,在信中他们硬要阿波罗尼乌斯充当图密善的祈求者,恳求赦免自身的锁链。阿波罗尼乌斯自己的遗嘱固然是用爱奥尼亚风格写就的,但我至今未曾见过阿波罗尼乌斯用爱奥尼亚方言写成的书信,尽管我搜集了他的极多信件;我也从未在信中见过此人长篇大论,因为他的所有信件都像斯巴达密简一样简练。更何况,他在洗清罪名后胜诉离开法庭,宣告无罪的判决作出之后,又怎可能再被锁拿?不过法庭上的事暂且押后,关于剃发时发生的事以及他所作的交谈,应当先说一说,因为这些确实值得予以重视。
δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν· ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα, καθεῖτο δʼ, ὥσπερ ὁ πρότερος, ἀλλʼ ὑπὲρ πιθανωτέρων οὗτος. ὁ μὲν γὰρ πόρρωθεν, ὁ δʼ ἐκ τῶν παρόντων ἑλὼν ὦ θεοί, ἔφη τίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον; ὁ δήσας, εἶπεν οὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε. τίς δʼ ἂν τὰς ἀμβροσίας ποτὲ ἀποτμηθῆναι χαίτας; ἐγὼ εἶπεν ὁ κομῶν. φέρεις δὲ πῶς ταῦτα; ὥς γε εἰκὸς εἶπε τὸν μήθʼ ἑκουσίως μήτʼ ἀκουσίως ἐς αὐτὰ ἥκοντα. τὸ δὲ σκέλος πῶς ἔφη καρτερεῖ; οὐκ οἶδα, εἶπεν ὁ γὰρ νοῦς πρὸς ἑτέροις ἐστί. καὶ μὴν πρὸς τῷ ἀλγοῦντι ἔφη ὁ νοῦς. οὐ μὲν οὖν, εἶπε νοῦς μὲν γὰρ ὅ γʼ ἐν ἀνδρὶ τοιῷδε ἢ οὐκ ἀλγήσει ἢ τὸ ἀλγοῦν παύσει. τί δὲ δὴ ἐνθυμεῖται ὁ νοῦς; αὐτὸ εἶπε τὸ μὴ ἐννοεῖν ταῦτα. πάλιν δʼ αὐτοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς αὐτὰς τὸν λόγον, ὤνησαι, ἔφη νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος,2 ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειποθυμῆσαι δʼ ἂν ἐπʼ αὐταῖς· ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξανθάς; τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵνʼ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν· ἀνακοπεὶς δʼ ὑφʼ ὧν ἤκουσε διαβέβλησαι, ἔφη πρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δʼ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, καταφρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀνδρὸς ὑψοῦ προήκοντος τῆς δόξης. οἷον ἔφη Ὀλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι διαβολαῖς ἰσχύων. ξυνίημι δʼ, ὡς ἔστιν Εὐφράτης, ὃν ἐγὼ οἶδα πάντʼ ἐπʼ ἐμὲ πράττοντα, ἠδίκημαι δʼ ὑπʼ αὐτοῦ καὶ μείζω ἕτερα· αἰσθόμενος γάρ ποτε φοιτήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς ἐπιβουλῆς ξυνῆκα, τάχʼ ἂν ἀπῆλθον μηδʼ ἰδὼν τοὺς ἄνδρας. θαυμάσας οὖν ὁ Συρακούσιος τὸν λόγον εἶτʼ ἔφη τοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι; νὴ Δίʼ, εἶπεν ἐκεῖ μὲν γὰρ μαθησόμενος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω. τῆς τί ἔφη διδασκούσης; τὸ εἶναί με εἶπε καλὸν κἀγαθόν, τουτὶ δὲ ὁ βασιλεὺς οὔπω οἶδεν. ἀλλʼ ἔστιν ἔφη τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδʼ ἂν ἐδέθης.3 ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν ὦ βέλτιστε, εἶπεν εἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύσας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον, ἐμοὶ δὲ τὸ ψεῦδος.
在此人被囚禁两天后,有人来到牢房,声称自己买通了前来见他的特权,是以保全性命的谋士身份前来的。此人是叙拉古人,是图密善的心腹与喉舌;他同前一人一样被派来卧底,但所借的借口更为动听。前一人是隔靴搔痒地试探,此人则抓住眼前的事由发话道:“诸神啊!谁能料到阿波罗尼乌斯竟会被锁押?”阿波罗尼乌斯说:“锁押我的人呗;若不是他料到了,他就不会锁了。”“又有谁能料到那仙灵般的长发竟然会被剪掉?”“蓄发留长者我本人料到了。”他说。“那么你对此感受如何?”他说:“就像一个既非自愿亦非不情愿陷入此境地之人该有的样子那样。”他说:“那么你的腿忍受得住吗?”“我不知道,”阿波罗尼乌斯说,“因为我的心思在别的事情上。”他说:“可是心思终归是在感到痛苦的地方啊。”“绝非如此,”他说,“像这样的人的心思,要么不会痛苦,要么会让痛苦平息。”“那么你的心思究竟在考虑什么呢?”阿波罗尼乌斯说:“正是完全不去想这些事本身。” 那人再次提起他的头发,把话题引向其上,阿波罗尼乌斯说道:“年轻人,你未曾成为昔日特洛伊战场上的阿开奥斯人之一,真是你的福气;因为我看你多半会因那为帕特洛克罗斯剃去的阿喀琉斯之发——假若真曾剃去的话——而痛哭流涕,甚至为此昏厥过去。像你这样一个声称怜悯我那斑白而污秽的头发之人,面对那精心修饰的金发,又该生出怎样的哀戚呢?” 此人说这些话其实深怀奸计,目的是为了探知阿波罗尼乌斯因何痛苦,更为了看他是否会因所受折磨而辱骂皇帝。但遭到阿波罗尼乌斯这番反诘后,那人受挫说道:“你在许多事上遭到了向皇帝的谗言,尤其是关于涅尔瓦一党因不法之事而流亡的罪名。确实,关于你在爱奥尼亚所作的那些同他敌对且令人不快的演讲,也有若干诬告呈报到了皇帝那里;但据说皇帝对那些不予理会,因为他已被更重大的变乱激怒,尽管连那些事也进谗诬告的人享有极高的声望。”阿波罗尼乌斯说:“若一个人声称靠着谗言得势而触及了名望,你所说的可真是一位了不起的奥林匹亚冠军!不过我明白,这人定是尤夫拉特斯,我知道他在全方位与我作对,且我从他那里遭受的侵害还不止于此:因为有一次他察觉我将前往埃塞俄比亚拜访裸体哲人,便在他们面前开始进我的谗言;若不是我察觉了他的奸计,我恐怕连那些人都未曾见到便已离开了。” 叙拉古人听了这番话大为诧异,说道:“难道在您看来,因尤夫拉特斯的造谣而可能被裸体哲人视为不善之人,竟比在皇帝面前遭到谗害更为严重吗?”“指宙斯起誓,正是如此,”他说,“因为去那里我是为了求教,来到这里我则是为了施教。”“教什么?”那人问。“教明我是个正人君子,”阿波罗尼乌斯说,“而这一点皇帝尚且不知。”那人说:“但完全可以通过向他解释那些话而改善你自己的处境——那些话你若在来这里之前就说了,甚至都不会被锁押。” 阿波罗尼乌斯察觉到这叙拉古人正把他往同皇帝一样的思路上逼引,并以为他承受不住锁链的折磨就会吐露不利于那些人的谎言,便说道:“尊驾,如果我对图密善说了真话而被锁押,若我不说真话又会遭到什么处置呢?因为在他看来,真理配得锁链;但在我看来,谎言才配得锁链。”
- 7.35ἀπὸ σκυτάλης
字面意为“出自斯巴达密简(skytale)”。这是一个习语,源于斯巴达人缠绕在木棒上书写的保密公文文体极其简短精炼,引申为“简明扼要的”、“无多余修饰的”。
- 7.36ὤνησαι, νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος
动词 ὀνίνημι 的不定过去式中动态第二人称单数(或完成式变体),表示“幸好……”、“……实属幸运”的惯用表达。带否定词 μή 的分词短语 μὴ ... γενόμενος 表原因或条件,意为“多亏你没有成为当年特洛伊的阿开奥斯人之一”。
- 7.36ἀλλʼ ἔστιν, ἔφη, τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδʼ ἂν ἐδέθης.
无人称动词 ἔστιν(意为“可以……”、“可能……”)统摄中动态不定式短语 τὰ σεαυτοῦ εὖ θέσθαι(“妥善安排自身处境”),逻辑主语体现在与格分词 διδαξαμένῳ(“通过亲自向他申明”)。关系代词 ἃ 的先行词被省略,引出一个含分词条件句的反事实推论(λέξας οὐδʼ ἂν ἐδέθης,“若是说了这些话,你甚至都不会被锁押”)。
