← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.27-7.29

击退密探与觐见皇帝的预先通报

阿波罗尼乌斯巧妙化解了图密善派来的密探的诱供,随后通过埃利阿努斯信使的预先通报得知即将单独觐见皇帝并获悉应对其威吓面容的忠告,并在次日清晨接到前往宫廷的正式传唤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.27

τῆς δʼ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει1 καὶ κινδυνεύειν τι, ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες2 ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ δένδρα, ὑφʼ ὧν οἱ μὲν διήγοντο, ὁ δʼ οὐδὲν ἐπέραινεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο ὦ τᾶν, ἔφη σὺ μέν, ὅ τι βούλει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπʼ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.

次日,阿波罗尼乌斯仍朝着同一意旨展开谈论,但图密善安插了一个听他谈话的人潜入进来。说到那人的情状,他神色沮丧,自称身处某种巨大的危险之中,且言辞颇为熟练,就像那些拼凑了八到十个辞句的密告者之流一样。然而阿波罗尼乌斯洞悉了他的诡计,所谈论的都是使那人无从下手的题目;他向囚犯们提起江河与山峦,细数野兽与树木,众人借此消愁解闷,而那密探却一无所获。当那人试图引诱他辱骂僭主时,阿波罗尼乌斯说道: “老兄,你想说什么就说什么吧,因为你绝不会受到我的告发;至于我对皇帝有什么不满,我自会当面向他陈说。”

§7.28

ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυνέπεσεν, οὔπω μεγάλα, οὐδʼ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα· ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴν ποῦ ἔφη ὁ Τυανεύς; καὶ ἀπολαβὼν αὐτὸν αὔριον ἔφη διαλέξεταί σοι ὁ βασιλεύς· Αἰλιανοῦ δὲ ταῦτα ἀκηκοέναι δόκει. ξυνίημι ἦ δʼ ὃς τοῦ ἀπορρήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό. καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηται ἔφη πᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι. καλῶς μὲν ποιοῦντες ὑμεῖς, εἶπεν ἐγὼ δὲ καὶ τὸν ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγομαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δʼ οὐδενός. οὐδὲ τοῦ ξυμβουλεύσοντος, ἔφη Ἀπολλώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ; νὴ Δίʼ εἶπεν εἰ μὴ κολακεύειν πείθοι. τί δʼ, εἰ μὴ ὑπερορᾶν, ἔφη, μηδʼ ὑπερφρονεῖν αὐτοῦ; ἄριστα εἶπε ξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα. ὑπὲρ τούτων μὲν ἥκω ἔφη καὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, ἡ δʼ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δʼ ἡ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, ὦ Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια. καὶ ὁ Ἀπολλώνιος Ὀδυσσεὺς μέντοι ἔφη παριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακηκοὼς πρότερον, μηδʼ οἷα σιτεῖται, μηδʼ ὡς βροντᾷ ἡ φωνή, ἐθάρρησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελθεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταίρους, ὑπὲρ ὧν κινδυνεύω. τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.

在这座监牢中还发生了其他一些插曲,有的是蓄意谋划的,有的则是偶然发生的,不过尚非大事,亦不值得我费心细表;但我认为,达米斯是为了不遗漏其中任何细节才将它们记录下来的。然而值得记述的事情如下:当时正值傍晚,他已被囚禁到第五天,一个操希腊语的人走入监牢说道: “提亚纳人在哪里?” 那人把他拉到一旁,说道: “明日皇帝将与你交谈。而此事你就当是从埃利阿努斯那里听闻的吧。” “我明白这机密,”阿波罗尼乌斯说,“因为唯有他一人知晓此事。” “此外,”那人又说,“狱吏也已预先接到吩咐,在你想要的任何事上都要为你提供方便。” “你们这样做固然是好意,”阿波罗尼乌斯说,“但我在此地的生活与在外面的生活并无两样;我随遇而安地谈论各种话题,却一无所求。” “难道连一位指点你如何与皇帝交谈的谏言者,阿波罗尼乌斯,你也不需要吗?”那人问。 “凭宙斯起誓,”阿波罗尼乌斯说,“只要他不劝我阿谀奉承,我就需要。” “倘若他劝你不要蔑视皇帝,也不要对他傲慢无礼呢?”那人说。 “那他提出的将是最好的忠告,”阿波罗尼乌斯说,“而这正是我早已告诫自己的做法。” “我正是为此而来的,”那人说,“看到你准备得如此得体,我深感欣慰;但你还必须对皇帝的声音和他面容的严苛有所准备。因为即便他温和地交谈,声音也十分低沉沉重,他的眉毛压在眼色之上,面颊充满怒气,因为这一点表现得尤为明显。提亚纳人啊,切莫对此惊惶失措,因为这多半是出于天性,且向来如此。” 阿波罗尼乌斯说道: “然而奥德修斯走进波吕斐摩斯的洞穴时,既未曾预先听说他身躯有多庞大,也不知他吃什么食物,更不知他的声音如何如雷鸣般轰响,但他虽起初惧怕,最终却勇敢面对了他,并在离开洞穴时赢得了真正男儿的声誉;而对我而言,只要能拯救自己以及我为之甘冒此险的同伴并离开此地,便已心满意足了。” 他与来人进行了这番交谈,并将情况转告达米斯后,便睡下了。

§7.29

περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν κελεύει σε ὁ βασιλεὺς, ἔφη ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν3 ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλʼ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ. τί οὖν εἶπεν ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ; οὐ γὰρ σὺ ἔφη Ἀπολλώνιος; νὴ Δίʼ, εἶπεν ὁ Τυανεύς γε. πρὸς τίνα οὖν ἔφη ταῦτα εἴπω; πρὸς τοὺς ἄξοντάς με, εἶπε χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν.4 προστέτακται ἔφη προτέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.

拂晓时分,处理皇家诉讼的一位书记官前来,说道: “皇帝命你,阿波罗尼乌斯,在集市人群熙攘之时前往宫廷,尚非为了进行抗辩,而是他既想看看你是何许人,又想与你单独会面。” “那么,”他说,“你为何就这些事与我交谈呢?” “难道你不是阿波罗尼乌斯吗?”书记官问。 “凭宙斯起誓,正是,”阿波罗尼乌斯说,“至少是那个提亚纳人。” “那么我该对谁说这些呢?”书记官问。 “对那些负责押送我的人说吧,”阿波罗尼乌斯说,“因为从监牢出发总归是要循例而行的。” “那些人早已领受了这道命令,”书记官说,“到时候我也将前往;但眼下我是来预先通告的,因为这些指令是昨夜很晚才下达的。”

语法注4 条
  1. 7.27τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει

    句首的宾格短语 τὸ μὲν δὴ σχῆμα αὐτοῦ 用作表关涉的宾格(“就其神态而言”),随后句子发生破格(句法中断,anacoluthon),并未直接以 σχῆμα 作主语,而是变换为主谓结构 κατηφὴς ἐδόκει(“他显得神色沮丧”)。

  2. 7.27οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες

    关系代词 οἷοι 省略了先行词(如 τοιοῦτος),并在句中充当主格表语:“就像密告者一类人中那些搜罗了八到十个辞句的人那样”,用于修饰该密探拙劣而刻意的修辞言谈。

  3. 7.29περὶ πλήθουσαν ἀγορὰν

    古希腊表示时间的固定习语,意为“集市聚满人之时”,即民众涌入广场的上午时分(大致在上午九、十点至正午之前)。此处作为时间状语,指明传唤前往宫廷的时刻。

  4. 7.29χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν

    非人称动词 χρή 后接不定词 φοιτᾶν 的句式。短语 ὡς ἐκ δεσμωτηρίου 意为“作为从监牢(出来的人)”或“循囚徒之规”,意指自己不能像自由公民那样自行前往,而必须由押解人员护送。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.27-7.29