- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
见狱中囚犯悲观绝望、号泣不已,阿波罗尼乌斯向他们施以哲学话语之良药,阐明人生本身即是灵魂的牢笼,从而坚定了他们的勇气并重燃希望。
προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ1 καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν τὸν θάνατον, οἱ δʼ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους ὦ Δάμι, ἔφη δοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς ἐπεμνήσθην. εἴτʼ οὖν Αἰγύπτιον τοῦτο, εἴτʼ ἐν πάσῃ τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυτῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς ἡ γνώμη. προσδῶμεν ἦ δʼ ὃς ὁ Δάμις ἐοίκασι γὰρ δεομένοις. ξυγκαλέσας οὖν αὐτοὺς ὁ Ἀπολλώνιος ἄνδρες, εἶπεν οἱ κοινωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς ὑφʼ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς· δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου,2 θαρρεῖν μὲν ἃ δέδιτε, δεδιέναι δʼ ἃ θαρρεῖτε. οὐ μὴν προσήκει γε, ἀλλʼ ἐνθυμηθέντας τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν ʽεἶναἰ εὕρημα, ἀναφέρειν τῶν σχετλίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραίροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται, μηδʼ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφʼ ἃ ὑμεῖς μὲν ἄκοντες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡ ἡμέρα μᾶλλον, ἐν ᾗ ὁ λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δʼ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν ὁ κατήγορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθʼ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθʼ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκαστος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταί φησιν ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος;3 ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐρρῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. ἢ τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἢ ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε; ἢ καὶ καθʼ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπʼ αὐτῷ πάθοιτε; ἀλλʼ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει· οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρόνον τοῦτον, ὃς δὴ ὠνόμασται βίος· αὕτη γὰρ ἡ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπʼ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώμεθα ἢ οὓς αὐτοὶ δήσουσι. πόλεις δʼ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλησιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερμώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλʼ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης ὁ λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβεβλῆσθαι. ἴτε, ὦ ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ ὁ πολεμικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτʼ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπηλάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα.4 οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπʼ ἐλπίδος μηδʼ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.
狱中又有更多的人走向阿波罗尼乌斯,哀诉着类似的遭遇——因为这座监牢里大约有五十人,其中有的患病,有的心灰意冷,有的决意硬撑待死,有的则呼天抢地叫着自己的子女、父母和配偶。他说: “达米斯啊,这些人看来需要我起初提到的那味良药。不论它是埃及的,还是智慧从她自己的花园里挖掘根须而生长于普天之下的,我们都分给这些可怜的人一些吧,免得他们的意气先自丧亡。” “我们分给他们吧,”达米斯说,“因为他们看起来确实需要。” 于是阿波罗尼乌斯把他们召集在一起,说道: “诸位与我同在此屋檐下的人啊,我怜悯你们,因为在尚未知晓控罪是否会毁灭你们之前,你们竟在亲手毁灭自己;因为在我看来,你们正赶在自以为可能被判决的死刑之前先将自己杀死,对你们所畏惧的泰然处之,却对你们所无畏的畏缩不前。然而这绝非合宜之道;相反,应当牢记帕罗斯人阿耳基洛科斯的名言——他将面对痛楚时的忍耐称为‘坚韧’,并说那是诸神的造物——你们应当从这些不幸中振作起来,正如那些凭借技艺在巨浪耸立于船只上方时越过汹涌波涛的水手一样,切勿将这些遭遇视为难以承受的苦难,你们固然是不情愿而来,我却是自愿前来的。因为你们若是认同那些指控,倒不如去哀叹自己的理智冲向不义与残暴并使你们失足的那一天;但如果你说自己在阿刻罗俄斯河中的岛屿定居并非出于控告人所说的那种缘由,而你说自己从未将财富作为伺机觊觎帝位的预备力量,而你也不是蓄意剥夺统治者被视为雅典娜之子的资格,在座的每一位也都说自己涉险来此的罪名并非实情,那么这针对莫须有之事的哀号又意欲何为呢?因为你们越是呼唤至亲之人,就越应当坚强振作,因为他们正是这番坚韧的奖赏。难道你们说被关押在这里、生活在监牢中是一件可怕的事吗?或者你们认为这是将要遭受之苦难的开端?抑或哪怕在此之外不再遭受任何惩罚,这本身就已是一场严惩?然而,洞悉人性的我将教导你们一席绝不同于医者膳食的道理,因为它能注入力量,绝不让你们死去:在这个被称为生命的时期里,我们人类本就处于一座监牢之中。因为这灵魂被禁锢在必朽的肉体里,历经磨难,屈从于一切降临于人身的遭遇;而那些最早构想出房屋的人,在我看来并未意识到自己是给自身套上了另一座监牢。事实上,凡居住在王宫深处、在其中安然筑室的人,我们应当认为他们比他们亲手捆绑的人更加深陷囹圄。当我思及城池与城墙时,它们在我看来就像是公共的监牢,人们在市场上购物时是被捆绑的,出席民众大会时是被捆绑的,乃至观看演出和举行游行时同样是被捆绑的。而那些以大车为家的斯基泰人,受缚之深亦不亚于我们;因为伊斯特洛斯河、忒耳摩冬河与塔奈斯河阻隔着他们,除非严寒使河流封冻停滞,否则难以逾越;他们在车上拥有房屋,虽在行进,却蜷缩在其中。倘若这不算幼稚之论,人们还说大洋环绕大地也是作为一种羁绊。去吧,诗人们啊,因为这是你们擅长之事,去向这些心灰意冷的人吟诵吧:克罗诺斯当年如何因宙斯的谋略而被囚禁,最为好战的阿瑞斯如何先是在天上被赫淮斯托斯所缚,继而在地上被阿罗欧斯的儿子们所囚。念及这些,并念及许多被放肆的民众所囚禁、被僭主所凌辱的智者与得福之人,我们也坦然承受眼前的这一切吧,免得我们逊色于那些曾坦然接纳苦难的前贤。” 这番话极大地改变了监牢中的人们,以致大多数人开始进食,擦干眼泪,怀起与他在一起便绝不会遭受任何厄运的希望。
- 7.26πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ
在由 γάρ 引导的原因句中使用不定式 εἶναι,体现了叙述者延续了间接引语或传闻性质的叙述口吻。随后并列的诸不定式(οἱ μὲν νοσεῖν... οἱ δὲ παρεῖσθαι 等)均从属于这一间接结构。
- 7.26προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου
属格 τοῦ καταψηφισθέντος... θανάτου 受复合分词 προαποκτιννύντες 中的前缀 προ-(在……之前)支配,作表示时间先后的比较属格。小词 ἄν 修饰分词 καταψηφισθέντος,表示潜在或虚拟的结果(“那可能会被判决的死刑”)。
- 7.26τί βούλεται φησιν ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος;
句中插入的 φησιν(“他说”)是在长篇直接引语中再次确认发话者的常规插入语。主语是 ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος,而 τί βούλεται 为习语,意为“何意”或“意欲何为”。
- 7.26ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα
这是由 ὡς μή 引导的否定目的从句,动词使用了希求法 λειποίμεθα(现在中间位,第一人称复数)。尽管主句是现在时范畴的劝勉性连接法(δεχώμεθα),此处却采用了希求法以表现委婉或愿望色彩。属格 τῶν δεξαμένων 受动词 λείπομαι(落后于、逊色于)支配,作比较属格。
