- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.30-7.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯与达米斯探讨应对僭主及以哲人姿态赴死之道,随后前往宫廷,并对穿梭的弄臣与执迷权位的老者发表议论。
ὁ μὲν δὴ ἀπῆλθεν, ὁ δʼ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνης ὕπνου ἔφη δέομαι, Δάμι, χαλεπὴ γάρ μοι ἡ νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ ἤκουσα.1 καὶ μὴν ἐγρηγορέναι τε εἶπεν ἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν. καὶ πῶς ἂν ξυνταττοίμην ἔφη μηδέ, τί ἐρήσεται, εἰδώς; αὐτοσχεδιάσεις οὖν εἶπεν ὑπὲρ τοῦ βίου; νὴ Δίʼ, ἔφη ὦ Δάμι, αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλʼ ὅ γε ἀνεμνήσθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρηστὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει· τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλʼ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, ᾗ χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου.2 ἄριστα μὲν ἔφη ὁ λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλʼ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ὁ ἐν τῷ σπηλαίῳ, φησὶ δʼ αὐτὸν ὁ Αἴσωπος οὐ νοσεῖν μέν, δοκεῖν δέ, καὶ τῶν θηρίων, ἃ ἐφοίτα παρʼ αὐτόν, ἅπτεσθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρʼ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος; καὶ ὁ Ἀπολλώνιος ἀλλʼ ἐγὼ ἔφη σοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρελθοῦσα ἔσω μὴ ἥλω, ἀλλʼ ἐξῆλθε τοῦ σπηλαίου τὰ ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.
那位书记官离去了,阿波罗尼乌斯便在卧榻上歇息,说道:“达米斯,我需要睡上一觉,因为为了竭力回忆起当年从弗拉奥特斯那里听来的教诲,我度过了一个艰难的夜晚。”达米斯说:“恰恰相反,面对如此重大的传召,你本应更加保持警醒,并整饬自身以作应对才是。”“既然连他要问什么都一无所知,”他说,“我又怎能整饬自己呢?”“那么,”达米斯问,“你打算就自己的性命作即兴应对吗?”“凭宙斯起誓,正是如此,达米斯,”他说,“因为我的整个一生本就是即兴度过的。不过,关于弗拉奥特斯的事,我所回忆起来的那些话很想对你细说一番,因为这对当前局势大有裨益,你也会赞同这一点的:对于人们驯服的狮子,弗拉奥特斯告诫切不可鞭打,因为若遭鞭打它们便会怀恨在心;也不可娇纵奉承,因为由此它们会变得傲慢无礼;而应在威慑之下施以抚摩,引其归于驯顺的习性。他这番话并非专为狮子而发——因为我们并非专心致志于猛兽的训育——而是借此为应对僭主提供一副缰绳,他认为运用这副缰绳便不致丧失分寸。”达米斯说:“这番道理对于应对僭主的性情固然说得极好;但伊索寓言中也有一只居于洞穴之中的狮子,伊索说它并未患病,却装作病态,并将前来探视的野兽尽数捕食;而狐狸则说:‘对于一个进洞者无人折返、且不见半点步出足迹之辈,我们怎能与之打交道呢?’”阿波罗尼乌斯说:“然而依我看来,那只狐狸若能走入洞内而不被擒获,并显露出自己的足迹从洞穴中安然走出,才称得上是更加聪慧的。”
ταῦτα εἰπὼν ὕπνου ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπʼ ὀφθαλμοὺς ἦλθεν, ἡμέρα δʼ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν, ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφικνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναι μὴ καὶ θᾶττον ἔφη ἐσκληθῶμεν.3 ὁ δὲ εἰπὼν ἴωμεν ξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δʼ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες ἢ οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ ὁ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δʼ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότερον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βασιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπον δοκεῖ μοι, ἔφη ὦ Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι, τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δʼ ἀλούτοις. τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι ἢ τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστολὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρεσβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, διʼ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέα τοῦτον, ἔφη ὦ Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυττῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν. ὃν ἡμεῖς, εἶπεν Ἀπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα· ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις. δοκεῖς μοι ἔφη ὦ Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας. οὐ τεθνεῶτι, ἔφη τεθνηξομένῳ δέ. καὶ ὁ Ἀπολλώνιος, ἀφυής, εἶπεν ὦ Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρακίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν, ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦσιν ἐπιμελητέα τῶν καιρῶν,4 ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δʼ αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀποθνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων ἀπείρηκα.
说完这番话,他略微睡了片刻,仅以合眼为度;天明破晓之时,他按照囚牢中适宜的方式向太阳神祈祷,随后便与走近的人们交谈,解答他们所询问的一切。在集市人群熙攘之际,书记官赶来吩咐他即刻前往宫廷门前,“免得我们过早被传唤,”书记官说。阿波罗尼乌斯道了一声“我们走吧”,便精神抖擞地迈步前行。前行之时,有四名持矛卫士跟随在他身后,彼此间的距离比常规押解看守更为疏离,达米斯亦步亦趋跟在后面,虽心怀恐惧,神情却似在凝神深思。众人都注视着阿波罗尼乌斯,因为他的仪态本身便令人瞻望,其容貌展现的庄严令人顿生神圣的惊异;加之他是为了解救众人涉险而来的这一事实,使往昔嫉妒他的人在此刻也转而对他心怀好感。他肃立在王宫前,看着受人逢迎者与逢迎他人者,以及进出人群的喧嚣声,说道:“达米斯,依我看这情景宛如一座公共浴室;因为我见外面的正急匆匆往里涌,里面的又急匆匆往外奔,有的犹如沐浴完毕之人,有的则犹如尚未洗濯之徒。”我叮嘱务必保持这句名言的纯洁完整,切勿将其归于此人或彼人名下,因为此言唯独属于阿波罗尼乌斯,乃至已被他写入了自己的书信之中。看到一位年事极高的老者一心渴望执掌权柄,却正因如此反受驱使并逢迎皇帝,他说道:“达米斯,连索福克勒斯至今也未能劝服此人逃离那狂暴而凶残的主人。”达米斯说:“阿波罗尼乌斯,那主人岂不也是我们自己所选定的;正因如此,我们才站立在此等门前。”阿波罗尼乌斯说:“达米斯,我看你竟把相传在冥府中的埃阿科斯当作了眼前这道大门的守卫,因为你现在的模样简直就像个死人。”“不是像死人,”他说,“而是像将死之人。”阿波罗尼乌斯说道:“达米斯,在我看来你面对死亡实在缺乏悟性,尽管你伴随我日久,自年少时起便修习哲学。我本以为你早已对此作好准备,并洞悉我心中一切进退章法;因为正如那些投入战斗的重装步兵不仅需要勇气,亦需要洞察战局机宜的阵法一样,修习哲学之人也必须审慎择定自己赴死之契机,以便既非溃散无序,亦非盲目求死,而是凭借至善之决断迎向那些契机。至于我已选择以最崇高的方式且在合乎哲学之契机赴死——若有人执意要杀害我——这番道理我早已当着你的面向他人申辩过,而教导你本人更是已令我精疲力竭了。”
- 7.30ὧν Φραώτου ποτὲ ἤκουσα
关系代词的引申同化(attraction)。动词 ἀναμνησθῆναι 支配属格宾语,其先行词被省略,关系代词本在从句中作宾格(ἅ),受主句动词要求而被同化为属格(ὧν)。
- 7.30ᾗ χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου
间接引语中的潜能条件句(ἄν 搭配不定式)。分词 χρωμένους 充当条件分词(“若运用此策”),与不定式隐性的宾格主语一致,οὐκ ἂν ἐκπεσεῖν 则对应直接引语中的潜能祈愿式(οὐκ ἂν ἐκπέσοιεν)。
- 7.30μὴ καὶ θᾶττον ... ἐσκληθῶμεν
独立小句中连接词 μή 接虚拟语气(ἐσκληθῶμεν),表示担忧、防范或戒备:“免得我们过早被传唤”或“唯恐过快遭到传召”。
- 7.31ἐπιμελητέα τῶν καιρῶν
中性复数动形词(ἐπιμελητέα,省略 ἐστί)构成的非人称动形词句。带有表示施事的与格 τοῖς φιλοσοφοῦσιν,并依据动词 ἐπιμελέομαι 的支配格要求接属格宾语(τῶν καιρῶν)。
