← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.23-7.25

同因荒谬罪名被囚的狱友们的交谈

阿波罗尼乌斯在狱中同因荒谬罪名被囚的人们交谈,其中包括因巨富被疑谋反而遭关押的基利家人、因未在公祷中称皇帝为阿典娜之子而被控告的官员,以及因在河口荒岛隐居而被怀疑身负弑亲等重罪晦气的男子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.23

διαλεγομένοις δʼ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξ ἐγώ, ἔφη ἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω. καὶ ὁ Ἀπολλώνιος εἰ μὲν ἀφʼ ὧν οὐ θεμιτόν ἔφη πλουτῶν, οἷον λῃστείας ἢ φαρμάκων, ἃ δὴ ἀνδροφόνα, ἢ τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνεσθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλʼ ἐπίρρητός τε καὶ ὠμός, εἰ δὲ κληρονομήσας ἢ διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νόμου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους; τὰ μὲν ὄντα μοι παρὰ πλειόνων ἔφη ξυγγενῶν ἐστιν, ἐς μίαν δʼ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δʼ αὐτοῖς οὔθʼ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθʼ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι· διαβάλλουσι δʼ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπʼ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆσθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε, ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. μεμαντευμέναι δʼ ἤδη καθʼ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὁ ὑπὲρ τὸ μέτρον πλοῦτος, ὁ δʼ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχοντας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόρρης παίει δουλουμένους τοῖς χρήμασιν. ἐγὼ δὲ μειράκιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπʼ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον ἡ γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόντος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπομαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φάσκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά· προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ δέ μοι προὔλεγον. ἀλλʼ ὅμως οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κινδυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδʼ εἰ τὸ σῶμα ἀθῶοι μενοῦμεν. καὶ ὁ Ἀπολλώνιος, θάρρει, ἔφη τὸν γὰρ πλοῦτον τοῦ σώματος ἐγγυητὴν ἔχεις· δέδεσαι μὲν γὰρ διʼ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον1 οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε, ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ τοὺς δούλους, οἷς διʼ αὐτὸν ὑπέκεισο.

当他们谈论这些事时,走来一个人,我想是个基利家人,说道: “诸位,我正因财富而身陷险境。” 阿波罗尼乌斯说:“如果你是通过非分手段致富的,例如打家劫舍,或者使用致人死命的毒药,抑或是挖掘古代多金且藏有重宝的帝王陵墓,那么你不仅应当受审,甚至罪该万死;因为这虽是财富,却是不义而残暴的。但如果你是通过继承,或是通过合乎自由人身份而非蝇头小利的商贸所得,又有谁能如此暴虐,以法律的幌子剥夺你依法所得之物呢?” 那人答道:“我的产业来自多位亲戚,汇聚于我这一家之中;我运用它们时,既不当作他人的财产——因为它们确属我所有——也不完全当作自己的财产,因为我对良善之士是慷慨共享的。然而诬告者们却诋毁我们,说我们聚敛这些财富对僭主政权不利;因为他们声称,若我图谋叛乱,这笔钱将成为军资,若我投靠他人,我的资财也将是一股不可小觑的分量。如今针对我们的罪名已如神谕般被预言出来,声称一切逾矩的财富都会滋生骄横,使人在众人之上昂首傲立,激发狂傲之心,令人不服法度,甚至用金钱将派驻行省的官员变为奴仆,几乎要掌掴他们的脸面。而我自己当年还是个年轻人、尚未拥有一百塔兰同资产时,把一切都当作笑谈,很少为财产担惊受怕;但是,当我父亲的兄弟去世并将产业留给我,使我一日之间骤得五百塔兰同之后,我的心智便发生了剧变,正如马匹受到驯服而改变其未经驯化和桀骜不驯的习性一样。随着我的财富不断增加,水陆并进带来收益,我竟被围绕财富的恐惧彻底奴役,以致不得不从资产中不断抽取资财——一部分给诬告者,必须用这些面包屑去安抚他们;一部分给官员,以便在有人阴谋害我时能有所依仗;一部分给亲戚,免得他们嫉妒这笔财富;一部分给奴隶,免得他们自称受冷落而变得愈加恶劣;我还供养着一大群风光的友人,他们为我的安全着想,有些事替我亲自办理,有些事则预先向我示警。然而,即便我们如此为财富构筑藩篱、如此固若金汤地设防,如今却依然因它而身陷险境,甚至我们自身能否保全性命尚且难料。” 阿波罗尼乌斯说:“放心吧,因为你拥有财富作为你性命的保人。你虽因它而被囚禁,它却必将赎免你,使你不仅从这座监牢中解脱,而且也不必再去逢迎那些因它而不得不卑躬屈膝以对的诬告者和奴隶了。”

§7.24

ἑτέρου δʼ αὖ φήσαντος γραφὴν φεύγειν, ἐπειδὴ θύων ἐν Τάραντι, οὗ ἦρχε, μὴ προσέθηκε ταῖς δημοσίαις εὐχαῖς, ὅτι Δομετιανὸς Ἀθηνᾶς εἴη παῖς σὺ μὲν ᾠήθης ἔφη μὴ ἂν τὴν Ἀθηνᾶν τεκεῖν παρθένον οὖσαν τὸν ἀεὶ χρόνον, ἠγνόεις δʼ, οἶμαι, ὅτι ἡ θεὸς αὕτη Ἀθηναίοις ποτὲ δράκοντα ἔτεκε.

又有一人说自己正遭受起诉,因为他在自己掌权的他林敦献祭时,未曾在公祷文中加上图密善是阿典娜之子这一条。阿波罗尼乌斯说道:“你想必以为阿典娜历来为处女之身,绝不可能生育;但我猜你并不知道,这位女神当年曾为雅典人诞下一条巨蛇。”

§7.25

καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ἐκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος,2 ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν3 ὡς μεμιασμένης ἑαυτῷ, τὴν δʼ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, διʼ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφʼ ὁμοίοις, ἀλλʼ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, ὁ δʼ οὐ τοῦτʼ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, διʼ ἃς καὶ εἷρχθαι αὐτόν.

还有一人是因如下罪名被关押的:他在阿卡纳尼亚阿刻罗俄斯河入海口附近拥有一处田产,常乘一条小艇环游埃喀那得斯群岛;他察看其中一座已与大陆相连的岛屿,在上面遍植时令果木和甘醇的葡萄藤,并在岛上修建了满足自身起居所需的住所,因为亦有充足的水源从大陆引入岛上。由此便产生了一桩控告,称这位阿卡纳尼亚人不洁,因自知犯下不可饶恕的罪行,便视其余土地皆遭自身玷污而避走远离,并效仿阿姆菲阿剌俄斯之子阿尔克迈翁弑母之后定居阿刻罗俄斯河口的救赎之路——即便并非犯下相同罪行,恐怕也是出于相去不远的惨毒恶行。但那人却声称绝非如此,自己纯粹是因向往清净无事的避世生活才在那里定居,岂料此事竟演变为官司缠身,致使自己落得被囚禁的下场。

语法注3 条
  1. 7.23ἀπολυόμενον

    现在分词,与主句宾格代词 σε 一致。中动语态 ἀπολύομαι 带有“支付赎金自赎/获释”之意,在此带有反讽意味,指当事人的财产通过被没收充当赎金,反而能使他从牢狱之灾以及伺候谗谤者与奴仆的奴役状态中解脱出来。

  2. 7.25ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος

    这是说明指控内容(γραφή)的同格不定词结构。否定词 μή 用于表达指控或主观判断的内容(μή 加不定词),而非客观事实陈述。

  3. 7.25ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν

    承接前述指控(γραφή)的间接引语不定词结构(ἐξίστασθαι 与 ἀποφοιτᾶν)。分词 ξυνειδώς 带与格反身代词 αὑτῷ(在自身良知中知悉)以及宾格 ἔργα οὐ φορητά(不可容忍的罪行)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.23-7.25