- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.21-7.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利阿努斯假意发怒将阿波罗尼乌斯拘押,一名千夫长上前讥刺挑衅却被他淡然忽视。阿波罗尼乌斯在狱中意图抚慰消沉的囚徒,并训诫达米斯:智慧无所畏惧,对愚顽昏庸的暴君更当报以蔑视而非恐惧。
ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαρρεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός,1 μηδʼ ἂν ʽεἰ Γοργείη κεφαλὴ ἐπʼ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προστεταγμένους τὰ τοιαῦτα κελεύω ἔφη ξυνέχειν τοῦτον, ἔστʼ ἂν ὁ βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε, καὶ ἐῴκει τοῖς μάλα ὠργισμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν. ἐνταῦθα ὁ Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπʼ Ἀριστείδου ποτὲ Ἀθήνησιν· ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν2 ἐπʼ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπʼ Ἀριστείδην ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτʼ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντος ἀλλʼ ἐγὼ ἔφη οἶδα· τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιούμενον τοῖς θεοῖς. καὶ τίς εἶπεν ὁ προσκυνήσας ἐμέ; ἐγὼ ἔφη ἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ. καλῶς ποιῶν εἶπεν αὐτός τε σὺ καὶ ἡ σωθεῖσα Ἐφεσίων πόλις. διὰ ταῦτʼ οὖν ἔφη καὶ ἀπολογίαν ὑπὲρ σοῦ παρεσκεύακα, ἥ σε ἀπαλλάξει τῆς αἰτίας· ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται ἡ αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκπλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομίζεσθαί σε καὶ ὡς ἐπʼ ἀληθέσι κρίνεσθαι. τοσῷδε μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύνοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, ὁ δʼ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ᾧ φασι τὸν Νεῖλον σχίζεσθαι.
埃利阿努斯认为他说得很有道理,在勉励他保持勇气的同时克制住了自己,意识到这个人哪怕戈耳工的头颅向他举起也不会感到惊惧。于是他召来那些负责此类事务的卫士,说道: “我命令将此人拘禁起来,直到皇帝获悉他已到来并且听闻他所说的一切,”并且他看起来像极其愤怒的人。随后他进入宫殿,履行长官职务应尽的事宜。此时达米斯记录了一件与当年雅典阿里斯提德斯所遇之事既相似又不同的事。因为阿里斯提德斯是因德行而遭陶片放逐,当他已走出城墙时,一个乡下人走近他,请求阿里斯提德斯代他在这块针对阿里斯提德斯的陶片上刻字。那人既不认得阿里斯提德斯,也不认得字,唯独心怀对正义之士的嫉妒;然而,一位深知阿波罗尼乌斯的千夫长走向他,傲慢地盘问他究竟因何身处险境。阿波罗尼乌斯说自己不知,那人便道: “但我却知道;因为你受人顶礼膜拜,被指控自比神明。” 阿波罗尼乌斯说道:“有谁顶礼膜拜过我?” 那人答道:“就是我,当时我还是个在以弗所的少年,正赶上你治愈了我们的瘟疫。” 阿波罗尼乌斯说:“你做得很好,你本人和得以幸免的以弗所城皆是如此。” 那人说道:“正因如此,我也为你准备了一套辩护,它能让你免除罪名:我们到城墙外去,如果我用剑砍下你的脖子,指控就不攻自破,你便获得开释;但如果你令我震慑而丢落宝剑,你就必然被奉为神人,并按真实的依据接受裁决。” 此人比起放逐阿里斯提德斯的那个乡民粗鄙至此。他一边嚼着东西,一边嗤笑着说出这些话;阿波罗尼乌斯却宛若未闻,继续同达米斯谈论起尼罗河分流的三角洲。
ἐπεὶ δὲ καλέσας αὐτὸν ὁ Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριον ἔστʼ ἂν γένηται σχολὴ ἔφη τῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται, ἀπῆλθε μὲν τοῦ δικαστηρίου καὶ παρελθὼν ἐς τὸ δεσμωτήριον διαλεγώμεθα, ἔφη Δάμι, τοῖς ἐνταῦθα· τί γὰρ ἂν ἄλλο πράττοι τις ʽἐσʼ τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι ὁ τύραννος ὑπὲρ ὧν δεῖται; ἀδολέσχας εἶπεν ἡγήσονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογήσονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας. καὶ μὴν τούτοις μάλιστα δεῖ ἔφη τοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος· εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμηρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνοχοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀποβρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ. καὶ εἰκὸς μέν, εἶπεν εἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ ὡμίλησε τῷ Πρωτεῖ, ἢ ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος· νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε. οἶδα, ἔφη ὅ με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν ἢ πρᾷος, βούλει ἀκοῦσαί μου· καὶ διῆλθε πάντας. προσκυνήσας οὖν ὁ Δάμις οὐκ ἀπιστῶ, ἔφη καὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ τὸ πέλαγος· καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φοβερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης. ἐπιπλήττων δʼ ὁ Ἀπολλώνιος τῷ λόγῳ ποῖ παρατενεῖς, ἔφη δεδιὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δʼ ὑπʼ οὐδενὸς ἐκπλήττεται; ἀλλʼ ἡμεῖς εἶπε παρὰ ἀξύνετον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλʼ οὐδὲ ἀξιοῦντα εἶναί τι, ὃ ἐκπλήξει αὐτόν. ξυνίης οὖν, ἔφη ὦ Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει; ξυνίημι, τί δʼ οὐ μέλλω; εἶπε. καὶ σοὶ δὲ ἔφη καταφρονητέα τοῦ τυράννου3 τοσούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.
当埃利阿努斯召见他,命他居于宽待性质的拘所中时—— “直到皇帝有空暇,”埃利阿努斯说,“因为他想先私下与你相见”——阿波罗尼乌斯便离开法庭,走进拘所,说道: “达米斯,我们同这里的人谈谈吧;在暴君就其所需之事与我交谈之前的这段时间里,人还能做些什么呢?” 达米斯说道:“如果我们打扰他们准备申辩,他们会把我们当成饶舌闲汉;况且在沮丧消沉的人群中走动也极不合宜。” 阿波罗尼乌斯说:“然而,正是这些人最需要有人同他们交谈并安抚他们;因为你若忆起荷马的诗句,荷马在诗中说海伦将埃及的灵药斟入调酒缸以涤除心灵的痛苦,我以为海伦是学会了埃及的歌诀,在酒缸旁为沮丧之人咏唱,用言语与美酒相调和来治愈他们。” 达米斯说:“如果她确实去过埃及并同普罗透斯交谈,或者正如荷马所认为的那样,同索恩之妻波吕达姆娜交往过,那倒确实合乎情理。不过眼下还是把这些人先放一放吧,因为我想问你一件事。” 阿波罗尼乌斯说:“我知道你想问我什么;你不过是想从我这里打听我与那人交谈的话语、他说了些什么,以及他是可怕还是温和。” 于是阿波罗尼乌斯将一切尽数相告。达米斯听罢躬身致敬道:“我不怀疑,当年奥德修斯在失去船只、落水后仅凭双臂泅渡汪洋时,留科忒亚曾赠予他面纱;因为如今当我们陷入绝境与可怕的险境时,我想必有某位神明正向我们伸出援手,使我们不致失却一切救赎。” 阿波罗尼乌斯责备这番话道:“你还要将这种恐惧拖延到几时?难道你至今还不懂得,智慧固然能震慑一切理解它之物,而自身却决不被任何事物所震慑吗?” 达米斯说:“但我们所面对的却是一个冥顽不灵之人,他不仅不为我们所震慑,甚至根本不认为有任何事物能令他震慑。” 阿波罗尼乌斯说:“那么达米斯,你明白他是狂妄昏聩、愚昧无知了吗?” “我明白了,岂能不明白?”达米斯答道。 阿波罗尼乌斯说:“那么对你而言,你也正因看透了他,才更当对这暴君予以蔑视。”
- 7.21ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός
ἑαυτοῦ ἐλάβετο 为中动态接属格,意为“克制住自己”。随后的 ὡς μὴ ἂν ἐκπλαγέντος 是带有 ὡς(表示主观理由或判断)及 ἄν 的属格独立结构,相当于将带有 ἄν 的潜在希求法或过去反事实句(“绝不会惊慌失措”)转化为分词形式。
- 7.21ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν
由前文动词 ἀπομνημονεύει(达米斯记录/追忆)所引导的“宾格加不定词”间接引语结构。不定词 ἐλαύνειν 及其后的 δεῖσθαι 均隶属于该结构,陈述所引历史事件。
- 7.22καὶ σοὶ δὲ ἔφη καταφρονητέα τοῦ τυράννου
由-τέος形容词的中性复数形式构成的非人称动形词结构(καταφρονητέα [ἐστί])。施事者由与格 σοί 表示,动词 καταφρονέω 所支配的宾语则为属格 τοῦ τυράννου,意为“你也必须蔑视这暴君”。
