← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.19-7.20

阿波罗尼乌斯自首的动机与谋反指控

阿波罗尼乌斯说明自己并非为了自身而是为了拯救受牵连之人而自首,埃利阿努斯则告知核心指控是与涅尔瓦共谋以阿卡迪亚少年献祭谋反,并就如何抗辩提出告诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.19

πρὸς ταῦτα ὁ Ἀπολλώνιος ἐπεὶ ὑγιῶς ἔφη διαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσοφεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώπως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν· ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς1 ἐς πολλὰ μέρη τῆς γῆς, ἃ μὴ ὑμῶν ἀκροᾶται, παρʼ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σοφωτέρους ἢ ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων ἢ οἱ ἐνταῦθα, παρʼ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδεμία, δι’ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι2 δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπόλοιντο δὲ οἱ διʼ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογησόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.

对此,阿波罗尼乌斯说道:“既然我们能够诚恳地交谈,你吐露了心头所有的一切,而我也理应畅所欲言,并且你如同那些长期与我朝夕相处之人一样,能就自己的处境进行哲理性的思考,甚至指宙斯起誓,你对我们怀有如此深切的善意,以致认为自己是在与我共担风险,那么我就说说我心中的想法。对我而言,原本是可以逃离你们,前往大地之上许多不听从你们号令的疆域,去到那些智慧甚至比我更智慧的人那里,走向那些比这里的人更得神明眷顾的民风习俗之中,依循正道奉事神明。在他们那里,既无告发也无诉状,因为正由于既不行不义也不受不义,他们根本不需要法庭。然而,我害怕背负叛徒的罪名——若我自己逃避了辩护,而那些因我而身陷险境的人却惨遭毁灭——因此我前来申辩。那么,请告诉我,我应当针对什么进行辩明。”

§7.20

αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τε ἔφη καὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφʼ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διειλέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δʼ ἐκφάνδην, τὰ δʼ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται·3 φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μηνός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρʼ ἐκεῖνο ἡγώμεθα, ὁ γὰρ λαμβανόμενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προγιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευάσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι ὁ λόγος μὴ ὑπερορῶν τοῦ βασιλέως. καὶ ὁ Ἀπολλώνιος τοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με. τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφʼ ὧν δημοσίᾳ διαβέβληταί τις, ἀλλʼ ἀφʼ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο, βαρύτερον τοῦτο ἢ τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, διʼ ἃ κακὸς ἦν, ἀπηχθῆσθαι.4

〔埃利阿努斯〕说道:“起诉书的形式五花八门,而且名目繁多;因为他们诋毁你的衣着以及其他生活方式,指控有人对你顶礼膜拜,还指控你曾在以弗所就瘟疫发布预言。他们还声称你曾发表反对皇帝的言论,有时秘密进行,有时公开宣扬,有时又宛如受了神谕一般。但在我看来最不可信——因为我知道你甚至连牺牲祭祀的鲜血都无法忍受——可对皇帝而言却被构陷得最为可信的,是这件事:他们声称你前往乡间涅尔瓦处,在他进行针对皇帝的谋逆祭祀时,为他剖杀了一名阿卡迪亚少年,并用这些祭礼煽动他谋反,而且这些罪行是在月末月亏之时于夜间犯下的。这项指控既然要严重得多,我们切莫以为在那之外还有什么别的;因为那抓住你的仪表、生活方式和预知能力不放的人,无疑都是将矛头指向这一点,声称正是这些东西赋予了你违抗皇帝的狂悖以及施行血祭的胆量。因此,你必须为这些指控准备好申辩;同时,你的言辞切莫显出对皇帝的蔑视。” 阿波罗尼乌斯说道:“我绝无蔑视之心的证据,正是我为了申辩而来到这里。即使我的处境曾经狂妄到足以自居于暴政之上,但我至少将自己交托给了像你这样厚待我、爱护我的人。因为在敌人眼中显得卑劣尚不可怕——敌人之所以怀恨,不是因为一个人在公事上遭受了怎样的诽谤,而是因为他在私下里冒犯了他们;但若是从朋友那里蒙受显得邪恶的责难,这比敌人所有的仇隙加在一起还要沉重;因为一个人不可能不因自己变恶的行径,连在他们面前也遭到憎恶。”

语法注4 条
  1. 7.19ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς

    非人称动词 ἦν 搭配不定式(ἀποδρᾶναι)表示可能性(“我本可以逃离”)。与格 ἐμοί 是不定式的逻辑主语,宾格 ὑμᾶς 是复合动词 ἀποδιδράσκω 的直接宾语。

  2. 7.19δι’ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι

    介词 διά 后接带有定冠词的中性单数名词化不定式短语(τὸ ... ἀδικεῖν μήτε ἀδικεῖσθαι),且强调代词 αὐτό 置于定冠词之前,用以强调原因(“正因为既不行不义也不受不义这一事实本身”)。主动态 ἀδικεῖν 与被动态 ἀδικεῖσθαι 构成对比。

  3. 7.20τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον... διαβάλλεται

    短语 τὸ δὲ ... πιθανώτατον 作为与后文指控同格的冠词名词化短语置于句首,作被动动词 διαβάλλεται(“被谗毁/控告”)的主语。随后的间接引语从句(φασὶν ...)展开说明其具体内容。

  4. 7.20οὐ γὰρ ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις... ἀπηχθῆσθαι

    古典希腊语的固定句式:在否定词(οὐ)及表示避免、逃脱的动词(διαφύγοι)之后,接带有双重否定 μή οὐ 的名词化不定式(τὸ μὴ οὐ ... ἀπηχθῆσθαι),意为“无法免于被……所憎恨”。与格 κἀκείνοις 受完成体中被动不定式 ἀπηχθῆσθαι(源自 ἀπεχθάνομαι,“遭……憎恶”)支配(为他们所憎恶)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.19-7.20