- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.17-7.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯抵达罗马后被押送至近卫军长官埃利阿努斯面前,埃利阿努斯制止了控告者,并以秘密审问为借口与阿波罗尼乌斯独处。埃利阿努斯提及早年在埃及结识的旧情,向他揭示了皇帝企图借他之名剪除执政官级贵族的真实图谋,并说明为了彼此的安全,自己不得不对他表现出严厉的敌意。
τούτοις μὲν δὴ διῆγεν ὁ Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δʼ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέντος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην ὁ μὲν Αἰλιανὸς τῷ βασιλείῳ δικαστηρίῳ1 ἔφη σαυτόν τε καὶ τὰ τούτου φύλαττε, ὁ δʼ Ἀπολλώνιος εἰ μὲν γόης ἔφη ἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό. βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν ὁ Αἰλιανὸς ἐμοὶ εἶπεν ἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικαστηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει ὁ βασιλεύς. παρελθὼν οὖν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶται χωρεῖτε ἔφη ἐνθένδε καὶ μηδεὶς ἐπακροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.
在阿波罗尼乌斯到达之前,埃利阿努斯正是用这样的话敷衍应付着皇帝;而当阿波罗尼乌斯到达后,他便采取了更为巧妙的手段。因为他下令将阿波罗尼乌斯拘捕并押解到自己面前。当起草控词的人辱骂阿波罗尼乌斯是巫师且深谙此道时,埃利阿努斯说道: “把你本人以及针对他的控词,都留到皇家法庭上去吧。” 阿波罗尼乌斯则说道: “如果我是巫师,怎会受审?如果我正受审,我又怎会是巫师?除非他硬说诬告的威力竟是如此之大,以致连施法行术之人也胜不过它。” 控告者还想说些更加无知的话,埃利阿努斯打断了他,说道: “审判前的这段时间交给我,因为我将私下审查这名智者的意图,而不是当着你们的面。如果他承认有罪,他在法庭上的陈词便会缩减,你也可以安然离去;但如果他提出抗辩,皇帝自会裁决。” 于是,埃利阿努斯退入处理重大机密案件并严加保密的密室,下令道: “你们退出去,任何人不得偷听,因为这是皇帝的意旨。”
ὡς δὲ ἐγένοντο αὐτοί,2 ἐγώ, ἔφη ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπʼ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δʼ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δʼ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δʼ ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφʼ ὧν εἴρηκά που τὸ μηδʼ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστʼ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι3 τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπʼ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπʼ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δʼ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδʼ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.
当密室内只剩下他们两人时,埃利阿努斯说道: “阿波罗尼乌斯,在先帝前往埃及向诸神献祭并就自身前程向您请教的那些日子里,我还是个年轻人。先帝那时带着我,我已经是一名通晓军务的千夫长;而您对我关怀备至,在先帝处理各城邦公务之时,您将我单独带到一旁,说出我来自何方、叫什么名字以及父亲的境况如何;您甚至向我预言了如今这个官职。在常人看来,这官职至高无上,胜过世间所有事物加在一起,但在我眼中它不过是纷扰与灾祸。因为我是一场严酷暴政的看守者,如果我推翻它,我又害怕遭受神明的惩罚。然而我对您怀有多么深厚的善意,我已经表明了;因为从我所说的话中可以清楚看出,只要关于昔日之事的记忆尚存,我绝不会停止对您的敬爱。而我之所以要求私下审问控告者编造的那些罪状,成了使我能与您单独会面的绝妙策略,以便让您对我职权范围内的事感到安心,并预先知晓皇帝的意图。因为皇帝会对您作出何种判决,我尚不知晓;但他目前的心态,正如那些渴望定罪却又因罪名不实而感到羞愧之人一样,他正把您当作剪除执政官级显贵的借口。因为他一心想做不当之事,却要将其修饰成公正的外表来施行。因此我也必须对您做出伪装和严厉的姿态;因为他若怀疑我有所放水宽纵,我不知道我们两人中谁会先死。”
- 7.17τῷ βασιλείῳ δικαστηρίῳ
表示目的或利益的与格(dative of purpose / advantage),意为“为了皇家法庭(而留着)”。祈使动词 φύλαττε(保留)同时统辖 σαυτόν(你自己)和 τὰ τούτου(针对他的控词/材料)。
- 7.18ὡς δὲ ἐγένοντο αὐτοί
强意代词 αὐτός 的复数主格与 γίγνομαι 连用,作表语表示“(排除他人而)他们独自、单独两人(alone, by themselves)”的惯用结构。指侍从退下后,埃利阿努斯与阿波罗尼乌斯单独相对。
- 7.18ὁ γὰρ εἰπὼν ἀφʼ ὧν εἴρηκά που τὸ μηδʼ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστʼ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι
句式骨架为主语分词 ὁ εἰπών 统辖冠词不定词从句 τὸ μηδʼ ἂν παύσασθαι(“决不停止”),与 παύομαι 连用的是补充性分词 ἀγαπῶν(“爱戴[您]”)。短语 ἀφʼ ὧν εἴρηκά που(“正如我所说过的那样/从我所说的话可见”)具插入语性质,其后接时间从句 ἔστʼ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι(“只要对往事的记忆尚存”)。全句阐释前文 δεδήλωκα(“我已经表明”)的根据。
