← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.15-7.16

启程赴罗马与埃利阿努斯的暗中庇护

达米斯为阿波罗尼乌斯的决意所感化而坚决同行,阿波罗尼乌斯命其换上平民装束以防被捕,二人随即启程前往罗马。与此同时,在罗马掌握近卫军大权的埃利阿努斯借由贬低智者的求死心态以及引述尼禄时期的先例,巧妙地在图密善面前暗中庇护阿波罗尼乌斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.15

ὑπὸ τούτων ὁ Δάμις τῶν λόγων αὐτὸς μὲν οὕτω διατεθῆναί φησιν, ὡς ὁρμήν τε ἀναλαβεῖν καὶ θάρσος, τὸν Δημήτριον δὲ μὴ ἀπογνῶναι τοῦ ἀνδρός, ἀλλʼ ἐπαινέσαντα καὶ ξυνθέμενον οἷς εἶπεν ἐπιθειάσαι οἱ ὑπὲρ οὗ κινδυνεύει καὶ φιλοσοφίᾳ αὐτῇ, ὑπὲρ ἧς καρτερεῖ ταῦτα, ἡγεῖσθαί τε αὐτοῖς οὗ καταλύων ἐτύγχανε, τὸν δὲ Ἀπολλώνιον παραιτούμενον τοῦτο δείλη ἤδη φάναι καὶ χρὴ περὶ λύχνων ἁφὰς ἐς τὸν Ῥωμαίων λιμένα ἀφεῖναι, τουτὶ γὰρ ταῖς ναυσὶ ταύταις νόμιμον, ξυσσιτήσομεν δέ, ἐπειδὰν εὖ τἀμὰ ἔχῃ, νυνὶ γὰρ ἂν καὶ κατασκευασθείη τις αἰτία ἐπὶ σὲ ὡς ξυσσιτήσαντα τῷ τοῦ βασιλέως ἐχθρῷ, καὶ μηδὲ τὴν ἐπὶ τοῦ λιμένος μεθʼ ἡμῶν ἴθι, μὴ καὶ τὸ λόγου κεκοινωνηκέναι μοι διαβάλῃ σε ἐς ἀπορρήτους βουλάς. ξυνεχώρησε μὲν δὴ ὁ Δημήτριος καὶ περιβαλὼν αὐτοὺς ἀπῄει μεταστρεφόμενός τε καὶ τὰ δάκρυα ἀποψῶν, ὁ δὲ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν εἰ μὲν ἔρρωσαι ἔφη καὶ θαρσεῖς ἅπερ ἐγώ, βαδίσωμεν ἄμφω ἐπὶ τὴν ναῦν, εἰ δὲ ἀθύμως ἔχεις, ὥρα σοι καταμένειν ἐνταῦθα, Δημητρίῳ γὰρ ξυνέσῃ τὸν χρόνον τοῦτον ἀνδρὶ σοί τε κἀμοὶ ἐπιτηδείῳ. ὑπολαβὼν δὲ ὁ Δάμις καὶ τίνα ἔφη νομιῶ ἐμαυτόν, εἰ τοιαῦτά σου διειλεγμένου σήμερον ὑπὲρ φίλων καὶ κοινωνίας κινδύνων, οἳ ἐπʼ αὐτοὺς ἥκουσιν, ἐγὼ δʼ ἀνήκοος τοῦ λόγου φεύγοιμί σε καὶ ἀποκινδυνεύοιμί σου, μήπω πρότερον κακὸς ὑπὲρ σοῦ δόξας; ὀρθῶς ἔφη λέγεις καὶ ἴωμεν, ἐγὼ μέν, ὡς ἔχω, σὲ δὲ χρὴ μετασκευάζειν σαυτὸν ἐς τὸ δημοτικώτερον καὶ μήτε κομᾶν, ὡς γοῦν ἔχεις, τρίβωνά τε ἀνταλλάττεσθαι τουτουὶ τοῦ λίνου καὶ τὸ ὑπόδημα παραιτεῖσθαι τοῦτο· τί δὲ βούλεταί μοι ταῦτα, χρὴ διαλεχθῆναι. λῷον γὰρ καὶ πλείω καρτερῆσαι πρὸ τῆς δίκης· οὐ δὴ βούλομαι κοινωνῆσαί ʽσέʼ μοι τούτων ξυλληφθέντα, ξυλληφθείης γὰρ ἂν διαβεβλημένου τοῦ σχήματος, ἀλλʼ ὡς μὴ φιλοσοφοῦντα μέν, ἐπιτήδειον δὲ ἄλλως ὄντα μοι ξυνέπεσθαί τε καὶ παρατυγχάνειν οἷς πράττω. αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα, οὐ γὰρ ὡς κακίων γε αὐτὸ μεθεῖναί φησιν, οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ ξυμφέρον τοῦ καιροῦ.

达米斯说,自己受到这些话的感染,重新获得了干劲与勇气;德米特里乌斯也没有对阿波罗尼乌斯感到绝望,反而赞扬并赞同他所说的话,因他冒着生命危险所维护的事业而为他,并为他为此忍受这一切的哲学本身祈求神恩,并主动提出引他们去自己下榻的寓所。然而阿波罗尼乌斯婉拒了这一好意,说道: “天色已近黄昏,大约在点灯时分我们就必须启程驶往罗马人的港口,因为这类船只一向遵循这一规矩。等我的事情有了好结果,我们再一同进餐;因为眼下,单凭你与皇帝的仇敌共餐这一条,就足以捏造出对你的指控。甚至不要同我们一道走到港口,免得仅仅因为与我交谈,便使你蒙受参与密谋的诬告。” 德米特里乌斯遂表示同意,拥抱了他们后便离去了,途中不时回头张望,擦拭着泪水。随后阿波罗尼乌斯看着达米斯说道: “如果你心志坚强,也怀有与我一样的勇气,那我们两人便一起步行前往乘船;但如果你心怀怯懦,现在正是你留在这里的时候,因为这段时间你将与德米特里乌斯作伴,而他对你我而言都是挚友。” 达米斯接过话头说道: “今天在你谈论了关于朋友以及分担降临在他们身上的危险这样一番话之后,若是我对这些话充耳不闻,从你身边逃开,为了躲避危险而弃你于不顾——且此前在你的事情上我从未被视作怯懦之辈——那我该把自己看成什么样的人呢?” “你说得对,”阿波罗尼乌斯说,“那我们走吧。我依然保持原样前去,但你必须把自己的装束改换得更平民化:至少不要再像现在这样留着长发,用粗布斗篷换下这身亚麻衣服,并脱掉这双鞋子。我为何要你做这些,必须对你说明:在审判之前多加隐忍是更为明智的。我不希望你因被捕而与我共担这些苦难——因为你若穿着这身声名狼藉的装束,便很可能会被捕——而是希望你不要以哲学家的面目,仅仅作为我的友人跟随我,见证我的所作所为。” 这就是达米斯换掉毕达哥拉斯派装束的原因;因为他说,自己弃绝这套装束绝非出于怯懦,亦非改变了初衷,而是赞同当时为了便宜行事而采取的权宜之计。

§7.16

ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφʼ ὧν ξύμμετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπʼ Αἰλιανῷ τότε,1 ὁ δʼ ἀνὴρ οὗτος πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατʼ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἡ ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δʼ ἂν ὡς ἐπιτήδειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο ὦ βασιλεῦ, ἔφη κουφολόγον οἱ σοφισταὶ χρῆμα2 καὶ ἀλαζὼν ἡ τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλʼ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθʼ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθʼ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώνιον τὸν Τυρρηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ᾗ ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ ἱστορίαν τῆς κρήνης· ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾅδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.3

他们从狄开亚耳契亚扬帆起航,第三天抵达台伯河口,从那里溯流前往罗马距离适中。当时执掌皇家之剑的是埃利阿努斯。此人很久以前在埃及与阿波罗尼乌斯交往时起,便对他极为敬佩;然而他在图密善面前并未公开为阿波罗尼乌斯说任何好话,因为他的官职不允许他这样做。因为对于一个被认为招致皇帝憎恶的人,他怎能在皇帝面前加以称赞,又怎能以挚友的身份为之求情?然而凡是可以暗中施援的手段,他都为阿波罗尼乌斯用尽了。甚至在阿波罗尼乌斯抵达之前遭受中伤的那段日子里,他便曾向皇帝进言: “陛下,智者们是一帮虚言轻浮之徒,他们的伎俩尽是浮夸吹嘘;既然他们从活着这件事情中得不到任何益处,便一心求死,并且不等待死亡自然来临,反而通过挑衅执剑之人来将死引向自己。我认为尼禄也是考虑到了这一点,才没有被德米特里乌斯诱导而处死他;因为当尼禄看出他心怀求死之意时,免去他的死罪并非出于宽恕,而是出于对他不屑一杀的轻蔑。不仅如此,第勒尼安人穆索尼乌斯虽然多方反抗尼禄的统治,尼禄也仅仅是将他幽禁在名为居阿拉的荒岛上;希腊人对这些智者是如此倾倒,以致当时所有人都乘船前往那座岛与他交往,而如今人们前去则是为了观赏那口泉水。因为在那座从前无水的小岛上,穆索尼乌斯发现了一口泉水,如今希腊人对那口泉水的歌咏赞美,丝毫不亚于对赫利孔山上那口飞马之泉的赞美。”

语法注3 条
  1. 7.16τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπʼ Αἰλιανῷ τότε

    前置词 ἐπί 接与格(ἐπʼ Αἰλιανῷ)表示职权、管辖或职位的委任。意为“当时皇家的佩剑(即近卫军长官的佩剑权与指挥权)掌握在埃利阿努斯手中”,形象地指代他当时担任近卫军长官一职。

  2. 7.16κουφολόγον οἱ σοφισταὶ χρῆμα

    形容词与中性名词 χρῆμα 连用,构成一种用于总括性、常带有轻视意味地描述某一类事物的惯用句式(“……的代物/存在”)。在此作为谓语,意为“智者们是一帮虚言轻浮的货色/代物”。

  3. 7.16ἣν ᾅδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου

    在比较从句 ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου 中,动词 ᾅδουσι(歌咏)和被修饰的名词 κρήνην(泉)被承前省略,即 ὅσα [ᾅδουσι] Ἑλικῶνι τὴν [κρήνην] τοῦ ἵππου。副词性宾格 ὅσα 表程度比较,意为“正如在赫利孔山上歌咏那口飞马(珀伽索斯)之泉(希波克瑞涅)一样多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.15-7.16