← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.14#2

背叛逃亡的良知谴责与迎战僭主的决心

阿波罗尼奥斯论证道,若背叛朋友潜逃必将遭到昔日恩师与挚友的唾弃,且即便逃往无人相识之地也绝无法逃脱自身理智与良知的谴责纠弹,因而毅然决然迎战僭主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14#2

εἴτε γὰρ κρύπτοιμι ταῦτα, ψευδολογίας ἐραστὴς δόξω, μᾶλλον δὲ δοῦλος, εἴτε ἐς ἀπαγγελίαν αὐτῶν ἴοιμι, τοιῶνδέ που δεήσει λόγων· ἐμέ, ὦ Θεσπεσίων, Εὐφράτης πρὸς ὑμᾶς διέβαλεν, ἃ μὴ ἐμαυτῷ ξύνοιδα· ὁ μὲν γὰρ κομπαστὴν ἔφη καὶ τερατώδη με εἶναι καὶ ὑβριστὴν σοφίας, ὁπόση Ἰνδῶν, ἐγὼ δὲ ταυτὶ μὲν οὐκ εἰμί, προδότης δὲ τῶν ἐμαυτοῦ φίλων καὶ σφαγεὺς καὶ οὐδὲν πιστὸν καὶ τὰ τοιαῦτά εἰμι, στέφανόν τε ἀρετῆς, εἴ τις, στεφανωσόμενος ἥκω τοῦτον, ἐπειδὴ τοὺς μεγίστους τῶν κατὰ τὴν Ῥώμην οἴκων οὕτως ἀνεῖλον, ὡς μηδὲ οἰκήσεσθαι αὐτοὺς ἔτι. ἐρυθριᾷς, Δημήτριε, τούτων ἀκούων, ὁρῶ γάρ. τί οὖν, εἰ καὶ Φραώτην ἐνθυμηθείης κἀμὲ παρὰ τὸν ἄνδρα τοῦτον ἐς Ἰνδοὺς φεύγοντα, πῶς μὲν ἂν ἐς αὐτὸν βλέψαιμι; τί δʼ ἂν εἴποιμι ὑπὲρ ὧν φεύγω; μῶν ὡς ἀφικόμην μὲν καλὸς κἀγαθὸς πρότερον καὶ τὸν θάνατον τὸν ὑπὲρ φίλων οὐκ ἄθυμος, ἐπεὶ δὲ ξυνεγενόμην αὐτῷ, τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔρριψά σοι;1 ὁ δὲ Ἰάρχας οὐδὲ ἐρήσεται οὐδὲν ἥκοντα, ἀλλʼ ὥσπερ ὁ Αἴολός ποτε τὸν Ὀδυσσέα κακῶς χρησάμενον τῷ τῆς εὐπλοίας δώρῳ ἄτιμον ἐκέλευσε χωρεῖν τῆς νήσου, κἀμὲ δήπου ἀπελᾷ τοῦ ὄχθου, κακὸν εἰπὼν ἐς τὸ Ταντάλειον γεγονέναι πῶμα, βούλονται γὰρ τὸν ἐς αὐτὸ κύψαντα καὶ κινδύνων κοινωνεῖν τοῖς φίλοις. οἶδα, ὡς δεινὸς εἶ, Δημήτριε, λόγους ξυντεμεῖν πάντας, ὅθεν μοι δοκεῖς καὶ τοιοῦτό τι ἐρεῖν πρός με· ἀλλὰ μὴ παρὰ τούτους ἴθι, παρʼ ἄνδρας δέ, οἷς μήπω ἐπέμιξας, καὶ εὖ κείσεταί σοι τὸ ἀποδρᾶναι, ῥᾷον γὰρ ἐν οὐκ εἰδόσι λήσῃ. βασανιζέσθω δὲ καὶ ὅδε ὁ λόγος, ὅπη τοῦ πιθανοῦ ἔχει· δοκεῖ γάρ μοι περὶ αὐτοῦ τάδε· ἐγὼ ἡγοῦμαι τὸν σοφὸν μηδὲν ἰδίᾳ μηδʼ ἐφʼ ἑαυτοῦ πράττειν, μηδʼ ἂν ἐνθυμηθῆναί τι οὕτως ἀμάρτυρον, ὡς μὴ αὐτὸν γοῦν ἑαυτῷ παρεῖναι, καὶ εἴτε Ἀπόλλωνος αὐτοῦ τὸ Πυθοῖ γράμμα, εἴτε ἀνδρὸς ὑγιῶς ἑαυτὸν γνόντος καὶ διὰ τοῦτο γνώμην αὐτὸ ποιουμένου ἐς πάντας, δοκεῖ μοι ὁ σοφὸς ἑαυτὸν γιγνώσκων καὶ παραστάτην ἔχων τὸν ἑαυτοῦ νοῦν μήτʼ ἂν πτῆξαί τι ὧν οἱ πολλοί, μήτʼ ἂν θαρσῆσαί τι ὧν ἕτεροι μὴ ξὺν αἰσχύνῃ ἅπτονται· δοῦλοι γὰρ τῶν τυραννίδων ὄντες καὶ προδοῦναι αὐταῖς ποτε τοὺς φιλτάτους ὥρμησαν, τὰ μὲν μὴ φοβερὰ δείσαντες, ἃ δὲ χρὴ δεῖσαι μὴ φοβηθέντες. σοφία δὲ οὐ ξυγχωρεῖ ταῦτα· πρὸς γὰρ τῷ Πυθικῷ ἐπιγράμματι καὶ τὸ τοῦ Εὐριπίδου ἐπαινεῖ ξύνεσιν ἡγουμένου περὶ τοὺς ἀνθρώπους εἶναι τὴν ἀπολλῦσαν αὐτοὺς ʽνόσονʼ, ἐπειδὰν ἐνθυμηθῶσιν, ὡς κακὰ εἰργασμένοι εἰσίν. ἥδε γάρ που καὶ τῷ Ὀρέστῃ τὰ τῶν Εὐμενίδων εἴδη ἀνέγραφεν, ὅτε δὴ ἐμαίνετο ἐπὶ τῇ μητρί, νοῦς μὲν γὰρ τῶν πρακτέων κύριος, σύνεσις δὲ τῶν ἐκείνῳ δοξάντων. ἢν μὲν δὴ χρηστὰ ἕληται ὁ νοῦς, πέμπει ἤδη τὸν ἄνδρα ἡ ξύνεσις ἐς πάντα μὲν ἱερά, πάσας δὲ ἀγυιάς, πάντα δὲ τεμένη, πάντα δὲ ἀνθρώπων ἤθη κροτοῦσά τε καὶ ᾅδουσα, ἐφυμνήσει δὲ αὐτῷ καὶ καθεύδοντι, παριστᾶσα χορὸν εὔφημον ἐκ τοῦ τῶν ὀνείρων δήμου, ἢν δʼ ἐς φαῦλα ὀλίσθῃ ἡ τοῦ νοῦ στάσις, οὐκ ἐᾷ τοῦτον ἡ ξύνεσις οὔτε ὄμμα ὀρθὸν ἐς ἀνθρώπων τινὰ ἀφεῖναι οὔτε τὸ ἀπʼ ἐλευθέρας γλώττης φθέγμα, ἱερῶν τε ἀπελαύνει καὶ τοῦ εὔχεσθαι, οὐδὲ γὰρ χεῖρα αἴρειν ξυγχωρεῖ ἐς τὰ ἀγάλματα, ἀλλʼ ἐπικόπτει αἴροντας, ὥσπερ τοὺς ἐπανατεινομένους οἱ νόμοι,2 ἐξίστησι δὲ αὐτοὺς καὶ ὁμίλου παντὸς καὶ δειματοῖ καθεύδοντας, καὶ ἃ μὲν ὁρῶσι μεθʼ ἡμέραν καὶ εἰ δή τινα ἀκούειν ἢ λέγειν οἴονται, ὀνειρώδη καὶ ἀνεμιαῖα ποιεῖ τούτοις, τὰς δὲ ἀμυδρὰς καὶ φαντασιώδεις πτοίας ἀληθεῖς ἤδη καὶ πιθανὰς τῷ φόβῳ. ὡς μὲν δὴ ἐλέγξει με ἡ σύνεσις ἐς εἰδότας τε καὶ μὴ εἰδότας ἥκοντα, προδότης εἰ γενοίμην τῶν ἀνδρῶν, δεδεῖχθαί μοι σαφῶς οἶμαι καὶ ὡς φαίνει ἀλήθεια, προδώσω δὲ οὐδὲ ἐμαυτόν, ἀλλʼ ἀγωνιοῦμαι πρὸς τὸν τύραννον, τὸ τοῦ γενναίου Ὁμήρου ἐπειπών· ξυνὸς Ἐνυάλιος.3

因为如果我隐瞒这些,我将被看作是虚言的爱好者,或者毋宁说是其奴隶;而如果我前去通报这些,大概需要说出这样一番话:‘泰斯佩西昂啊,欧佛剌忒斯就一些我自知身上并无的事情向你们中伤我。他说我是夸大狂、怪诞之徒,是对印度人一切智慧的侮辱者;然而我并不是这些,而宁可说是我自己朋友的背叛者、刽子手、毫无信义之人以及诸如此类之徒。既然我已将罗马境内最显赫的家族彻底覆灭,致使他们再也无法存居,我便前来将此作为美德的冠冕——如果真有这等冠冕的话——戴在自己头上。’德米特里乌斯,听到这些你脸红了,因为我都看在眼里。那么,如果你再想想弗拉欧忒斯,想想我投奔此人逃往印度人那里的情景呢?我又将如何正视他?我又该如何说明自己因何出逃?难道说,我从前到来时本是一个高尚纯洁的人,且不怯于为朋友献身;但自从与他交往之后,我却将这项人世间最神圣的事物耻辱地弃之如敝屣了吗? 至于伊阿尔卡斯,甚至不会向到来的我询问一言半语;相反,正如埃俄罗斯当年命令不善利用顺风之赐的奥德修斯耻辱地离开海岛一样,他也必定会将我从那座山岗上驱逐出去,斥责我玷污了坦塔罗斯之杯;因为他们要求,凡俯身饮此杯水者,也必须与朋友共患难。 德米特里乌斯,我知道你擅长把一切言论加以缩略,因此我想你大概也会对我说出这样的话:‘那么,别去投奔这些人,去投奔那些你尚未打过交道的人那里吧,这样你的逃亡对你而言便妥当了;因为在不知情的人当中,你更容易销声匿迹。’然而,且让我们检验一下这一言论,看看它有多少可信度。因为对此我的看法如下:我认为智者绝不私下行事,亦不独自行事,也决不会存有任何毫无见证的念头,以致至少自己不作为自己的见证人在场。无论德尔斐的那句箴言是出自阿波罗本人,还是出自一个真正认识了自我并将此作为对所有人的格言的人,在我看来,认识自我并以自己的理智为护卫侍从的智者,既不会屈服于大众所畏惧的事物,也不会放肆去触碰其他人毫无羞耻地染指之事。因为那些人身为僭主政权的奴隶,畏惧不该畏惧之事,却不畏惧理应畏惧之事,以致曾一度甘愿将至亲至爱之人出卖给僭主。 然而智慧绝不容许这些。因为除了皮托的神谕铭文之外,智慧亦赞许欧里庇得斯的说法,他认为良知便是存在于人类当中的一种疾病,每当他们意识到自己做了恶事时,良知便会将他们摧毁。想必正是这良知,当俄瑞斯忒斯因其母亲而陷入疯狂之际,在他眼前勾勒出了复仇女神的形象;因为理智是所应行之事的决断者,而良知则是对其所决断之事的审断者。如果理智选择了善事,良知便会立即护送这人前往所有的神庙、所有的街道、所有的圣域以及所有人类汇聚之所,为他鼓掌并歌唱;即便在他沉睡之时,它也会从梦境之民中唤出一支吉祥的合唱队来向他颂赞。但如果理智的态度滑向卑劣,良知便既不容许他向任何人投以坦然正直的目光,也不容许他用自由的舌头发出声音;它将他驱离圣所与祈祷,甚至不容许他向神像举手,反而击退他们举起的手,犹如法律制止那些挥手恐吓之人一般;它使他们脱离一切人群的交往,并在他们入睡时予以恐吓,使他们在白昼所见之事、以及自以为听到或说过的话,在他们看来都变得如梦幻般虚浮若风,而将那些微弱而幻象般的惊悸,借由恐惧化作真实且令人确信之物。 因此,如果我成了那些人的叛徒,不论我是投奔知情者还是不知情者,良知都将审问纠弹我——我想这一点已经得到明证,并且正如真理所彰显的那样;我亦绝不会背叛我自己,而是将引用高贵的荷马之言与僭主一战:‘战神对所有人皆是公正无私的。’”

语法注3 条
  1. 7.14τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔρριψά σοι

    σοι 为伦理性与格(ethical dative),表达说话人带着情感向对方倾诉的语气(“在你面前/对你而言竟至于……”)。ἄτιμον 充当述语形容词,修饰宾语 τὸ θειότατον τουτὶ,表示动作的结果状态:“耻辱地抛弃 / 作为不光彩之物弃之”。

  2. 7.14ὥσπερ τοὺς ἐπανατεινομένους οἱ νόμοι

    中动分词 ἐπανατεινομένους 意为“举手恐吓者 / 挥手欲打者”。在比较从句中,主句的动词 ἐπικόπτουσι(制止、打击)被省略,整句意为“正如法律制止那些挥手威胁施暴之人”。

  3. 7.14ξυνὸς Ἐνυάλιος

    直接引用自荷马史诗《伊利亚特》第18卷第309行(ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα)。这是省略了系动词 ἐστί 的名词性述语结构,意为“战神对所有人都是共通的(公正的)”,用以表达从容迎战之志。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.14#2