← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.14#1

哲人为信念赴死的义理与出庭决意

阿波罗尼奥斯驳斥德米特里奥斯,主张哲人当为自身所操持的信念而非外在强迫而赴死,并阐明自己必须出庭受审以庇护受难友人的决意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14#1

πρὸς ταῦτα ὁ Ἀπολλώνιος Δάμιδι μὲν ὑπὲρ τῶν παρόντων εὐλαβῶς διειλεγμένῳ ξυγγνώμην ἔφη προσήκει ἔχειν, Ἀσσύριος γὰρ ὢν καὶ Μήδοις προσοικήσας, οὗ τὰς τυραννίδας προσκυνοῦσιν, οὐδὲν ὑπὲρ ἐλευθερίας ἐνθυμεῖται μέγα, σὺ δʼ οὐκ οἶδʼ ὅ τι πρὸς φιλοσοφίαν ἀπολογήσῃ, φόβους ὑποτιθείς, ὧν, εἴ τι καὶ ἀληθὲς ἐφαίνετο, ἀπάγειν ἐχρῆν μᾶλλον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδʼ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα.1 σοφὸς δʼ ἀνὴρ ἀποθνησκέτω μὲν ὑπὲρ ὧν εἶπας, ἀποθάνοι δʼ ἄν τις ὑπὲρ τούτων καὶ μὴ σοφός, τὸ μὲν γὰρ ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν νόμῳ προστέτακται, τὸ δʼ ὑπὲρ ξυγγενείας ἢ φίλων ἢ παιδικῶν φύσις ὥρισε, δουλοῦται δὲ ἅπαντας ἀνθρώπους φύσις καὶ νόμος, φύσις μὲν καὶ ἑκόντας, νόμος δὲ ἄκοντας· σοφοῖς δὲ οἰκειότερον τελευτᾶν ὑπὲρ ὧν ἐπετήδευσαν· ἃ γὰρ μὴ νόμου ἐπιτάξαντος, μηδὲ φύσεως ξυντεκούσης αὐτοὶ ὑπὸ ῥώμης τε καὶ θράσους ἐμελέτησαν, ὑπὲρ τούτων, εἰ καταλύοι τις αὐτά, ἴτω μὲν πῦρ ἐπὶ τὸν σοφόν, ἴτω δὲ πέλεκυς, ὡς νικήσει αὐτὸν οὐδὲν τούτων, οὐδὲ ἐς ὁτιοῦν περιελᾷ ψεῦδος, καθέξει δέ, ὁπόσα οἶδε, μεῖον οὐδὲν ἢ ἃ ἐμυήθη. ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς, τυράννοις δὲ οὐδέν. ὡς δὲ οὐχ ὑπὲρ ἀνοήτων ἥκω, σκοπεῖν ἔξεστιν· ἐγὼ γὰρ περὶ μὲν τῷ ἐμαυτοῦ σώματι κινδυνεύω οὐδέν, οὐδʼ ἀποθάνοιμʼ ἂν ὑπὸ τῆς τυραννίδος, οὐδʼ εἰ αὐτὸς βουλοίμην, ξυνίημι δὲ κινδυνεύων περὶ τοῖς ἀνδράσιν, ὧν εἴτε ἀρχὴν εἴτε προσθήκην ποιεῖταί με ὁ τύραννος, εἰμὶ πᾶν ὅ τι βούλεται. εἰ δὲ προὐδίδουν σφᾶς ἢ βραδύνων ἢ βλακεύων πρὸς τὴν αἰτίαν, τίς ἂν τοῖς σπουδαίοις ἔδοξα; τίς δʼ οὐκ ἂν ἀπέκτεινέ με εἰκότως, ὡς παίζοντα ἐς ἄνδρας, οἷς, ἃ παρὰ τῶν θεῶν ᾔτουν, ἀνετέθη; ὅτι δʼ οὐκ ἦν μοι διαφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι,2 δηλῶσαι βούλομαι· τυραννίδων ἤθη διττά, αἱ μὲν γὰρ ἀκρίτους ἀποκτείνουσιν, αἱ δὲ ὑπαχθέντας δικαστηρίοις, ἐοίκασι δʼ αἱ μὲν τοῖς θερμοῖς τε καὶ ἑτοίμοις τῶν θηρίων, αἱ δὲ τοῖς μαλακωτέροις τε καὶ ληθάργοις. ὡς μὲν δὴ χαλεπαὶ ἄμφω, δῆλον πᾶσι παράδειγμα ποιουμένοις τῆς μὲν ὁρμώσης καὶ ἀκρίτου Νέρωνα, τῆς δὲ ὑποκαθημένης Τιβέριον, ἀπώλλυσαν γὰρ ὁ μὲν οὐδʼ οἰηθέντας, ὁ δʼ ἐκ πολλοῦ δείσαντας. ἐγὼ δʼ ἡγοῦμαι χαλεπωτέρας τὰς δικάζειν προσποιουμένας καὶ ψηφίζεσθαί τι ὡς ἐκ τῶν νόμων, πράττουσι μὲν γὰρ κατʼ αὐτοὺς οὐδέν, ψηφίζονται δʼ, ἅπερ οἱ μηδὲν κρίναντες, ὄνομα τῷ διατρίβοντι τῆς ὀργῆς θέμενοι νόμον, τὸ δʼ ἀποθνήσκειν κατεψηφισμένους ἀφαιρεῖται τοὺς ἀθλίους καὶ τὸν παρὰ τῶν πολλῶν ἔλεον, ὃν ὥσπερ ἐντάφιον χρὴ ἐπιφέρειν τοῖς ἀδίκως ἀπελθοῦσι. δικαστικὸν μὲν δὴ τὸ τῆς τυραννίδος ταύτης ὁρῶ σχῆμα, τελευτᾶν δέ μοι δοκεῖ ἐς ἄκριτον, ὧν γὰρ πρὶν ἢ δικάσαι κατεψηφίσατο, τούτους ὡς μήπω δεδικασμένους ὑπάγει τῇ κρίσει, καὶ ὁ μὲν ψήφῳ ἁλοὺς ἐν αὐτῇ δῆλον ὡς ὑπὸ τοῦ μὴ κατὰ νόμους κρίναντος ἀπολωλέναι φησίν, ὁ δʼ ἐκλιπὼν τὸ δικάσασθαι πῶς ἂν διαφύγοι τὸ μὴ οὐκ ἐφʼ ἑαυτὸν ἐψηφίσθαι; τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπʼ ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα3 ποῖ με τῆς γῆς ἐάσει καθαρὸν δόξαι; ἔστω γὰρ σὲ μὲν εἰρηκέναι ταῦτα, ἐμὲ δὲ ʽὡσʼ ὀρθῶς εἰρημένοις πείθεσθαι, τοὺς δὲ ἀπεσφάχθαι, τίς μὲν ὑπὲρ εὐπλοίας εὐχὴ τῷ τοιῷδε; ποῖ δὲ ὁρμιεῖται; πορεύσεται δὲ παρὰ τίνα; ἐξαλλάττειν γὰρ χρὴ οἶμαι πάσης, ὁπόσης Ῥωμαῖοι ἄρχουσι, παρʼ ἄνδρας δὲ ἥκειν ἐπιτηδείους τε καὶ μὴ ἐν φανερῷ οἰκοῦντας, τουτὶ δʼ ἂν Φραώτης τε εἴη καὶ ὁ Βαβυλώνιος καὶ Ἰάρχας ὁ θεῖος καὶ Θεσπεσίων ὁ γενναῖος. εἰ μὲν δὴ ἐπʼ Αἰθιόπων στελλοίμην, τί ἄν, ὦ λῷστε, πρὸς Θεσπεσίωνα εἴποιμι;

对此,阿波罗尼奥斯说道:“对于达米斯谨慎地就当下处境所作的言论,理当予以宽恕;因为他是亚述人,且与向僭主政权跪拜称臣的米底人为邻,对自由毫无崇高的念头。但我不知你将如何向哲学申辩,你竟然灌输恐惧——对于这些恐惧,纵使看似含有几分真实,你也本该引人远离,而不是将一个连本可能遭受的灾祸都毫无畏惧的人,推入恐惧的深渊。哲人固然应当为你所说的事物而死,然而即便不是哲人,也能为这些事物献身;因为为自由而死乃是法律所规定的,而为亲族、朋友或所爱少年而死,则是天性所决定的。天性与法律奴役着所有人类:天性奴役着自愿者,而法律奴役着不愿者。但对于哲人们而言,更为本分的是为自己所操持的志业而死。凡不是由法律所命令、亦非由天性促成,而是他们凭着刚毅与胆识自行研习之事,为了这些事情,若有人企图将其毁灭,就让烈火降临于哲人身上吧,让利斧降临吧;因为这些东西绝不能征服他,也不能将他逼入任何虚妄之中,相反,他将坚守自己所知的一切,丝毫不亚于他所受启蒙的秘传奥义。我是人类中知晓最多者,因为我通晓万事;而就我所知而言,有些我是为端正之士而知,有些是为哲人而知,有些是为我自己而知,有些是为诸神而知,但无一事是为僭主而知。 至于说我并非为了无谓之事而来,对此完全可以详加省察。因为就我自身的肉体而言,我毫无危险,我也不会死于僭主政权之手,哪怕我自己愿意也不可能;但我深知,我是为了那些人而甘冒危险,无论僭主将我视作他们的首谋还是共谋,我甘愿成为他所指称的一切。然而,倘若我因面对指控迟疑拖延或怠惰退缩而背叛了他们,我在端正之士眼中将成何体统?又有谁不会理所当然地处死我呢,因为我玩弄了那些受托以我向诸神所祈求之事的人们?此外,我想表明,我本就无法逃脱被视为背叛者的结局。 僭主政权的习性有两种:一种不经审判便杀人,另一种则将人押送法庭审判。前者好比凶猛快捷的野兽,后者则好比迟钝倦怠的野兽。两者皆为残酷,这对于所有以尼禄作为冲动且不经审讯之代表、以提比略作为伏击暗算之代表的人而言,都是显而易见的;因为前者诛灭了那些毫无预料之人,而后者则诛灭了长期深怀恐惧之人。然而我认为,那些佯装审判、假借法律之名进行表决的政权更为严酷。因为他们行事毫无依据法律,其表决与那些全无审判者如出一辙,不过是将延宕愤怒冠以‘法律’之名而已;而因被判有罪而死,甚至剥夺了这群可怜人获得大众同情的权利——这同情本该如同寿衣一般奉献给非命死去的人。如今我看到,这僭主政权的外表是司法的,但其归宿在我看来却是不经审判的处决;因为对于那些在审判前便已定罪之人,它将他们押上法庭,仿佛他们尚未受审一般。而在其中经表决被定罪的人,显然可以说自己是丧命于未依法律判决的人之手;但若有人放弃出庭应诉,他又怎能逃脱被视为亲手为自己投下定罪之票的结局呢? 况且,正当这样的人们因我而身陷险境之际,如今逃避我自己与他们共同的抗争,这能容我在大地上何处保有清白之名?退一步说,就算你说了这些话,我也将其视作至当之言而听从了,而他们惨遭屠戮:像这样的人还能作何顺风航行的祈求?他又能在何处抛锚靠岸?又能投奔何人呢?因为我想,他必须逃离罗马人统治的所有疆土,前去投奔那些志同道合且隐居不显的人们;而这些人无非是弗拉欧忒斯、那位巴比伦人、神圣的伊阿尔卡斯以及高贵的泰斯佩西昂。倘若我动身前往埃塞俄比亚人那里,至善的朋友啊,我该如何向泰斯佩西昂启齿自白呢?”

语法注3 条
  1. 7.14ἀπάγειν ἐχρῆν μᾶλλον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδʼ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα

    在对比结构“ἀπάγειν ... μᾶλλον ἢ ἔσω καθιστάναι”中,两个不定式的宾语是置于句末的分词短语“τὸν μηδʼ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα”(指阿波罗尼奥斯本人)。倒装使宾语与支配它的动词核心拉开了距离。

  2. 7.14ἀποφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι

    在含有否定意义的动词('οὐκ ἦν ... διαφυγεῖν')之后,规范地接用了带有冠词的“τὸ μὴ οὐ + 不定式”结构。这是否定阻碍动词后常见的双重否定惯用法,意为“逃脱被视为背叛者”。

  3. 7.14τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπʼ ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα

    中性冠词“τὸ”使不定式“ἀποδρᾶναι”名词化,构成整个句子的主语,其主要谓语动词是“ἐάσει”(“往大地上何处,此事能容我显得清白?”)。在该冠词不定式框架内,嵌套了属格独立结构“τοιῶνδε ἀνδρῶν κειμένων ἐπʼ ἐμοί”(“这样的人们依凭于我而身陷险境之际”)及不定式的宾语“τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.14#1