← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.13

达米斯恳请德米特里奥斯劝阻阿波罗尼奥斯

达米斯为德米特里奥斯的说辞所折服,敦促他出面劝阻阿波罗尼奥斯,并力陈阿波罗尼奥斯之死将给哲学本身招致毁灭性打击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.13

ἡττηθεὶς δʼ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων ἀλλὰ σύ γε ἔφη φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη, μηδʼ ἀναρριπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπωτέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα,1 εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἢ ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἢ ἐφʼ ὅ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ2 Σικελικὰ μὲν πελάγη καὶ Τυρρηνοὺς κόλπους ἀναμετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προρρήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρωτῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δʼ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δʼ οὐδὲν οἶδα, ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός· εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρατιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπομαι, εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δʼ αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρόπαιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθʼ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δʼ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγενομένους, ὡς ὁ μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, ὁ δʼ ἐπέρρωσε λέγοντα, ὁ δʼ ἐνέδωκε λέξαι τι, ὁ δʼ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δʼ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄνδρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν3 μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.

达米斯被德米特里奥斯的话说服了,说道:“可是你作为这位先生在场的朋友,却能成为他极大的助力;因为若是由我规劝他不要翻身撞向竖立的利剑,不要对那被认为最残酷不过的僭主政权孤注一掷,我的话是无足轻重的。至少关于此番前来的旅程,若非遇见你,我甚至根本不知其用意;因为我追随他比任何人顺从自己还要迅捷,但你若问我驶向何方或为何而去,我在这趟航程中便成了一个笑话,空自丈量着西西里的大海与第勒尼安的海湾,却不知所为何事。倘若我是依据某种预先的决意而冒此危险,我本可以对发问者说,阿波罗尼奥斯恋慕死亡,而我则是作为情敌与他同舟共济;但既然我一无所知,如今便当就我所知之事进言,并且我是为了这位先生而说出此言。因为若是我死去,哲学尚不至遭受惨祸;我不过好比一位高贵军人的护兵,仅因追随这样的人才博得些许重视。然而,若有人竟将他处死——僭主政权向来精于构陷无辜且夸大其词——那么我认为,人们将会针对因人类中最杰出的哲人受挫而倒地的哲学立起战胜的凯旋碑。那时必有许多安尼托斯与美勒托斯群起攻伐我们,控告阿波罗尼奥斯同伴的诉状将纷至沓来:有的说当他抨击僭政时某人笑了,有的说某人在他发言时给予鼓励,有的说某人授意他说出某事,有的说某人赞赏着他的言论离去。但我认为,为哲学而死应当如同为神庙、城墙与坟墓而死一样;因为为了拯救此类事物,许多著名人物欣然受死。然而若是要以哲学的毁灭为代价,则但愿无论是我,还是任何热爱哲学与阿波罗尼奥斯的人,都绝不要如此死去!”

语法注3 条
  1. 7.13τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα

    句首置顶的话题性属格(表示关联或范畴)。在句法上它与后文的 τὸν νοῦν(“此行的意图”)形成修饰关联,但前置于句首起到了确立话题(“至于到此地的旅程……”)的修辞功能。

  2. 7.13καταγέλαστος ἐγὼ τοῦ πλοῦ

    形容词 καταγέλαστος 后接表示原因或范畴的属格 τοῦ πλοῦ,意为“因这次航程而成为笑柄/在航行一事上惹人发笑”。这是表示评价或心理状态的形容词附带的原因属格用法。

  3. 7.13ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν

    连词 ὡς 搭配不定式 ἀπολέσθαι 构成相当于 ὥστε + 不定式的结果句结构,表示“以导致哲学毁灭为后果/代价”。它与前文的“为拯救……而死(ὑπὲρ σωτηρίας... ἀποθανεῖν)”形成鲜明对照,引领后文表示意愿的希求法 μήτε ἐγὼ ἀποθάνοιμι(但愿我绝不如此死去)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.13