← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§7.12

德米特里奥斯痛陈暴政并劝其流亡

德米特里奥斯力陈在暴君治下既无公正审判便不应枉送性命,对比了尼禄与图密善的暴虐,极力劝告阿波罗尼奥斯立刻乘船流亡避难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12

οὐκ ἄν, ἔφη μὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δʼ ἄνευ δίκης καὶ ὃ μηδʼ, εἰ ἀπολογοίμην, ἀκροασόμενος1 ἢ ἀκροασόμενος μέν, ἀποκτενῶν δὲ καὶ μὴ ἀδικοῦντα. οὐκ ἂν ἔμοιγʼ οὖν ξυνεχώρησας ἑλέσθαι ποτὲ ψυχρὸν οὕτω καὶ ἀνδραποδώδη θάνατον ἀντὶ τοῦ φιλοσοφίᾳ προσήκοντος· φιλοσοφίᾳ δέ, οἶμαι, προσήκει ἢ πόλιν ἐλευθεροῦντα ἀποθανεῖν ἢ γονεῦσι τοῖς ἑαυτοῦ καὶ παισὶ καὶ ἀδελφοῖς καὶ τῇ ἄλλῃ ξυγγενείᾳ ἀμύνοντα ἢ ὑπὲρ φίλων ἀγωνιζόμενον, οἳ ξυγγενείας αἱρετώτεροι σοφοῖς ἀνδράσιν ἢ οἳ ἠμπολημένοι ἐξ ἔρωτος, τὸ δὲ μὴ ἐπʼ ἀληθέσι, κεκομψευμένοις δʼ ἀποθανεῖν καὶ παρασχεῖν τῷ τυράννῳ σοφῷ δόξαι2 πολλῷ βαρύτερον ἢ εἴ τις, ὥσπερ φασὶ τὸν Ἰξίονα, μετέωρος ἐπὶ τροχοῦ κνάμπτοιτο. σοὶ δὲ ἀγῶνος οἶμαι ἄρξειν αὐτὸ τὸ ἥκειν ἐνταῦθα, σὺ μὲν γὰρ τῷ τῆς γνώμης ὑγιαίνοντι προστίθης τοῦτο καὶ τῷ μὴ ἂν θαρρῆσαι τὴν δεῦρο ὁδόν, εἴ τι ἠδίκεις, Δομετιανῷ δὲ οὐ δόξεις, ἀλλʼ ἀπόρρητόν τινα ἰσχὺν ἔχων θρασέως ἐρρῶσθαι. τὸ γὰρ καλοῦντος μέν, οὔπω δʼ ἡμέραι δέκα, ὥς φασι, σὲ δʼ ἀφῖχθαι3 πρὸς τὴν κρίσιν οὐδʼ ἀκηκοότα πω, ὡς κριθήσῃ, νοῦν τῇ κατηγορίᾳ δώσει, προγιγνώσκων γὰρ ἂν φαίνοιο καὶ ὁ λόγος ὁ περὶ τοῦ παιδὸς ἰσχύσει. καὶ ὅρα, μὴ τὰ περὶ Μοιρῶν καὶ ἀνάγκης, ὑπὲρ ὧν ἐν Ἰωνίᾳ διειλέχθαι σέ φασιν, ἐπὶ σὲ ἥκῃ καὶ βουλομένης τι τῆς εἱμαρμένης ἄτοπον, σὺ δʼ ἠναγκασμένος χωρῇς ἐπʼ αὐτὸ οὐκ εἰδώς, ὡς σοφώτερον ἀεὶ τὸ φυλάττεσθαι. εἰ δὲ μὴ ἐκλέλησαι τῶν ἐπὶ Νέρωνος, οἶσθά που τοὐμὸν καὶ ὅτι μὴ ἀνελεύθερος ἐγὼ πρὸς θάνατον. ἀλλʼ εἶχέ τι ῥᾳστώνης ἐκεῖνα· Νέρωνα γὰρ ἡ κιθάρα τοῦ μὲν προσφόρου βασιλείᾳ σχήματος ἐδόκει ἐκκρούειν, τὰ δὲ ἄλλα οὐκ ἀηδῶς ἥρμοττεν, ἦγε γάρ τινας πολλάκις δι’ αὐτὴν ἐκεχειρίας, καὶ ἀπείχετο τῶν φόνων· ἐμὲ γοῦν οὐκ ἀπέκτεινε καίτοι τὸ ξίφος ἐπʼ ἐμαυτὸν ἕλκοντα διὰ τοὺς σούς τε κἀμοῦ λόγους, οὓς ἐπὶ τῷ βαλανείῳ διῆλθον, αἴτιον δʼ ἦν τοῦ μὴ ἀποκτεῖναι τὸ τὴν εὐφωνίαν αὐτῷ ἐπιδοῦναι τότε καὶ τό, ὡς ᾤετο, μελῳδίας λαμπρᾶς ἅψασθαι. νυνὶ δὲ τίνι μὲν εὐφωνίᾳ, τίνι δὲ κιθάρᾳ θύσομεν; ἄμουσα γὰρ καὶ μεστὰ χολῆς πάντα, καὶ οὔτʼ ἂν ὑφʼ ἑαυτοῦ ὅδε οὔτʼ ἂν ὑφʼ ἑτέρων θελχθείη. καίτοι Πίνδαρος ἐπαινῶν τὴν λύραν φησίν, ὡς καὶ τὸν τοῦ Ἄρεος θυμὸν θέλγει καὶ τῶν πολεμικῶν ἴσχει αὐτόν, οὑτοσὶ δὲ καίτοι μουσικὴν ἀγωνίαν καταστησάμενος ἐνταῦθα καὶ στεφανῶν δημοσίᾳ τοὺς νικῶντας ἔστιν οὓς καὶ ἀπέκτεινεν αὐτῶν, ὕστατά φασι μουσικὴν ἀγωνίαν αὐλήσαντάς τε καὶ ᾅσαντας. βουλευτέα δέ σοι καὶ ὑπὲρ τῶν ἀνδρῶν, προσαπολεῖς γὰρ κἀκείνους ἢ θρασὺς δόξας ἢ εἰπών, ἃ μὴ πείσεις. ἡ σωτηρία δέ σοι παρὰ πόδα· τῶν γὰρ νεῶν τούτων, πολλαὶ δʼ, ὡς ὁρᾷς, εἰσίν, αἱ μὲν ἐς Λιβύην ἀφήσουσιν, αἱ δʼ ἐς Αἴγυπτον, αἱ δʼ ἐς Φοινίκην καὶ Κύπρον, αἱ δʼ εὐθὺ Σαρδοῦς, αἱ δʼ ὑπὲρ Σαρδώ· μιᾶς ἐπιβάντι σοι κομίζεσθαι κράτιστον ἐς ὁτιδὴ τῶν ἐθνῶν τούτων, αἱ γὰρ τυραννίδες ἧττον χαλεπαὶ τοῖς φανεροῖς τῶν ἀνδρῶν, ἢν ἐπαινοῦντας αἴσθωνται τὸ μὴ ἐν φανερῷ ζῆν.

〔德米特里奥斯〕答道:“凭雅典娜起誓,若有人公正审理,我绝不会逃跑;但面对没有审判的处境,面对一个哪怕我申辩也绝不倾听,或者即便倾听也定要处死无辜之人的暴君,我定会逃走。无论如何,你也决不会容许我选择如此屈辱、卑劣如奴隶的死亡,来替代那合乎哲学的死。依我之见,合乎哲学的死,要么是为解放城邦而死,要么是为捍卫自己的父母、子女、兄弟及其他亲属而死,要么是为那些对智者而言胜过血亲的朋友、或因爱慕而结识的挚友奋战而死。然而,死于不实之词与巧言构陷,并让僭主博得明察秋毫的虚名,却比人们传说的伊克西翁悬于轮上受折磨还要沉重得多。至于你,我认为仅仅来到此处,便将成为你危难的开端;因为你把这归于自己坦荡的良知,归于若有不轨便绝不敢踏上此途的自信,但在图密善看来却并非如此,他只会认为你依仗某种诡秘的力量而逞强妄为。因为据说他传唤你尚不足十日,你却在甚至未曾听闻自己将受审判的情况下便已赶来应审,这恰恰为控告提供了口实;因为你看起来仿佛早已预知此事,关于那少年的流言也将因此坐实。你务须当心,免得人们相传你在爱奥尼亚关于命运与必然的论述,竟应验在你自己的头上;在命运意欲降下悖谬灾祸之际,你却受必然所迫走向它,全然不知审慎防备方是万全之智。倘若你未曾遗忘尼禄治下的往事,想必深知我的为人,知道我在死亡面前并非贪生怕死之辈。然而那时的局势尚有转圜之处;琴声虽看似剥夺了尼禄合乎君王体统的风仪,但在其他方面却将他调和得不失温和,因为他常因琴声而休止戾气,抑制杀戮。至少他并未杀我,尽管我因在浴场阐述你我的言论而将刀剑引向自身;他未杀我的缘由,在于当时他的优美嗓音有所增进,自以为沉浸于华美的旋律之中。可如今,我们又能向何种美妙的歌喉、何种琴音献祭呢?眼前的一切皆粗鄙无文且充满戾气,此人既不能被自己所打动,亦不能被他人所感化。尽管品达赞美竖琴时曾说,它连阿瑞斯的暴怒亦能抚平并止息其战伐,然而眼前这位君主虽在此地设立音乐竞技并公开为获胜者加冕,却也诛杀了他们之中的某些人;据说那场音乐竞技竟成了他们吹笛歌唱的绝唱。你还必须为那些人着想;因为你若显得鲁莽妄为,或者说出无法令人信服的话,就会将他们也一同害死。然而生路就在你的脚下;正如你所见,这里有许多船只,有的驶向利比亚,有的驶向埃及,有的驶向腓尼基与塞浦路斯,有的径直驶向撒丁岛,有的驶向撒丁岛以远。你登上一艘船,前往这些国度中的任何一处才是上策;因为专制君主只要察觉到显赫之人甘愿避世隐居,对其猜忌与苛待便会减弱。”

语法注3 条
  1. 7.12οὐκ ἄν, ἔφη μὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δʼ ἄνευ δίκης καὶ ὃ μηδʼ, εἰ ἀπολογοίμην, ἀκροασόμενος

    承接前文提问,主动词 ἀπέδραν 被省略。后半句 τὸ δʼ ἄνευ δίκης 与前文的 εἴ τις ἐδίκαζε 形成对比(意为“在毫无审判的情况下”)。紧接着的关系代词 ὃ 引出下文的法官或暴君形象,后接将来分词 ἀκροασόμενος 与 ἀποκτενῶν,修饰该施动者即便听取辩解亦决意诛杀无辜的行径。

  2. 7.12παρασχεῖν τῷ τυράννῳ σοφῷ δόξαι

    不定式 παρασχεῖν(提供、给予)后接与格间接宾语 τῷ τυράννῳ 以及不定式短语 σοφῷ δόξαι(显得睿智)。形容词 σοφῷ 因受 τῷ τυράννῳ 同化而作与格,整个短语意为“为僭主提供一个自显精明的机会”。

  3. 7.12τὸ γὰρ καλοῦντος μέν, οὔπω δʼ ἡμέραι δέκα, ὥς φασι, σὲ δʼ ἀφῖχθαι

    整句的主语是带有定冠词的不定式短语 τὸ ... σὲ δʼ ἀφῖχθαι(“你的到达”),其主要谓语是 νοῦν τῇ κατηγορίᾳ δώσει(“为控告提供可信度”)。在冠词 τὸ 与不定式 ἀφῖχθαι 之间,插入了独立属格 καλοῦντος μέν(“当他传唤时”)以及插入分句 οὔπω δʼ ἡμέραι δέκα,构成了跨度较大的隔置结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:7.12