- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.41-6.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯在赫勒斯滂驱逐借地震敛财的占卜者并平息灾异,鼓励爱奥尼亚人上疏抗辩图密善皇帝铲除葡萄园的法令,并在塔尔苏斯效仿忒勒福斯神话治愈了感染狂犬病的青年与恶犬。
σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀριστερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημάτων, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι θύσοντες, ξυνέφερον δʼ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι·1 δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους καὶ παρελθὼν ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πεποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνιμάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.
有一次,当赫勒斯滂左岸的诸城遭遇地震困扰时,埃及人和迦勒底人聚集在城邑周围敛财,声称要向大地女神和波塞冬献上价值十塔兰特的祭礼。各城屈服于恐惧,部分取自公帑,部分取自私产予以资助,但这伙人却宣称,若非白银陈列于桌案之上,他们决不代为献祭。阿波罗尼奥斯认为不应漠视赫勒斯滂人,便进入各城,将那些借他人灾祸牟利之徒驱逐出去;他探明了神怒的原委,针对各项罪由献上合宜的祭牲,仅耗费微薄资财便禳解了灾厄,大地遂恢复平静。
Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ ἔφη ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων.2 ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.
大约在同一时期,图密善皇帝下令立法禁止阉割制造宦官,且不得再种植葡萄树,甚至要砍伐已经种植的葡萄树。阿波罗尼奥斯来到爱奥尼亚人那里,说道: “这些法令并非针对我,因为在众人之中,或许只有我一人既不需要生殖器,也不需要酒。然而那位最不可思议的统治者却没有察觉到,他虽宽宥了人类,却是在阉割大地。” 爱奥尼亚人因此受到鼓舞,鼓起勇气就葡萄树之事向皇帝派出使节,恳求废止那条下令荒芜土地、禁止耕植的法令。
κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾅδουσι· κύων ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ δρόμῳ. νοσοῦντι δʼ αὐτῷ τριακοστὴν ἡμέραν ἐφίσταται μὲν ὁ Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργάσατο, οἱ δʼ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκοντίοις ὄντος, οὔτʼ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός,3 ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν ὦ Δάμι, ἔφη λευκὸς ὁ κύων λάσιος προβατευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν· ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφʼ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπʼ ἐμοῦ καλοῖτο. ἑλχθεὶς δʼ ὁ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, ὁ δʼ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόρρητον μεθέστηκε μὲν ἔφη ἐς τὸν παῖδα τοῦτον ἡ Τηλέφου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δʼ ἐπʼ αὐτῷ ταὐτὰ βούλονται, καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν ὁ τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πατέρα ὁ παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ ὁ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ διʼ αὐτοῦ ἧκεν. ὁ δʼ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐρρῶσθαι, φαρμακοποσία γὰρ λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ ὁ λυττῶν. Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πόλεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων ἢ νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβουλον αὐτὸν ἀρετῆς ἐποιοῦντο.
在塔尔苏斯,人们也传颂着此人的如下事迹:一只疯狗扑咬了一名青年,这一咬伤使得青年完全显露出犬类的行径,他吠叫、哀嚎,甚至将双手撑地如四足动物般奔跑。在他患病第三十天时,刚抵塔尔苏斯的阿波罗尼奥斯来到现场,命人去追查作祟的恶犬。众人回答说未曾见过那只狗,因为青年是在城墙外练习掷标枪时被咬的;他们也无法从病者那里问出狗的模样,因为他连自己是谁都已认不出了。阿波罗尼奥斯略微停顿,说道: “达米斯啊,那只狗通体白色,毛发蓬乱,是一只貌似安菲罗科斯种的牧羊犬;它此刻正战战兢兢地立于某某泉旁,因为它既渴望水,又惧怕水。你只需对它说是我在召唤它,便将它带到设有角力场的河岸边来交给我。” 那只狗被达米斯牵引而来,呜咽着俯伏在阿波罗尼奥斯的脚下,犹如依附祭坛的祈求者。阿波罗尼奥斯使它进一步温顺下来,用手抚慰它,并亲自将青年拉住立于一旁。为了不让重大的奥秘瞒过众人,他说道: “密细亚的忒勒福斯的灵魂已转生到了这个少年身上,命运女神对他也怀有同样的意旨。” 说罢,他便命那只狗将咬伤之处舔舐干净,以便让施加创伤者再度成为他的医者。自此,少年转向父亲,认出了母亲,向同伴们致意,并畅饮了库德诺斯河的流水。那只狗也未被置之不顾,阿波罗尼奥斯同样为它向河流祈求,命它渡河而去。狗游过库德诺斯河后,立在岸边发出了吠声——这在疯狗身上是绝无仅有的——它耷下耳朵摇晃着尾巴,察觉到自己已然痊愈;因为倘若患狂犬病者敢于直面流水,水便是克制狂乱的良药。这就是此人为神庙与城邦、对民众且为民众、为亡者或病患、对智者与凡俗,以及对将他奉为德行顾问的君王们所立下的功绩。
- 6.41εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι
间接引语(从属于 ἔφασαν)中的条件句。条件从句中的 ἐκτεθείη 是从属于历史时态的间接引语希求法(直接引语中本为虚拟式 ἐκτεθῇ 或将来时直陈式 ἐκτεθήσεται);结果从句 οὐκ ἂν ... θῦσαι 由 ἄν 加不定式构成,表示转述的断定或潜在意志。
- 6.42λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων
λανθάνω 接分词的惯用句式,意为“不知不觉地正在做某事/未察觉到自己正在……”。主语 ὁ θαυμασιώτατος(“那位最神奇/了不起的统治者”)是对图密善皇帝的讽刺修辞。两个相对立的伴随分词 φειδόμενος 与 εὐνουχίζων 分别支配宾语 τῶν μὲν ἀνθρώπων 与 τὴν δὲ γῆν,揭露了其法令的荒谬自相矛盾。
- 6.43οὔτʼ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός
承接前文 οἱ δʼ ... ἔφασαν 的间接引语。不定式 μαθεῖν 与 ἄν 连用,表示潜在可能(“亦无法获悉”)。属格 τοῦ νοσοῦντος 是接在表示探知、了解的动词(μαθεῖν)之后的来源属格(“从患者处得知”)。间接疑问句 ἥτις ἡ ἰδέα τοῦ κυνός 中省略了系动词 ἐστίν。
