- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.6-6.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行抵达裸体哲学家的学舍,但因欧夫拉特斯的使者色拉叙布洛斯预先散布谗言,遭到了冷遇。蒂马西翁与达米斯的交谈揭开了这一阴谋的真相,双方的会面被推迟至次日。
ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφʼ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.
他们于日出时分自该处出发,在正午之前抵达了裸体哲学家们的学舍。相传这些裸体哲学家居住在距离尼罗河岸不远的一座适度高矮的丘陵上;在智慧方面,他们逊色于印度人的程度,甚于他们超越埃及人的程度;他们赤身裸体,如同在雅典沐浴日光之人那般。该地区树木稀少,只有一处不算大的小树林,他们在此聚集商讨公众事务;而他们的圣所并不像印度人那样集中于一处,据埃及人的说法,而是分散设在丘陵各处,皆受到隆重供奉。他们最崇奉尼罗河,因为他们将这条河流视为大地与水。他们自己露天生活在苍穹之下,全不需要草棚或房屋,但为客人建造了足够的下榻之所,那是一座不大的柱廊,其长度与厄利斯人供运动员等待正午宣告的柱廊相当。
ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλʼ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος·1 ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπʼ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.
在此,达米斯记载了欧夫拉特斯的一桩行径;我们当认为此举并非出于幼稚,而是比合乎哲学的操守更为卑鄙。因为欧夫拉特斯屡次听说阿波罗尼奥斯意欲将印度智慧与埃及智慧作一番比照,便派遣诺克拉提斯人色拉叙布洛斯前往裸体哲学家处诽谤此人。此人声称自己是为与他们交往而来,但又说提亚纳人也将到达,而这将给他们带来不小的较量;因为他说阿波罗尼奥斯自命高过印度的智者——而他在一切言论中无不盛赞那些智者——且为对付裸体哲学家准备了无数的驳难,又对太阳以及天地不作丝毫敬让,声称自己能随意拨动、负载并重新安排这些事物。
τοιαῦτα ὁ Ναυκρατίτης ξυνθεὶς ἀπῆλθεν, οἱ δʼ ἀληθῆ ταῦτα ἡγούμενοι τὴν μὲν ξυνουσίαν οὐ παρῃτοῦντο ἥκοντος,2 ὑπὲρ μεγάλων δὲ σπουδάζειν ἐπλάττοντο καὶ πρὸς ἐκείνοις εἶναι, ἀφίξεσθαι δὲ κἀκείνῳ ἐς λόγους, ἢν σχολὴν ἄγωσι μάθωσί τε, ὅ τι βούλεται καὶ ὅτου ἐρῶν ἧκεν. ἐκέλευε δὲ ὁ παρʼ αὐτῶν ἥκων καὶ καταλύειν αὐτοὺς ἐν τῇ στοᾷ, ὁ δὲ Ἀπολλώνιος ὑπὲρ μὲν στέγης ἔφη μηδὲν διαλέγου, ξυγχωρεῖ γὰρ πᾶσιν ὁ οὐρανὸς ὁ ἐνταῦθα γυμνοῖς ζῆν, διαβάλλων αὐτοὺς ὡς οὐ καρτερίᾳ γυμνούς, ἀλλʼ ἀνάγκῃ, ὅ τι δὲ βούλομαι καὶ ὑπὲρ ὅτου ἥκω τοὺς μὲν οὐ θαυμάζω οὔπω γιγνώσκοντας, Ἰνδοὶ δὲ με οὐκ ἤροντο ταῦτα.
诺克拉提斯人编造了这番话便离开了;而裸体哲学家们信以为真,在他到达时虽未断然拒绝交往,却假装正忙于重大事务并专注于其中,宣称若能得暇并查明他意欲何为、怀着何种愿望而来,便会与他交谈。从他们那里前来的使者还命阿波罗尼奥斯等人在柱廊中歇宿。阿波罗尼奥斯却说道: “休要同我谈论遮蔽之所,因为此地的苍穹准许所有人都赤身生活,”借此讥讽他们并非出于坚忍而是迫于必然才赤身裸体,“至于我意欲何为、为求何事而来,他们尚且不知,我倒并不觉得奇怪,不过印度人当年可不曾拿这些问题来盘问我。”
ὁ μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα ὁ Δάμις ἤρετο ἰδίᾳ· οἱ Γυμνοὶ οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι; πολλὰ ἔφη καὶ μεγάλα. καὶ μὴν οὐ σοφὰ εἶπεν αὐτῶν, ὦ γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ σοφίας, ὄγκῳ δʼ ἐπʼ αὐτὸν χρήσασθαι τί φῶ οὐκ οἶδα ἢ τῦφον, ἔφη ὦ ἑταῖρε. τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύντας ἦσαν· πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτʼ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμπρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δʼ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ. καὶ ὁ Δάμις τί λέγεις, ὦ μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ, καὶ πρός γε εἶπε διήγαγον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε. τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν, ἔφη ὁ Δάμις ἀναβοήσας τε καὶ σχετλιάσας ἔοικε γὰρ πεπανουργῆσθαί τι. ὑπολαβὼν οὖν ὁ Τιμασίων ὁ μὲν ἀνήρ, ἔφη ὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ ἀπορρήτου, σὺ δʼ, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ. ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι ὁ Τυανεὺς εἴη ξυνείληφας ἔφη τὸ πρᾶγμα· Θρασύβουλος γὰρ καταπλέων μετʼ ἐμοῦ τὸν Νεῖλον ἐρομένῳ μοι ἐφʼ ὅ τι ἀναβαίη ἐνταῦθα, σοφίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς διαβολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαίδευτον. ἐγὼ δʼ ἄν, ὡς διάκεινται, μάθοιμι προσειπὼν τοὺς ἄνδρας, φίλοι γάρ. καὶ ἐπανῆλθε περὶ δείλην ὁ Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δʼ ἀπαγγέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν.3
于是阿波罗尼奥斯在一棵树下斜倚歇息,就同伴们所提的问题与他们交谈;达米斯则把蒂马西翁拉到一旁,私下询问道: “挚友,想必你曾与他们交往过,这些裸体哲学家究竟在哪些方面堪称智者?” 蒂马西翁答道: “在诸多方面,且在重大方面皆是如此。” “然而,”达米斯说道,“高贵的友伴,他们对我们的这番举动可谈不上明智;不与这样的人物就智慧会商,反倒对他摆出傲慢架子,朋友,我不知除虚妄自大之外还能称作什么。” 蒂马西翁说道: “虚妄自大吗?我此前已来过两次,从未在他们身上见过此等做派;因为他们对造访之人一向温和且诚恳。就在不久前——或许距今五十天——色拉叙布洛斯曾在此逗留,在哲学上毫无建树,他们却欣然接纳了他,只因他自称投在欧夫拉特斯门下。” 达米斯说道: “年轻人,你在说什么?你在这一学舍中见过诺克拉提斯人色拉叙布洛斯吗?” “何止如此,”他答道,“他从这里顺流而下时,正是我用自己的船渡他的。” “凭着雅典娜起誓,我全明白了!”达米斯大声疾呼并愤慨地说道,“显然有人耍了奸计。” 蒂马西翁于是接着说道: “昨天我问那位先生是何人时,他尚且认为我不配知晓此等秘密;但若这并非不可告人的隐秘,请告诉我他是谁,或许我也能为追查所探求的真相助一臂之力。” 当他从达米斯口中得知此人正是提亚纳人时,蒂马西翁说道: “你已抓住了事情的关键。因为色拉叙布洛斯与我一同沿尼罗河顺流而下时,我问他因何上山来到此处,他便谈起自己那不光彩的狡计,声称已让这些裸体哲学家对阿波罗尼奥斯充满猜忌,以便阿波罗尼奥斯到来时遭到冷遇。他究竟因何与那位先生结怨我不得而知,但诉诸诽谤,我认为既妇人之见又缺乏教养。至于他们眼下的心绪如何,我前去向他们打个招呼便可探知,因为我们本是朋友。” 蒂马西翁在傍晚时分返回,对阿波罗尼奥斯除了说已向他们打过招呼外别无多言,却私下向达米斯回报说,裸体哲学家们明日将满脑子塞着从色拉叙布洛斯那里听来的谗言前来会面。
- 6.7ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλʼ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος
第一人称复数虚拟语气 ἡγώμεθα 为劝告性虚拟语气(“让我们认为/我们当视之为”),是作者面向读者表明评述基调的用法。比较级 ἀφιλοτιμότερον(“更卑劣的/更不合荣誉的”)后接比较属格 τοῦ φιλοσοφίᾳ προσήκοντος(“比合乎哲学之要求者”),其中与格 φιλοσοφίᾳ 受中性分词短语 προσήκοντος 支配。
- 6.8οὐ παρῃτοῦντο ἥκοντος
动词 παραιτέομαι(“推辞、拒绝”)支配前文的宾格 τὴν ξυνουσίαν(“会面、交往”),其后单独置有阳性单数属格分词 ἥκοντος。该分词既可理解为省略了代词 αὐτοῦ 的属格独立结构(“在他到来之时”),亦可理解为修饰 τὴν ξυνουσίαν 的属格(“与已到来之人的交往”)。无论作何种构词分析,句意皆指他们并未在阿波罗尼奥斯到达时将其拒之门外。
- 6.9μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν
形容词 μεστοί(“充满……的”)要求支配属格。关系代名词 ὧν 原本为动词 ἤκουσαν 的直接宾语(宾格 ἅ),因先行词 τούτων 被省略,从而受到形容词所需格位的影响而发生了关系代名词的格吸引(attraction),由 τούτων ἅ 缩合为 ὧν。
