← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.10#1

塞斯佩西昂的辩论与会说话的榆树

裸体哲学家中最年长的塞斯佩西昂在小树林中接见了阿波罗尼奥斯一行,会谈随即展开。塞斯佩西昂以奥林匹亚和皮托的赛会作比,将他们简朴的哲学同印度的智慧进行对照,在命一棵榆树开口致意以展示奇术的同时,又主张真理并不需要造作的奇迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.10#1

τὴν μὲν δὴ ἑσπέραν ἐκείνην μέτριά τε καὶ οὐκ ἄξια τοῦ ἀναγράψαι σπουδάσαντες ἐκοιμήθησαν οὗ ἐδείπνησαν, ἅμα δὲ τῇ ἡμέρᾳ ὁ μὲν Ἀπολλώνιος, ὥσπερ εἰώθει, θεραπεύσας τὸν Ἥλιον ἐφειστήκει τινὶ γνώμῃ, προσδραμὼν δὲ αὐτῷ Νεῖλος, ὅσπερ ἦν νεώτατος τῶν Γυμνῶν ἡμεῖς ἔφη παρὰ σὲ ἥκομεν. εἰκότως, εἶπεν ὁ Ἀπολλώνιος καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα.1 καὶ εἰπὼν ταῦτα εἵπετο τῷ Νείλῳ. προσειπὼν οὖν καὶ προσρηθείς, ξυνέτυχον δὲ ἀλλήλοις περὶ τὴν στοάν, ποῖ, ἔφη ξυνεσόμεθα; ἐνταῦθα ἔφη ὁ Θεσπεσίων δείξας τὸ ἄλσος. ὁ δὲ Θεσπεσίων πρεσβύτατος ἦν τῶν Γυμνῶν, καὶ ἡγεῖτο μὲν αὐτὸς πᾶσιν, οἱ δέ, ὥσπερ Ἑλλανοδίκαι τῷ πρεσβυτάτῳ, εἵποντο κοσμίῳ ἅμα καὶ σχολαίῳ βαδίσματι. ἐπεὶ δʼ ἐκάθισαν, ὡς ἔτυχε, τουτὶ γὰρ οὐκέτι ἐν κόσμῳ ἔδρων, ἐς τὸν Θεσπεσίωνα εἶδον πάντες οἷον ἑστιάτορα τοῦ λόγου, ὁ δὲ ἤρξατο ἐνθένδε· τὴν Πυθὼ καὶ τὴν Ὀλυμπίαν ἐπεσκέφθαι σέ φασιν, Ἀπολλώνιε, τουτὶ γὰρ ἀπήγγειλεν ἐνταῦθα καὶ Στρατοκλῆς ὁ Φάριος ἐντετυχηκέναι σοι φάσκων ἐκεῖ, καὶ τὴν μὲν Πυθὼ τοὺς ἐς αὐτὴν ἥκοντας αὐλῷ τε παραπέμπειν καὶ ᾠδαῖς καὶ ψάλσει, κωμῳδίας τε καὶ τραγῳδίας ἀξιοῦν, εἶτα τὴν ἀγωνίαν παρέχειν τὴν γυμνὴν ὀψὲ τούτων, τὴν δὲ Ὀλυμπίαν τὰ μὲν τοιαῦτα ἐξελεῖν ὡς ἀνάρμοστα καὶ οὐ χρηστὰ ἐκεῖ, παρέχεσθαι δὲ τοῖς ἐς αὐτὴν ἰοῦσιν ἀθλητὰς γυμνούς, Ἡρακλέους ταῦτα ξυνθέντος· τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σοφίαν τὰ ἐνταῦθα·2 οἱ μὲν γάρ, ὥσπερ ἐς τὴν Πυθὼ καλοῦντες, ποικίλαις δημαγωγοῦσιν ἴυγξιν, ἡμεῖς δέ, ὥσπερ ἐν Ὀλυμπίᾳ, γυμνοί. οὐχ ὑποστρώννυσιν ἡ γῆ οὐδὲν ἐνταῦθα, οὐδὲ γάλα ὥσπερ βάκχαις ἢ οἶνον δίδωσιν, οὐδὲ μετεώρους ἡμᾶς ὁ ἀὴρ φέρει, ἀλλʼ αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν3 μετέχοντες αὐτῆς τὰ κατὰ φύσιν, ὡς χαίρουσα διδοίη αὐτὰ καὶ μὴ βασανίζοιτο ἄκουσα. ὅτι δʼ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαι4 τὸ δεῖνα ἔφη δένδρον, πτελέα δὲ ἦν, τρίτον ἀπʼ ἐκείνου, ὑφʼ ᾧ διελέγοντο, πρόσειπε τὸν σοφὸν Ἀπολλώνιον. καὶ προσεῖπε μὲν αὐτόν, ὡς ἐκελεύσθη, τὸ δένδρον, ἡ φωνὴ δὲ ἦν ἔναρθρός τε καὶ θῆλυς. ἀπεσήμαινε δὲ πρὸς τοὺς Ἰνδοὺς ταῦτα μεταστήσειν ἡγούμενος τὸν Ἀπολλώνιον τῆς ὑπὲρ αὐτῶν δόξης, ἐπειδὴ διῄει ἐς πάντας λόγους τε Ἰνδῶν καὶ ἔργα. προσετίθει δὲ κἀκεῖνα, ὡς ἀπόχρη τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι, ὁπόση ἔμπνους, ἱμέρου τε, ὃς φοιτᾷ διʼ ὀμμάτων, φθόνου τε, ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει, θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν.

那天傍晚,他们谈论着平常且不值得记载的琐事,便在用过晚餐之处就寝。天明时分,阿波罗尼奥斯一如往常礼拜了太阳之后,正沉浸在某种思索之中,裸体哲学家中最年轻的奈罗斯跑上前来, “我们, 说道, 来到你这里了。” “理当如此,”阿波罗尼奥斯说道,“因为我也是从大海一路跋涉来到你们这里的。” 说完这些话,他便跟随着奈罗斯。于是互致问候之后——他们在柱廊附近彼此相会—— “在何处, 他说道, 我们会谈呢?” “在这里,”塞斯佩西昂指着小树林说道。塞斯佩西昂是裸体哲学家中最年长者,他亲自领头走在所有人前面,其余的人则像希腊裁判官顺从最长者一般,迈着规整而从容的步伐紧随其后。待他们随意坐下之后——因为这回他们不再按秩序行事——所有人都看着塞斯佩西昂,如同他是言论的主席一般;而塞斯佩西昂便从这里开篇说道:“阿波罗尼奥斯,人们说你曾造访过皮托和奥林匹亚;因为法罗斯人斯特拉托克利斯也曾在此报告过此事,声称他在那里遇见过你。他们说,皮托用长笛、歌声和琴声迎接前去的人,并以喜剧和悲剧款待他们,在此之后才姗姗提供赤身裸体的竞技;而奥林匹亚则排除了诸如此类的表演,认为在当地并不适宜且无益,只向来访者展现赤身的竞技者,因为赫拉克勒斯曾如此创立此会。对比印度的智慧,请将我们此地的做法也作如是观:因为他们就如同召唤人们前往皮托一样,以种种花哨的蛊惑诱引大众,而我们则如同在奥林匹亚一样,是赤裸裸的。 在这里,大地不曾为我们铺垫任何寝席,也不像对待巴克科斯的狂女那样赐予乳汁或美酒,空气也不曾将我们悬浮托起;相反,我们把大地本身当作铺垫而生活,享用它合乎自然所出之物,好让它欣然馈赠,而不违心地遭受折磨。但为了表明我们并非没有施展奇术的本领——” “那棵, 他说道, 树,”那是一棵榆树,从他们在其下交谈的那棵算起是第三棵—— “向智者阿波罗尼奥斯致意吧。” 于是那棵树依命向他致意,其声音清晰分明且具女性特征。他以此讥讽印度人,自以为能使阿波罗尼奥斯改变对他们的崇仰,因为阿波罗尼奥斯总是向所有人详述印度人的言行。他还补充说,智者只要远离一切有生命的食物,断绝经由眼目而来的欲望,摆脱那作为不义行径之师而侵入双手与心意的嫉妒,便已足够;并且真理无需奇迹巧技与强力施加的方术。

语法注4 条
  1. 6.10καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα

    此句省略了表示运动的动词(如 ἤνυσα 或 ἐλήλυθα)。名词 ὁδόν 充当同族宾格或延伸宾格,支配表方向的介词短语 πρὸς ὑμᾶς 以及表路线起止的 τὴν ἀπὸ θαλάττης ἐνταῦθα(从海边至此地)。

  2. 6.10τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σοφίαν τὰ ἐνταῦθα

    动词 ἡγοῦ 构成的双宾格结构,以 τὰ ἐνταῦθα 为直接宾格,τοῦτο 为补足宾格(述语宾格)。介词短语 παρὰ τὴν Ἰνδῶν σοφίαν 中的 παρά 加宾格表比较(“与……相比”),将奥林匹亚对比皮托的比喻对应到本地智慧对比印度智慧之上。

  3. 6.10αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν

    完成时分词 ὑπεστορεσμένοι 作中间态使用,直接接宾格宾语 αὐτὴν τὴν γῆν,意为“以大地本身作为垫褥而铺在身下”,精确描绘了他们露天席地的简朴生活状态。

  4. 6.10ὅτι δʼ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαι

    破格语法(破折句/破式):句子以引导事实或解释的 ὅτι 从句开始(“至于说我们并非没有施展巧术的本领……”),但并未接续主句,而是突兀地转向对树发出的祈使句(“那棵树……致意吧”),从而戏剧性地将理论陈述转化为实地演示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.10#1