← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.4-6.5

门农巨像的参访与过失杀人者的净化之礼

在蒂马西翁的引导下,阿波罗尼奥斯一行抵达门农神域,目睹巨像在破晓时分鸣响;随后在前往裸体哲学家聚居地途中,他们遇见一名因过失杀人而流浪的孟菲斯男子,阿波罗尼奥斯洞悉死者与智者的宿怨并为该男子举行了净化之礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4

ὑπὸ τούτῳ ἡγεμόνι παρελθεῖν φασιν ἐς τὸ τέμενος τοῦ Μέμνονος. περὶ δὲ τοῦ Μέμνονος τάδε ἀναγράφει Δάμις· Ἠοῦς μὲν παῖδα γενέσθαι αὐτόν, ἀποθανεῖν δὲ οὐκ ἐν Τροίᾳ, ὅτι μηδὲ ἀφικέσθαι ἐς Τροίαν, ἀλλʼ ἐν Αἰθιοπίᾳ τελευτῆσαι βασιλεύσαντα Αἰθιόπων γενεὰς πέντε. οἱ δʼ, ἐπειδὴ μακροβιώτατοι ἀνθρώπων εἰσίν, ὀλοφύρονται τὸν Μέμνονα ὡς κομιδῇ νέον καὶ ὅσα ἐπὶ ἀώρῳ κλαίουσι,1 τὸ δὲ χωρίον, ἐν ᾧ ἵδρυται, φασὶ μὲν προσεοικέναι ἀγορᾷ ἀρχαίᾳ, οἷαι τῶν ἀγορῶν ἐν πόλεσί ποτε οἰκηθείσαις λείπονται στηλῶν παρεχόμεναι τρύφη καὶ τειχῶν ἴχνη καὶ θάκους καὶ φλιὰς ἑρμῶν τε ἀγάλματα, τὰ μὲν ὑπὸ χειρῶν διεφθορότα, τὰ δὲ ὑπὸ χρόνου. τὸ δὲ ἄγαλμα τετράφθαι πρὸς ἀκτῖνα μήπω γενειάσκον, λίθου δὲ εἶναι μέλανος, ξυμβεβηκέναι δὲ τὼ πόδε ἄμφω κατὰ τὴν ἀγαλματοποιίαν τὴν ἐπὶ Δαιδάλου καὶ τὰς χεῖρας ἀπερείδειν ὀρθὰς ἐς τὸν θᾶκον, καθῆσθαι γὰρ ἐν ὁρμῇ τοῦ ὑπανίστασθαι.2 τὸ δὲ σχῆμα τοῦτο καὶ τὸν τῶν ὀφθαλμῶν νοῦν καὶ ὁπόσα τοῦ στόματος ὡς φθεγξομένου ᾅδουσι, τὸν μὲν ἄλλον χρόνον ἧττον θαυμάσαι φασίν, οὔπω γὰρ ἐνεργὰ φαίνεσθαι, προσβαλούσης δὲ τὸ ἄγαλμα τῆς ἀκτῖνος, τουτὶ δὲ γίγνεσθαι περὶ ἡλίου ἐπιτολάς, μὴ κατασχεῖν τὸ θαῦμα, φθέγξασθαι μὲν γὰρ παραχρῆμα τῆς ἀκτῖνος ἐλθούσης αὐτῷ ἐπὶ στόμα, φαιδροὺς δὲ ἱστάναι τοὺς ὀφθαλμοὺς δόξαι πρὸς τὸ φῶς, οἷα τῶν ἀνθρώπων οἱ εὐήλιοι. τότε ξυνεῖναι λέγουσιν, ὅτι τῷ Ἡλίῳ δοκεῖ ὑπανίστασθαι, καθάπερ οἱ τὸ κρεῖττον ὀρθοὶ θεραπεύοντες. θύσαντες οὖν Ἡλίῳ τε Αἰθίοπι καὶ Ἠῴῳ Μέμνονι, τουτὶ γὰρ ἔφραζον οἱ ἱερεῖς, τὸν μὲν ἀπὸ τοῦ αἴθειν τε καὶ θάλπειν, τὸν δὲ ἀπὸ τῆς μητρὸς ἐπονομάζοντες, ἐπορεύοντο ἐπὶ καμήλων ἐς τὰ τῶν Γυμνῶν ἤθη.

相传在此人的引路下,他们来到了门农的神域。关于门农,达米斯记载了如下事情:他是厄俄斯(黎明)之子,并未死于特洛伊——因为他根本未曾踏足特洛伊——而是在统治埃塞俄比亚人五代之后死于埃塞俄比亚。由于埃塞俄比亚人是世上寿命最长的人,他们哀悼门农如悼念早夭之人,以一切痛惜未足龄而亡者的方式为他哭泣。他们说,雕像所立之处酷似一座古老的广场,就像那些曾经有人居住的城市中所留下的广场一样,残存着石碑碎屑、墙垣遗迹、石座、门柱以及赫耳墨斯像,有些毁于人手,有些毁于岁月。雕像朝向阳光,尚未蓄须,以黑石制成,双足并拢,沿袭了代达罗斯时代的造像风格,双手笔直地支在座位上,因为它是以即将起立的姿态端坐的。他们说,这一体态、眼神的神韵以及被歌咏的仿佛正欲开口的唇部情态,在其余的时间里并不使他们过分惊叹,因为这些尚未显出生气;但当光芒照上雕像时——这发生在日出时分——人们便无法抑制惊叹之情了。因为光束刚落在他嘴唇上,他便立刻发声,双眼似迎着光芒欣然睁开,宛如那些喜好沐浴阳光之人。据说他们当时领悟到,雕像看似正欲向太阳欠身起立,恰似人们肃立敬奉尊崇之神那般。于是,在向埃塞俄比亚的太阳神和黎明之子门农献祭之后——因为祭司们如此称呼他们,前者因其‘灼烧与温暖’而得名,后者则因其母亲而得名——他们便骑着骆驼前往裸体哲学家的聚居地。

§6.5

ἀνδρὶ δὲ ἐντυχόντες ἐσταλμένῳ τρόπον, ὅνπερ οἱ Μεμφῖται καὶ ἀλύοντι μᾶλλον ἢ ξυντείνοντι ἤροντο οἱ περὶ τὸν Δάμιν, ὅστις εἴη καὶ ʽδι’ ὅ τι πλανῷτο, καὶ ὁ Τιμασίων ἐμοῦ ἔφη πυνθάνεσθε, ἀλλὰ μὴ τούτου, οὗτος μὲν γὰρ οὐκ ἂν εἴποι πρὸς ὑμᾶς τὸ ἑαυτοῦ πάθος αἰδοῖ τῆς ξυμφορᾶς, ᾗ κέχρηται, ἐγὼ δέ, γιγνώσκω γὰρ τὸν ἄνδρα καὶ ἐλεῶ, λέξω τὰ περὶ αὐτὸν πάντα· ἀπέκτεινε γὰρ Μεμφίτην τινὰ ἄκων, κελεύουσι δʼ οἱ κατὰ Μέμφιν νόμοι τὸν φεύγοντα ἐπʼ ἀκουσίῳ, δεῖ δὲ φεύγειν, ἐπὶ τοῖς Γυμνοῖς εἶναι, κἂν ἐκνίψηται τοῦ φόνου, χωρεῖν ἐς ἤθη καθαρὸν ἤδη, βαδίσαντα πρότερον ἐπὶ τὸ τοῦ πεφονευμένου σῆμα καὶ σφάξαντά τι ἐκεῖ οὐ μέγα. τὸν δὲ χρόνον, ὃν οὔπω τοῖς Γυμνοῖς ἐνέτυχεν, ἀλᾶσθαι χρὴ περὶ ταυτὶ τὰ ὅρια, ἔστʼ ἂν αἰδέσωνται αὐτόν, ὥσπερ ἱκέτην. ἤρετο οὖν τὸν Τιμασίωνα ὁ Ἀπολλώνιος, πῶς οἱ Γυμνοὶ περὶ τοῦ φεύγοντος ἐκείνου φρονοῦσιν, ὁ δὲ οὐκ οἶδα, εἶπε μῆνα γὰρ τουτονὶ ἕβδομον ἱκετεύει δεῦρο καὶ οὔπω λύσις. οὐ σοφοὺς λέγεις ἄνδρας, ἔφη εἰ μὴ καθαίρουσιν αὐτόν, μηδὲ γιγνώσκουσιν, ὅτι Φιλίσκος, ὃν ἀπέκτεινεν οὗτος, ἀνέφερεν ἐς Θαμοῦν τὸν Αἰγύπτιον, ὃς ἐδῄωσέ ποτε τὴν τῶν Γυμνῶν χώραν. θαυμάσας οὖν ὁ Τιμασίων πῶς ἔφη λέγεις; ὥς γε εἶπεν, ὦ μειράκιον, καὶ πέπρακται· Θαμοῦν γάρ ποτε νεώτερα ἐπὶ Μεμφίτας πράττοντα ἤλεγξαν οἱ Γυμνοὶ καὶ ἔσχον, ὁ δὲ ὁρμῆς ἁμαρτὼν ἔκειρε πᾶσαν, ἣν οὗτοι νέμονται, λῃστρικῶς γὰρ περὶ Μέμφιν ἔρρωτο· τούτου Φιλίσκον, ὃν οὗτος ἀπέκτεινεν, ὁρῶ ἔκγονον τρίτον ἀπὸ δεκάτου, κατάρατον δηλαδὴ τούτοις, ὧν ὁ Θαμοῦς τότε διεπόρθει τὴν χώραν· καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δʼ εἰργασμένου μὴ καθῆραι;3 ἐκπλαγὲν οὖν τὸ μειράκιον ξένε, εἶπε τίς εἶ; καὶ ὁ Ἀπολλώνιος ὃν ἂν ἔφη παρὰ τοῖς Γυμνοῖς εὕροις. ἐπεὶ δὲ οὔπω μοι ὅσιον προσφθέγξασθαι τὸν ἐν τῷ αἵματι, κέλευσον αὐτόν, ὦ μειράκιον, θαρρεῖν, ὡς αὐτίκα δὴ καθαρεύσοντα, εἰ βαδίσειεν οὗ καταλύω. ἀφικομένῳ δὲ ἐπιδράσας ὅσα Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας ὑπὲρ καθαρσίων νομίζουσιν, ἐκέλευσεν ἐς ἤθη στείχειν ὡς καθαρὸν ἤδη τῆς αἰτίας.

途中,他们遇见一个身着孟菲斯人服饰、漫无目的地游荡而非匆忙前行的男子,达米斯的同伴们便询问他是何人以及为何流浪。蒂马西翁说道: “向我打听吧,不要问他;因为出于对自己所罹不幸的羞惭,他不会向你们说出自己的苦楚。但我认识此人并怜悯他,便将关于他的始末全告诉你们:他非出于本意杀死了一名孟菲斯人,而孟菲斯的法律规定,因过失杀人而逃亡者——他是必须逃亡的——当听任裸体哲学家的发落,若洗清了血债,须先前往被杀者的坟墓并在那里宰杀微薄之牲,方可以洁净之身返回家乡。而在尚未获准晋见裸体哲学家之时,他必须在这些边界一带徘徊,直到他们如对待请愿者那样哀怜接纳他。” 阿波罗尼奥斯于是问蒂马西翁,那些裸体哲学家对那名逃亡者持何态度。蒂马西翁答道: “我不知道;因为他在此请愿已是第七个月,却仍未获赦免。” 阿波罗尼奥斯说道: “若他们不净化他,甚至不知道此人所杀的菲利斯科斯乃是当年蹂躏裸体哲学家土地的埃及人萨摩乌斯的后裔,那你所谈论的便不是智者了。” 蒂马西翁惊讶地说道: “您这是何意?” 他说道: “年轻人,这正是千真万确的事实。当年萨摩乌斯在孟菲斯人中图谋叛乱时,裸体哲学家揭发并遏止了他;但他落空之后,便大肆劫掠了他们居住的一切土地,因为他在孟菲斯一带以盗匪之力猖獗一时。我看出,此人所杀的菲利斯科斯正是萨摩乌斯的第十三代子孙,对当年土地遭萨摩乌斯蹂躏的他们而言,显然是被咒诅之人。此人即便蓄意杀他,本也当受冠冕,如今虽是过失杀人,所做之事却正有利于他们,不为这样的人净化,智慧又在何处呢?” 青年惊骇地说道: “异乡人,你究竟是谁?” 阿波罗尼奥斯答道: “我乃是你在裸体哲学家那里便可遇到的人。但因我向背负血债之人开口尚不合神圣律法,年轻人,你且让他宽心,若他愿前往我下榻之处,立时便可洁净。” 待那人前来,阿波罗尼奥斯按照恩培多克勒和毕达哥拉斯关于净化之礼的规定为他行了全套法事,并命他作为已脱除罪咎之人返回家乡。

语法注3 条
  1. 6.4ὅσα ἐπὶ ἀώρῳ κλαίουσι

    中性复数关系代词宾格 ὅσα 在此作动词 κλαίουσι 的内宾格(同源宾格)或副词性宾格,意为“以一切为夭折者哀哭之方式哭泣”。介词短语 ἐπὶ ἀώρῳ 意为“对着未至适龄而亡者”。

  2. 6.4καθῆσθαι γὰρ ἐν ὁρμῇ τοῦ ὑπανίστασθαι

    带冠词的不定词属格 τοῦ ὑπανίστασθαι(“微起/起立”)附属于介词短语 ἐν ὁρμῇ(“处于……冲动/姿态中”),用以生动表达静坐的雕像“正处于即将欠身起立的蓄势状态”。

  3. 6.5καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δʼ εἰργασμένου μὴ καθῆραι;

    句子的核心骨架为反问句“καὶ ποῦ σοφόν [ἐστι] + 不定词 μὴ καθῆραι;”(不净化……智慧何在?)。在不定词的直接宾语 τοῦτον 之前,先置了关系分句 ὃν στεφανοῦν ἐχρῆν 以及让步条件句 εἰ καὶ προνοήσας ἀπέκτεινε;不定词 καθῆραι 支配表罪由与分离的属格 φόνου,而形容词 ἀκουσίου 与被动分词短语 ὑπὲρ αὐτῶν δʼ εἰργασμένου 以 μέν... δέ 结构共同对照修饰 φόνου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.4-6.5