← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.39-6.40

解救筹措嫁妆之父与诫谕爱恋神像者

阿波罗尼奥斯指引一位为四个女儿筹措嫁妆而苦恼的男子买下一处橄榄园,借由园中暗藏的金币与丰收解救了其困境;随后在克尼多斯,他以自然之理与神话诫谕化解了一名男子爱恋阿芙洛狄忒雕像的荒唐行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.39

ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι· ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, ὁ δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, δεινόν γε, ἔφη χρηματιστὴν ὁρῶ. κακοδαίμονα μὲν οὖν, εἶπεν ᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον. ἔοικας ἔφη πολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ. ὁ δὲ ἠρέμα ἐπιδακρύσας θυγάτριά μοι εἶπεν ἐστὶ τέτταρα καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατανεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν. παθὼν οὖν τι πρὸς αὐτὸν ὁ Ἀπολλώνιος ἐπιμελησόμεθά σου ἔφη κἀγὼ καὶ ἡ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ. καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καὶ τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν ᾧ σμήνη τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Πανδώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, ᾧ πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντι χωρίον ἔφη τὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό; τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δʼ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλʼ οὐδʼ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφʼ ἑαυτῷ εἶναι ἄν,1 τὸν δʼ ἀντʼ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις, ἃ τοὺς καρποὺς φθείρει· ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μάλιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλλης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνηστήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.

以下这件事也同样值得一提:有人为了获得埋藏的宝藏而向大地女神献祭,甚至也毫不犹豫地就此事向阿波罗尼奥斯祈求。阿波罗尼奥斯察知他所渴求的是何种事物,便说道: “我看到了一位厉害的赚钱好手。” 那人回答道: “毋宁说是个不幸之人,除了微薄之物外一无所有,而那点微薄之物根本不足以糊口养家。” 阿波罗尼奥斯说: “看来你养了许多游手好闲的仆人,因为你自己看上去并不像愚钝之人。” 那人微微垂泪道: “我有四个年幼的女儿,需要四份嫁妆。我现在手头大约有两万德拉克马,可一旦分给女儿们,她们会觉得自己得到的微乎其微,而我则一无所有、走投无路。” 阿波罗尼奥斯对他心生同情,说道: “我和大地都会照料你的,因为听说你在向她献祭。” 说完这番话,他像收购庄稼的商人一样走向郊外。看到一块长满橄榄树的地块,见那些树木生得茂盛高大,且地里有一个能看到蜂群和花朵的小园子,他深感欣喜,便走进小园,仿佛要去考察什么更紧要的事物,向潘多拉祈祷之后便返回城中。他去拜会该庄园的主人——此人的财富是通过检举告发腓尼基人的产业、以极不合法的手段聚敛而来的。 “某某田庄你是多少钱买下的?又在上面投入了多少心力?” 阿波罗尼奥斯问道。地主回答说去年以一万五千德拉克马购得,但尚未投入任何辛劳;于是阿波罗尼奥斯说服此人以两万德拉克马转卖给那求助之人,使地主将多出的五千德拉克马视为一笔横财。那个渴求宝藏的人起初并未领会这份礼物的厚意,甚至认为自己并未保有同等的价值,反而损失惨重,因为两万德拉克马若握在手中,尚在自己的支配之下,而换来的这片土地却要听凭霜冻、冰雹以及其他摧残作物的灾害摆布。然而,当他随即就在小园里那蜂巢近旁发现了一坛装有三千达里克金币的双耳瓮,并且在那一年其他土地欠收之际获得了丰硕的橄榄收成,他便向阿波罗尼奥斯唱起了赞歌,他的家门也挤满了巴结讨好他的求婚者。

§6.40

κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρός· ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ὃ ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δʼ ἀναθήσειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο ἡ Κνίδος, ἀλλʼ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν ἢ εὐκτικῶν διορθοῦσθαι ὀφθαλμοὺς ἔφη διορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει. καλέσας οὖν τὸν θρυπτόμενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δʼ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, σὲ μὲν ποιηταὶ ἔφη ἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω· θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν, τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδʼ ἂν ἐς ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλʼ ἐκεῖνος μὲν τροχῷ εἰκασμένος διʼ οὐρανοῦ κνάμπτεται, σὺ δʼ, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ οὐδʼ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι.2 ὧδε ἡ παροινία ἐσβέσθη καὶ ἀπῆλθεν ὁ φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.

关于阿波罗尼奥斯,我还发现了如下这件值得铭记的事迹:有人似乎爱上了立于克尼多斯的那尊阿芙洛狄忒裸体雕像;他已经供奉了一些祭品,并声称要为了成婚而献上更多。阿波罗尼奥斯原本就觉得此事荒唐不经,及至克尼多斯人不但不加制止,反而声称女神若被爱慕便会显得更加显赫,他便决心为神殿洗除这一癫狂。当克尼多斯人询问他是否想在献祭或祈祷的仪轨上纠正什么时,阿波罗尼奥斯说: “我要纠正的是你们的眼睛;至于神殿的祖制,就让它维持原样吧。” 于是他召来那个沉溺于虚妄的人,问他是否相信有神;那人回答说笃信神明,甚至到了爱恋神明的地步,并提到了自己打算设祭举行的婚礼。阿波罗尼奥斯说道: “是诗人们蛊惑了你,说什么安喀塞斯和珀琉斯之流曾与女神结为夫妇。然而关于爱与被爱,我的见解是:神爱神,人爱人,兽爱兽,简言之,同类相爱乃是为了繁衍真实而血脉相连的后裔;若异类与非同类结合,既非配偶,亦非爱情。你若深思伊克西翁的结局,就不会产生爱恋非同类的妄念。他形如车轮般在天际受尽折磨;而你若不离开这座神庙,在全地上都将死无葬身之地,甚至说不出一句神明对你的裁决有何不公。” 这番狂乱之举遂由此平息,那个自称陷入爱恋的人献上了祈求宽恕的祭礼后便离去了。

语法注2 条
  1. 6.39ἐφʼ ἑαυτῷ εἶναι ἄν

    ἄν 与不定词 εἶναι 连用,在依附于 ᾤετο 的间接引语中表示潜势(希求法+ἄν)或非真实条件结果(过去直陈式+ἄν),意为“若在手中,本可以由自己随意支配”。

  2. 6.40τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι

    双重否定结构。紧随主句中的否定表达(οὐδʼ ἀντειπεῖν ἔχων,“甚至无法反驳”),由冠词 τό 引导的不定词从句使用了 μή οὐ,整体含义为“甚至无法抗辩说神明对你的裁决是不公的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.39-6.40