- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行在航行中接纳了偶遇的高洁的埃及青年蒂马西翁作为向导,阿波罗尼奥斯因其面对继母诱惑所展现的节制而将其赞誉为超越希波吕托斯之人。
τοιαῦτα διαλεγόμενος καὶ ξυμβούλους τῶν διαλέξεων, ὥσπερ εἰώθει, ποιούμενος τοὺς καιροὺς ἐχώρει ἐπὶ Μέμνονος, ἡγεῖτο δʼ αὐτοῖς μειράκιον Αἰγύπτιον, ὑπὲρ οὗ τάδε ἀναγράφει Δάμις· Τιμασίων μὲν τῷ μειρακίῳ τούτῳ ὄνομα ἦν, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔρρωτο.1 σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐνέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαίδρα,2 διαβάλλουσα δʼ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλλον ἢ γυναίοις χαίροντα. ὁ δʼ ἐκλιπὼν Ναύκρατιν, ἐκεῖ γὰρ ταῦτα ἐγίγνετο, περὶ Μέμφιν διῃτᾶτο, καὶ ναῦν δὲ ἰδιόστολον ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδὼν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον καταπλέων αὐτὸς ξυνῆκέ τε, ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναί οἱ τῆς τοῦ πλοῦ κοινωνίας ἐρῶντι σοφίας, ὁ δʼ Ἀπολλώνιος σώφρων ἔφη ὁ νεανίσκος, ὦ ἄνδρες, καὶ ἀξιούσθω ὧν δεῖται, καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῄεσαν αἱ νῆες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι ὑπὲρ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν ὁ Ἀπολλώνιος κατʼ ὀφθαλμοὺς αὐτοῦ ἱζῆσαι μειράκιον ἔφη Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον, ὡς τῶν μὲν λύσις παρʼ ἐμοῦ γένοιτό σοι διʼ ἡλικίαν, τῶν δʼ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε. ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβάλλοντα τὴν ὁρμὴν τοῦ στόματος ἐς τὸ λέξαι τι ἢ μή, θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος, ἀναθαρσήσας δὲ ὁ Τιμασίων ὦ θεοί, ἔφη τίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὐκ εἰμί, ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα, τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος. καὶ ὁ Ἀπολλώνιος βαβαί, ἔφη μειράκιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ, ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλʼ ʽεἰπὲʼ ὅπως ταῦτα δοξάζεις, κἀξ ὅτου; φυλαξομένῳ γάρ τι ἁμαρτεῖν ἔοικας. ἐπεὶ δὲ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπʼ αὐτὸν φέροιτο, αὐτὸς δʼ ἐρώσῃ ἐκσταίη, βοὴ ἐγένετο, ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος, ὑπολαβὼν ὁ Τιμασίων ὦ λῷστοι, ἔφη τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύματος, ὅσον, οἶμαι, γέλωτος. καὶ ὁ Δάμις ἕτερόν τι ἔφη ἐθαυμάσαμεν, ὃ μήπω γιγνώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι. Ἀφροδίτῃ δὲ θύεις, ὦ μειράκιον; ἤρετο ὁ Ἀπολλώνιος, καὶ ὁ Τιμασίων, νὴ Δίʼ, εἶπεν, ὁσημέραι γε, πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν ʽἐνʼ ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν. ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, ψηφισώμεθα, ἔφη ὦ ἄνδρες, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου τοῦ Θησέως, ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τουτὶ ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπʼ αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλʼ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας, οὑτοσὶ δὲ ἡττᾶσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλʼ ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο,3 καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντιναδὴ τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης,4 σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν εὖ λέγειν καὶ ταῦτα Ἀθήνησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται. τοσαῦτα ἐς τὸν Τιμασίωνα αὐτῷ ἐσπουδάσθη. πλὴν ἀλλὰ Ἱππόλυτόν γε ἐκάλει αὐτὸν διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν. ἐδόκει δὲ καὶ τοῦ σώματος ἐπιμεληθῆναι καὶ γυμναστικῆς ἐπαφροδίτως ἅψασθαι.
他一边作着这样的谈话,一边照例以当下的机缘作为论谈的顾问,向着门农像前行。为他们引路的是一位埃及青年,关于此人,达米斯记载了如下事情。这位青年的名字叫作蒂马西翁,刚脱离青年军训年龄,仍在青春的盛期保持着健硕。当他持守贞洁之时,恋慕他的继母对他步步紧逼,并在父亲面前使之态度严厉;她虽未编造出淮德拉所炮制的那类阴谋,却中伤他为柔靡懦弱、喜好同性爱人甚于女子。于是他离开了瑙克拉提斯——因为这些事正是在那里发生的——在孟菲斯一带居住;他拥有一艘自行装备的船只,在尼罗河上经商航运。因此,在自己顺流而下时看见阿波罗尼奥斯逆流而上,他从他们所穿的粗袍和正专注研读的书卷推断出船员们乃是有智慧的人,便以热爱智慧者的身份乞求让他共享航程。阿波罗尼奥斯便说: “诸位,这位年轻人是个知所节制之人,当获准其所求。” 趁着那青年仍在向他们驶来,他压低声音向身旁近处的同伴讲述了关于继母的事情。当两船靠近会合时,蒂马西翁跨上船来,对自己的舵手就货物交代了几句之后,便向众人致意。阿波罗尼奥斯于是命他在自己面前坐下,说道: “埃及青年,你看来是本地人,请告诉我,你做过何种恶事,又做过何种善事?好让你因年幼而从我这里得到前者的免责,而对于后者在受到赞赏之后,便可与我和这些人共同探求哲学。” 见蒂马西翁面红耳赤,唇齿启闭间不知该说还是不该说,阿波罗尼奥斯便连连追问,仿佛自己对他毫无预见一般。蒂马西翁鼓起勇气说道: “诸神啊,我该如何评说自己呢?我固然不是恶人,但若要认为我是善人,我亦不知是否当得,因为不作恶尚且算不得值得称道。” 阿波罗尼奥斯说道: “妙极了,青年,你对我说话的样子宛如来自印度,因为神圣的雅尔卡斯亦持此见。但请告诉我,你是如何以及因何抱有这种看法的?因为你看来是个警惕犯错之人。” 当他开始叙说继母如何纠缠于他、而他自己如何避开了那个热恋中的女子时,人群中爆发出一阵呼声,因为阿波罗尼奥斯曾如神启般预言了这些事。蒂马西翁接着说道: “贤士们,你们这是怎么了?我所说的话,依我看既远离令人感叹,正如它远离可笑一般。” 达米斯说道: “我们感叹的是另一件你尚未知晓之事;但我们亦赞扬你,青年,因你自认未曾做过任何显赫之举。” “青年,你向阿佛洛狄忒献祭吗?”阿波罗尼奥斯问道。蒂马西翁答道: “凭宙斯起誓,我每天都献祭;因为我认为在人世与神圣的事物中,这位女神皆具有伟大的权能。” 阿波罗尼奥斯闻言大喜,说道: “诸位,让我们表决通过:因其节制,他当在忒修斯之子希波吕托斯之前领受冠冕。因为后者侮辱了阿佛洛狄忒,正因如此,他大概既不屈服于爱欲之事,也无任何爱火向他袭来,而是属于粗鲁顽固之流;而这位青年自称臣服于女神,却对那名爱恋他的女子未动丝毫邪念,反倒因敬畏女神本身而退避,生怕自己未能防范不正当之爱。再者,对于任何一位神明怀有嫌隙,一如希波吕托斯针对阿佛洛狄忒那般,我不认为这配称节制;因为在一切神明之事上善言赞美乃是更为审慎之举,尤其是在那建有未知神灵祭坛的雅典更是如此。” 阿波罗尼奥斯在蒂马西翁身上所倾注的严肃探讨便止于此。不过,因他看待继母的那种目光,阿波罗尼奥斯仍称他为希波吕托斯。这位青年看来也注重修饰身躯,并优美得体地从事体育锻炼。
- 6.3ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔρρωτο
动词 ὑπαπέρχομαι 接表示分离或来源的属格 ἐφήβου,意为“刚脱离青年军训(ephebos)的年龄”。后半句的 τὴν ὥραν 是配合状态动词 ἔρρωτο(ῥώννυμι 的过去完成时)使用的关涉宾格,表示“在青春盛期依然健壮”。
- 6.3ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαίδρα
ὧνπερ 呈现了关系代词的格吸引现象。它代替了先行词省略后的结构 τούτων ἅπερ(“淮德拉所构陷的那类事情”),被主句中 οὐδέν 所要求的属格吸引而变为 ὧνπερ。
- 6.3ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο
连词 εἰ 加上希求法 φυλάξοιτο 跟在表示恐惧的分词 δείσας 之后,构成表达担忧或间接条件的从句(“生怕自己若不防范……就会触怒女神”)。冠词性不定式短语 τὸ κακῶς ἐρᾶσθαι 作 φυλάξοιτο 的直接宾语,指“受到不正当或不道德的爱慕”。
- 6.3οὐκ ἀξιῶ σωφροσύνης
动词 ἀξιόω 接宾格与属格,表示“认为某事(宾格)配得上某物(属格)”。在此处,前置的冠词性不定式短语 αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντιναδὴ τῶν θεῶν 作宾格宾语,σωφροσύνης 为表示价值的属格补足语,意即“我不认为与任何神明为敌本身配称为节制”。
