- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.36-6.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯劝谕沉迷驯鸟的富家无知青年修习法庭修辞术,在萨狄斯驳斥了树木先于大地而生的谬说,并在安条克地震之后化解了市民的内讧。
μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε,1 τοὺς δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο· ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼν τί ἔφη ἐπιτηδεύεις; ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαραδρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετο δοκεῖς μοι ἔφη διαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ ὄν, ὡς μηδʼ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφωνίας. ἐπιτρίβεις δʼ, ὦ μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον· βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται κέντρα ἐπʼ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκειμένους τε καὶ ἐρείδοντας, ἀλλʼ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτερορρυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπʼ ὀρνίθων ἢ ᾅδεσθαι. τὸ δὲ φάρμακον τῆς μεταβολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, ὃ σὺ οὔπω μὲν γιγνώσκεις, καλοῦσι δὲ αὐτὸ διδασκάλους· τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δʼ ἡ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβούλευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι,2 ταυτὶ δʼ ἐκμαθὼν τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύνας. ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδισεν, ὑφʼ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσεν.
有个青年对自己自身的修养漠不关心,却忙于驯养鸟雀,并把它们视作智慧的同居伙伴;他教它们像人一样饶舌,像笛子一样鸣啭。阿波罗尼奥斯遇到他时,问道: “你在忙些什么?” 当青年向他一一细数自己的夜莺与乌鸫,以及如何把石鸻训练得伶牙俐齿,而他自己的言语听起来却粗鄙无知时,阿波罗尼奥斯说道: “在我看来,你是在糟蹋这些鸟雀:首先是因为你不容许它们发出自身原本那般悦耳的啼鸣——那声音甜美得连任何乐器都无法企及仿效;其次,你自己说着全希腊人中最拙劣的言语,却要把它们变成学习失声的门徒。而且年轻人啊,你还在败坏你自家的产业。因为看你的随从和你的穿戴,在我看来你属于富贵奢华之列,而诉讼讼棍们正是把舌头作毒刺举起,专向这类人敲诈勒索。到那时,你对鸟雀的喜爱又有何用?就算你把所有夜莺的歌声都汇集起来,也赶不走那些逼近并压制你的家伙;相反,你不得不倾囊倒箧,把金银像扔给狗的安抚食饵一样抛给他们,倘若他们吠叫,你就一次又一次地奉上,到头来你自己却落得饥寒困顿。你现在就需要一个显著的转折和品行的转变,免得不知不觉间掉光了财富的羽毛,落到更配被鸟雀哀悼而非被鸟雀歌唱的下场。促成这一转变的药方并不难寻:在所有的城邦中都有一类人,你或许尚不相识,但人们称之为‘教师’;从你的家产中拿出少许给他们,你便能安然保住大半家业,因为他们会传授给你市井公堂的修辞术,而这门技艺是轻而易举的。若见你尚处童年,我定会劝你出入哲学家与智者的门庭,用全备的智慧为你的家宅筑起防线;但你既然已经错过了学习这些的最佳年岁,那么至少要学会为自己辩护。应当想一想:倘若你学成了那些更完备的学问,或许会显得像一位披甲作战、令人畏惧的重装武士;而学会了这门技艺,你也能拥有轻装步兵和投石手的装备,因为你可以像掷石打狗一样回击那些讼棍。” 青年省悟了这番话,放弃了逗鸟的消遣,前去向教师求学;因着教师们的指点,他的才智与辞令都变得大有长进。
δυοῖν δὲ λόγοιν ἐν Σάρδεσι λεγομένοιν, τοῦ μέν, ὡς ὁ Πακτωλός ποτε τῷ Κροίσῳ ψῆγμα χρυσοῦ ἄγοι, τοῦ δέ, ὡς πρεσβύτερα τῆς γῆς εἴη τὰ δένδρα, τὸν μὲν πιθανῶς ἔφη πεπιστεῦσθαι, χρυσία γὰρ εἶναί ποτε τῷ Τμώλῳ ψαμμώδη καὶ τοὺς ὄμβρους αὐτὰ φέρειν ἐς τὸν Πακτωλὸν κατασύροντας, χρόνῳ δέ, ὅπερ φιλεῖ τὰ τοιαῦτα, ἐπιλιπεῖν αὐτὰ ἀποκλυσθέντα, τοῦ δʼ ἑτέρου λόγου καταγελάσας ὑμεῖς μὲν ἔφη προγενέστερα τῆς γῆς φατε εἶναι τὰ δένδρα, ἐγὼ δὲ πολὺν οὕτω χρόνον φιλοσοφήσας οὔπω ἔγνων οὐρανοῦ προγενεστέρους ἀστέρας διδάσκων ὅτι μηδʼ ἂν γένοιτό τι τοῦ ἐν ᾧ φύεται μὴ ὄντος.3
萨狄斯城流传着两种说法:其一,帕克托罗斯河曾为克罗伊索斯带来砂金;其二,树木比大地更为古老。阿波罗尼奥斯说,前一种说法值得合情理地相信,因为特摩罗斯山上曾经有含金的沙土,暴雨将其冲刷卷带到帕克托罗斯河中,但随着时间推移,正如这类事物的常态一样,金沙被冲洗殆尽便枯竭了;然而对于后一种说法,他嘲笑道: “你们声称树木比大地更早产生,但我潜心哲学如此长久,却还不曾知晓比天空更为古老的星辰。” 以此教导人们:孕育之所若不存在,其中生长之物就绝不可能产生。
στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος4 καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφʼ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος ὁ μὲν θεὸς ἔφη διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδʼ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι. καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ ʽὡσʼ ταυτὸ τοῖς ἑτέροις φοβήσονται.
当叙利亚总督在安条克城挑起内讧、播撒猜忌,致使民众在集会时发生分裂之际,一场强烈的地震猛然袭来;众人惊恐退缩,正如在天降异兆时通常所做的那样,相互祈福祈安。阿波罗尼奥斯于是走上前去说道: “神明已赫然成为你们的调解者;在共同畏惧相同灾祸的情形下,你们必不会再次兴起内讧。” 他使他们意识到自己将承受的痛苦,以及他们将会与其他人畏惧同样的事物。
- 6.36ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε
“ἔχω + 副词 + 属格”构成固定句式,表示就某事物处于某种状态;此处 ἑαυτοῦ 作关涉属格(genitive of respect/reference),意为“就其自身而言处于未受教养的状态”。
- 6.36κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι
κἄν 是 καὶ ἄν 的合音(crasis)。助词 ἄν 与不定式 δόξαι(第一不定过去时主动语态不定式)连用,依附于分词 νομίσας 之下,在间接引语中表示非真实条件句的后件(直接引语作 ἂν ἔδοξας,“本会显得像……”)。
- 6.37τοῦ ἐν ᾧ φύεται μὴ ὄντος
由包含关系从句的名词化分词短语构成的属格独立结构(τοῦ ... μὴ ὄντος),具有条件意味,表示“如果它在其中生长之物不存在的话”。
- 6.38στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος
属格独立结构。动词 στασιάζω 通常用作不及物动词表示“进行党争/内讧”,此处作及物动词并带直接宾格宾语 τὴν Ἀντιόχειαν,意为“在安条克挑起内讧/煽动派系斗争”。
