- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.32-6.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提图斯私下向阿波罗尼奥斯请教寿命及当提防之人,获悉当防范近亲以及死于海物的预言。随后阿波罗尼奥斯劝说提图斯当场施恩于塔尔苏斯人,作者亦概述了阿波罗尼奥斯晚年的游历与始终如一的哲人品格。
μεταστησάμενος δὲ ὁ Τίτος τοὺς παρόντας αὐτοί εἶπεν ὦ Τυανεῦ, γεγόναμεν,1 ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιοτάτων; ἐρώτα, ἔφη καὶ τοσούτῳ προθυμότερον, ὅσῳ ὑπὲρ μειζόνων. περὶ ψυχῆς εἶπε τῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἡ ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα. ἀσφαλὴς μὲν οὖν ἔφη καὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα. καὶ ἐς τὸν ἥλιον ἀναβλέψας ὤμνυ αὐτόν, ἦ μὴν αὐτὸς μέλλειν ὑπὲρ τούτων πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πατρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθανόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. ἀποθανοῦμαι δὲ εἶπε τίνα τρόπον; ὅν γε ἔφη Ὀδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν. ταῦτα ὁ Δάμις ὧδε ἑρμηνεύει· φυλάττεσθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, ᾗ τὸν Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀπορρήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτάτους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσειπὼν νίκα, ὦ βασιλεῦ, ἔφη τοὺς μὲν πολεμίους ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.
提图斯让旁人退下后,说道: “提亚纳人啊,我们现在单独在此了;想必您准许我就对我而言最为重大的事发问吧?” 阿波罗尼奥斯说道: “问吧;事情越重大,就越当热切发问。” 提图斯说: “倘若我现在担忧这些事不致被视为懦弱,我的发问将关乎我自身的性命,以及我最当提防何人。” 阿波罗尼奥斯答道: “这绝非懦弱,而是审慎且保持警惕;因为对此等事最当未雨绸缪。” 于是他仰望太阳,指着太阳起誓说,即便提图斯不问,他自己本也正打算向他明言此事;因为诸神已向他显明,命他预先告诫提图斯:其父在世时,当提防其父最大的宿敌;其父离世后,则当提防自己最亲近的骨肉。 提图斯问道: “我将以何种方式死去?” 阿波罗尼奥斯回答道: “正如传说中奥德修斯所死的方式一样;因为人们说,死亡同样是从海中降临于他的。” 达米斯将此话作如下解释:他固然提防着刺魟的毒刺,据说奥德修斯正是被此物所刺伤;然而他在承继其父统领帝权两年之后,却死于海兔之毒。这种鱼所蕴藏的隐秘毒汁,胜过海陆之间一切致人死命之物;尼禄曾将这种海兔投置于菜肴中用来对付死敌,而图密善则用它来对付兄长提图斯——图密善并非认为与兄长共同执政难以忍受,而是难以忍受与一位温和且仁德之人共同执政。进行过这番私下交谈后,两人在众人面前相互拥抱;提图斯离去时,阿波罗尼奥斯对他说道: “大王啊,当用武器战胜敌人,当用美德战胜父亲。”
ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν· Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν. δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς βασιλείας ἤθους, σὺ δʼ ἀληθεῦσαί τέ μοι πρὸς αὐτὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔρρωσο.
写给德米特里乌斯的信内容如下:“哲学家阿波罗尼奥斯致犬儒德米特里乌斯,致意。我将你赠予提图斯王,作为王道品行的导师;请你使我对他所言属实,除了愤怒之外,在一切事上成为他的一切。祝安康。”
οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπιπλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχεσθαι ῥώμην, τότε δʼ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ ὁ βασιλεύς, ξυνελθοῦσα δὲ ἡ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, ὁ δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρεσβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται· παρελθὼν δὲ ὁ Ἀπολλώνιος εἰ δὲ ἐνίους ἔφη τούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμένους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους δʼ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πείσονται; τί δὲ ἄλλο γε, εἶπεν ἢ ἀπολοῦνται; εἶτα οὐκ αἰσχρὸν ἔφη τὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθʼ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι; ὑπερησθεὶς δὲ ὁ βασιλεὺς δίδωμι τὰς δωρεάς, εἶπεν οὐ γάρ μοι ἀχθέσεται ὁ πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.
塔尔苏斯的居民在早些时期本对阿波罗尼奥斯心怀怨恨,既因为他的严厉斥责,也因为他们生活放纵、沉湎享乐,难以承受其言论的力量;但在此时,他们完全为这位哲人所折服,甚至尊奉他为城邦的缔造者与支柱。当国王举行公祭时,合城民众聚集起来恳求极重大的恩惠,国王表示会将这些事禀报父亲,并亲自为他们所祈求之事充当使者;阿波罗尼奥斯走上前去说道: “倘若我证实这些人中有几人乃是你与你父亲的死敌,曾遣使前往耶路撒冷图谋叛逆,是你最公开的敌人的暗中盟友,他们将受到何种惩处?” 提图斯说: “除了处死,还能怎样?” 阿波罗尼奥斯说道: “既然如此,索求惩罚毫不迟疑,赐予恩惠却迟缓拖延;前者由自己决断,后者却要推托给共同商议,这难道不是一件可耻的事吗?” 国王大喜过望,说道: “我准予这些赏赐;因为父亲绝不会因我屈服于真理和您而向我动怒。”
τοσαῦτα ἔθνη φασὶν ἐπελθεῖν τὸν Ἀπολλώνιον σπουδάζοντά τε καὶ σπουδαζόμενον. αἱ δὲ ἐφεξῆς ἀποδημίαι πολλαὶ μὲν ἐγένοντο τῷ ἀνδρί, οὐ μὴν τοσαῦταί γε ἔτι, οὐδὲ ἐς ἕτερα ἔθνη πλὴν ἃ ἔγνω, περί τε γὰρ τὴν ἐπὶ θαλάττῃ Αἴγυπτον καταβάντι αὐτῷ ἐξ Αἰθιοπίας διατριβὴ πλείων ἐγένετο, περί τε Φοίνικας καὶ Κίλικας Ἴωνάς τε καὶ Ἀχαιοὺς καὶ Ἰταλοὺς πάλιν οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι.2 χαλεποῦ γὰρ τοῦ γνῶναι ἑαυτὸν δοκοῦντος χαλεπώτερον ἔγωγε ἡγοῦμαι τὸ μεῖναι τὸν σοφὸν ἑαυτῷ ὅμοιον, οὐδὲ γὰρ τοὺς πονηρῶς φύντας ἐς τὸ λῷον μεταστήσει μὴ πρότερον ἐξασκήσας τὸ μὴ αὐτὸς μεθίστασθαι. ὑπὲρ μὲν δὴ τούτων ἐν ἑτέροις λόγοις ἱκανῶς εἴρηκα διδάσκων τοὺς μὴ μαλακῶς αὐτοῖς ὁμιλοῦντας,3 ὅτι τὸν ἀτεχνῶς ἄνδρα μήτε μεταστήσει τι μήτε δουλώσεται. ὡς δὲ μήτε ἐς λόγων ἴοιμεν μῆκος ἀκριβῶς ἀναδιδάσκοντες τὰ παρʼ ἑκάστοις αὐτῷ φιλοσοφηθέντα μήτʼ αὖ διαπηδῶντες φαινοίμεθα λόγον, ὃν οὐκ ἀπόνως παραδίδομεν τοῖς ἀπείροις τοῦ ἀνδρός, δοκεῖ μοι τὰ σπουδαιότερα ἐπελθεῖν τούτων καὶ ὁπόσα μνήμης ἀξιώσεται. ἡγώμεθα δὲ αὐτὰ παραπλήσια ταῖς τῶν Ἀσκληπιαδῶν ἐπιδημίαις.
人们说,阿波罗尼奥斯走访了如此众多的邦族,既竭诚奉献,亦深得人心。此后这位哲人的出游虽说依然频繁,但已不再如此广泛,也不再前往他所熟知之外的其他邦族;因为他从埃塞俄比亚下来之后,在海滨埃及逗留了较长时间,随后又在腓尼基人、奇里乞亚人、爱奥尼亚人、阿开亚人及意大利人之间巡历,在任何地方都不曾偏离自己一贯的风貌。因为在认识自身被视为艰难之事的同时,我个人认为,哲人始终保持与自身如一乃是更为艰难之事;因为若不先锻炼自己绝不变节,就无法使生性邪恶者改邪归正。关于这些事,我在其他论著中已作了充分论述,以教导那些并非浅尝辄止研读其论述的人:真正的君子绝不会被任何事物改变,亦不会沦为奴役。然而,为了避免因详尽阐述他在各处的哲学活动而使篇幅过长,又为了避免看似跳过我们辛勤传授给那些不了解此人者的记述,我认为最好是探究其中较为重要且值得铭记的事迹。我们应当将这些事迹视为与阿斯克勒庇俄斯后裔的巡游医治相类似的事业。
- 6.32αὐτοί... γεγόναμεν
代词主格复数 αὐτοί 与 γίγνομαι 完成时连用的习语,意为“我们成了单独在此的人”或“只有我们自己”,承接前文遣退旁人(μεταστησάμενος... τοὺς παρόντας)的语境。
- 6.35οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι
否定含义动词 ἐλλείπω(缺漏、疏怠)的与格分词 ἐλλείποντι 支配带有双重否定 τὸ μὴ οὐχ 的带冠词不定式,构成用于否定句或疑问句后表示“绝不未能……”的强肯定句式。ὁμοίῳ 指与真正的自我保持一致(与下文 ἑαυτῷ ὅμοιον 呼应)。
- 6.35τοὺς μὴ μαλακῶς αὐτοῖς ὁμιλοῦντας
αὐτοῖς 是阳性复数与格,回指前文的 ἐν ἑτέροις λόγοις(在其他论著中)。动词 ὁμιλέω 支配与格表示“研习、研读”,与副词短语 μὴ μαλακῶς(非马虎地、认真严谨地)结合,指“严肃认真研读那些著作的人”。
