← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.28-6.31

塔尔苏斯会见提图斯与统治之道劝勉

阿波罗尼奥斯在提图斯攻克耶路撒冷后致信称赞其谦逊节制;随后在提图斯将与父亲共掌帝权之际,两人于塔尔苏斯会面,阿波罗尼奥斯就统治之道予以劝勉,并推荐犬儒派学者德米特里乌斯担任其顾问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.28

καταβάντι δὲ αὐτῷ ἐξ Αἰθιοπίας ἡ μὲν πρὸς τὸν Εὐφράτην διαφορὰ τότε μάλιστα ἐπέδωκε ἐκ τῶν ὁσημέραι διαλέξεων, ἐπέτρεπε δὲ αὐτὰς Μενίππῳ τε καὶ Νείλῳ, σμικρὰ ἐπιτιμῶν αὐτὸς τῷ Εὐφράτῃ, τοῦ δὲ Νείλου σφόδρα ἐπεμελεῖτο.

当阿波罗尼奥斯从埃塞俄比亚下来时,由于每日的辩论,他与欧弗拉特斯的分歧在此时达到了顶峰;但他把这些辩论委托给梅尼普斯和尼罗,自己只对欧弗拉特斯略作指责,而对尼罗则关怀备至。

§6.29

ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφʼ αἵματι.1 ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε· Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. μὴ βουληθέντι σοι ἐπʼ αἰχμῇ κηρύττεσθαι, μηδʼ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφʼ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔρρωσο. ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ καὶ ὑπὲρ ἐμαυτοῦ ἔφη χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.

当提图斯攻克耶路撒冷、各地堆满尸骸时,周围各邦国都向他献上冠冕,但他认为自己不配得这荣誉,说并非他自己成就了这些事,而是把自己的双手借给了显露神怒的神。阿波罗尼奥斯称赞了这种态度,因为在这位将领身上展现出深沉的判断力以及对人事与神事的明澈理解,而且不因血腥而受冠亦充满自制。于是他给提图斯写了一封信,派达米斯作为信使,信中写道: “阿波罗尼奥斯致罗马军统帅提图斯,致意。既然你不愿因刀枪见称,亦不愿因敌人的鲜血而受嘉奖,我谨向你献上节制之冠,因为你深知因何事才应当受冠。祝安康。” 提图斯收到此信大喜过望,说道: “无论是为了我自己还是为了我父亲,我都对您心存感激,并将牢记这些话;因为我攻下了耶路撒冷,而您却俘获了我。”

§6.30

ἀναρρηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀριστείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγενόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περιβαλὼν ἐλθόντα πάντα μοι ὁ πατὴρ ἔφη ἐπέστειλεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἡ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν ὅ τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα, ἀξιούμενος δὲ ὧν ὁ πατὴρ ἑξηκοντούτης ὢν καὶ καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδʼ εἰ ἀρχθῆναι εἰδέναι,2 δέδια μὴ μειζόνων, ἢ ἐμὲ χρή, ἅπτωμαι. ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔρρωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα, καὶ τίς εἶπε βιάσεται ταῦρον αὐχένα οὕτω κρατερὸν ὑποσχεῖν ζυγῷ; ὁ ἐκ νέου ἔφη, μοσχεύσας με,3 τὸν πατέρα τὸν ἑαυτοῦ λέγων ὁ Τίτος καὶ τὸ ὑπʼ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. χαίρω εἶπεν ὁ Ἀπολλώνιος πρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφʼ οὗ χαίρουσιν ἀρχόμενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ.4 νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾅσεται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.

提图斯在罗马被宣告为大元帅,并被授予这些英勇战功的奖赏,正动身前去与父亲共同执掌大权;但他惦记着阿波罗尼奥斯,深知即便只是短暂相处也会给自己带来莫大的益处,便恳请他前往塔尔苏斯。当阿波罗尼奥斯到来时,提图斯拥抱了他,说道: “父亲已将所有延请您作为顾问的事宜悉数写信告知了我,看哪,这就是那封信,信中称您为他的恩人,是成就我们今日一切的人。而我如今方满三十岁,却被认为配得上我父亲六十岁时才承担的大任,且在不知自己是否懂得服从之前便被召去统治,我实在担忧自己染指了超出本分的大事。” 阿波罗尼奥斯摸了摸他的颈项——提图斯的体魄确实如受过体格锻炼者一般强健——便说道: “谁又能强迫一头颈项如此强壮的公牛套上轭具呢?” “那自幼将我当作牛犊抚育长大的人,”提图斯说道,指的正是他自己的父亲,意思是自己只会被那位自幼便使自己习惯于遵从他的父亲所统辖。 阿波罗尼奥斯说道: “首先,看到你准备顺从你的父亲,我深感欣慰;不仅是亲生儿子,凡受他治理的人无不心悦诚服;你也准备侍奉他的宫廷,而你将与他一同受到侍奉。当青年与暮年一同迈入统治之列时,什么样的竖琴、什么样的笛子能奏出如此甜美和谐的乐调呢?因为年长之事将与年少之事相结合,由此暮年获得力量,青年亦不至陷于无序。”

§6.31

ἐμοὶ δέ, εἶπεν ὦ Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ; ἅ γε ἔφη σεαυτὸν πέπεικας, ὑποκείμενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ· καὶ τὸν Ἀρχύτου δʼ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος· ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παίδων ἀγωγῆς γράφων ἔστω φησὶν ὁ πατὴρ παράδειγμα ἀρετῆς τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες. ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν ʽἄρχοντα. ʼ ʼ τίς δέ, ἔφη Ἀπολλώνιε, ἡ σοφία τοῦ ἀνδρὸς τούτου; παρρησία εἶπε καὶ τὸ ἀληθεύειν ἐκπλήττεσθαί τε ὑπὸ μηδενός, ἐστὶ γὰρ τοῦ Κυνικοῦ κράτους. δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντος Ὁμήρῳ μέντοι ἔφη νέος ὢν ὁ Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμπέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυνέσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει. δίδου εἶπε τὸν ὀπαδὸν κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδικοῦντα αἴσθοιτο. γεγράψεται ἔφη πρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης. γεγράφθω, εἶπεν ἐβουλόμην δʼ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ κοινωνὸς ἡμῖν γένοιο. ἀφίξομαι, ἔφη ὁπότε ἀμφοῖν λῷον.

提图斯说道: “提亚纳人啊,关于统治与王权,您对我有什么指教呢?” 阿波罗尼奥斯回答道: “正是你已经令自己笃信的那些事;因为你既然顺从你的父亲,显然就会变得像他一样。我现在亦可引述阿尔库塔斯的名言,因为此言高尚且值得学习。阿尔库塔斯是塔兰托人,深谙毕达哥拉斯的智慧。他在论述儿童教养时写道:‘父亲应当成为儿女的美德榜样;因为倘若儿女效法他们,父亲们也会更加竭力地迈向美德。’我还要向你引荐我的同伴德米特里乌斯,只要你愿意,他就会陪伴你,教导你一个贤良的统治者应当做些什么。” 提图斯问道: “阿波罗尼奥斯,此人的智慧何在?” 阿波罗尼奥斯答道: “直言不讳、讲求真理,以及临事不惧,因为他是犬儒学派的刚正之士。” 当提图斯听到“犬”这个字眼面露不悦时,阿波罗尼奥斯说道: “然而在荷马史诗中,年少的忒勒玛科斯也被认为需要两只犬,诗人便派遣它们作为随从伴随少年走向伊萨卡人的集会,尽管它们是不知言语的牲畜;而陪伴你的将是一只灵犬,无论为了你对他人吠叫,还是在你犯下过失时对你自身吠叫,都会充满智慧,绝非盲无理性。” 提图斯说道: “那就把这只随从之犬交给我吧;若他发觉我做了不义之事,我甚至准许他咬我。” 阿波罗尼奥斯说: “一封信将写给他;他正在罗马从事哲学。” 提图斯说: “那就写吧;但我倒希望有人能为我写信给您,好让您与我们同行前往罗马。” 阿波罗尼奥斯说道: “待到对我们双方都更有利之时,我自会前去。”

语法注4 条
  1. 6.29ἐφʼ αἵματι

    介词 ἐπί 搭配与格,表示“在……的基础上”或“以……为代价/缘由”。此处指因流血或屠杀敌人而接受冠冕荣耀。

  2. 6.30πρὶν οὐκ οἶδʼ εἰ ἀρχθῆναι εἰδέναι

    连词 πρίν 引导的不定词从句中插入了表示疑惑的插入语 οὐκ οἶδʼ εἰ(“不知是否”)。其核心骨架为 πρὶν εἰδέναι(“在懂得……之前”),支配补足不定词 ἀρχθῆναι(“受统辖”),意即“在不知自己是否懂得服从之前”。

  3. 6.30ὁ ἐκ νέου, ἔφη, μοσχεύσας με

    对前句阿波罗尼奥斯提问(τίς βιάσεται ταῦρον...)的简略回答。承前省略了主谓动词 βιάσεται,仅给出作主语的分词短语 ὁ μοσχεύσας(“培育我的人”)。动词 μοσχεύω 虽常指园艺中的“压条繁殖幼苗(μόσχος)”,但此处呼应前句的 ταῦρον(“公牛”),取 μόσχος 另一义“牛犊”,意为“自牛犊时抚育驯养”。

  4. 6.30θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ

    将来时分词 θεραπεύσοντα 与前文的 παρεσκευασμένον 并列,作 ὁρῶν 的宾语补足语(“见你准备侍奉……”)。后半句关系代词与格 ᾧ 指代其父,与被动语态动词 ξυνθεραπευθήσῃ 连用,表示“你将与他一同受到侍奉/朝贺”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.28-6.31