- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.1-6.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在对比埃塞俄比亚与印度的地理、河流和物产的相似性后,重回阿波罗尼奥斯的旅程,记述其在埃及与埃塞俄比亚边境见到的无言交易风俗,以及阿波罗尼奥斯借此对贪婪的希腊商人的批判。
Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω, κατὰ Μερόην δʼ Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπʼ Αἰθιόπων ἄγει.1 μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδʼ ἄλλη μηδεμία, ὁπόσαι κατʼ ἀνθρώπους ὀνομασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου· ἐπιρραίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπʼ αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν Ἰνδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυγμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλʼ ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾅδονται τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός.
埃塞俄比亚占据着日下整个大地的西角,正如印度人占据东角一样;它在麦罗埃附近与埃及相接,穿过一部分人迹未至的利比亚,最终止于诗人们称之为大洋的海洋——诗人们把环绕大地的全部水域都如此命名。它赐予埃及尼罗河,此河发源于卡塔杜帕,从埃塞俄比亚将为其所淹没滋养的整个埃及冲积带来。因此,就面积而言,此地不配与印度相比,因为世人所知的著名大陆中没有哪一片能与印度相比;即使我们把全埃及并入埃塞俄比亚——哪怕我们认为河流所做的事正是如此——二者相加也仍然无法与印度匹敌,其广袤至于如此地步。然而,对于考量印度河与尼罗河特性的人来说,两地之河颇为相似;因为它们都在大地渴望水分的季节灌溉大陆,它们也是江河中仅有的出产鳄鱼与河马者,而且关于它们的仪式传说也相仿,因为印度的许多事物也同样被神化归于尼罗河。两片大陆的相似之处,还当由其出产的香料来证明,也当由两地捕获并供役使的狮子与大象来证明。它们还哺育着别处没有的异兽,以及其他大陆所没有的黑肤人类,其中更有俾格米人的各部落、以及在各地发出犬吠之声的人群等诸般奇迹。印度的狮鹫与埃塞俄比亚的蚁,虽然外形不同,但据说意图一致,因为在两地它们都被歌颂为黄金的守卫者,钟爱大陆中含金的泥土。不过,关于这些事情不必多言,且让叙述回归本题,让我们继续追随主人公。
ἀφικόμενος γὰρ ἐπὶ τὰ Αἰθιόπων τε καὶ Αἰγυπτίων ὅρια, Συκάμινον δὲ αὐτὰ ὀνομάζουσι, χρυσῷ τε ἀσήμῳ ἐνέτυχε καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασιν, ἔκειτο δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ· καὶ ὅ τι βούλεται ταῦτα, ἐγὼ δηλώσω, νομίζεται γὰρ καὶ ἐς ἡμᾶς ἔτι· ἀγορὰν Αἰθίοπες ἀπάγουσιν, ὧν Αἰθιοπία δίδωσιν, οἱ δʼ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν ἐς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλὰ ὁμόφυλοι τὸ χρῶμα, μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. ξυνεὶς οὖν ὁ Ἀπολλώνιος τοῦ τῆς ἀγορᾶς ἤθους οἱ δὲ χρηστοὶ ἔφη Ἕλληνες, ἢν μὴ ὀβολὸς ὀβολὸν τέκῃ καὶ τὰ ὤνια αὑτοῖς ἐπιτιμήσωσι καπηλεύοντες ἢ καθειργνύντες, οὔ φασι ζῆν ὁ μὲν θυγατέρα σκηπτόμενος ἐν ὥρᾳ γάμων, ὁ δʼ υἱὸν ἤδη τελοῦντα ἐς ἄνδρας, ὁ δʼ ἐράνου πλήρωσιν, ὁ δʼ, ὡς οἰκοδομοῖτο οἰκίαν, ὁ δέ, ὡς αἰσχύνοιτο χρηματιστὴς ἥττων τοῦ πατρὸς δόξαι. καλῶς δʼ ἄρʼ εἶχεν, ἵνα ὁ πλοῦτος ἀτίμως ἔπραττεν2 ἰσότης τε ἤνθει, "μέλας δʼ ἀπέκειτο σίδηρος, "ὁμονοούντων τῶν ἀνθρώπων, καὶ ἡ γῆ πᾶσα ἐδόκει μία.
当他抵达埃塞俄比亚人与埃及人的边界——人们称之为绪卡米诺斯——他见到了未经铸造的黄金、亚麻、象牙、植物根块、香膏与香料,全都无人看守地放置在岔路口。这是何意,我将予以说明,因为这种风俗直到我们这个时代仍在奉行:埃塞俄比亚人运来埃塞俄比亚出产的市场货品,而其他人取走全部货品后,将同等价值的埃及货品运至同一地点,用自己所拥有的换购自己所缺乏的。居住在两片大陆边境的人肤色尚未全黑,而是具有同类的肤色,因为一方不如埃塞俄比亚人黑,另一方却比埃及人更黑。阿波罗尼奥斯明白了这种市场的习俗,便说道: “我们那些高尚的希腊人,除非一俄波尔生出一俄波尔的利息,除非他们通过倒买倒卖或囤积居奇来抬高物价,否则便宣称无法生存——一人借口女儿已到婚嫁之龄,一人借口儿子即将成年入籍,一人借口偿还集资贷款,一人借口正在建造房舍,还有一人借口若被看作不如其父能赚钱便会感到蒙羞。在财富不受重视、人人平等繁荣、 ‘黑铁被弃置一旁’, 人们和睦同心、全地仿佛合而为一的地方,情形原来是何等美好啊!”
- 6.1ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπʼ Αἰθιόπων ἄγει
先行词 Αἴγυπτον 被并入关系从句(ἣν ἐπικλύζει)的内包构式。主句动词 ἄγει 的宾语意指尼罗河从埃塞俄比亚冲积带来的、为其自身所灌溉淹没的整个埃及泥土,呼应了“埃及是尼罗河的赠礼”这一传统观念。
- 6.2καλῶς δʼ ἄρʼ εἶχεν, ἵνα ὁ πλοῦτος ἀτίμως ἔπραττεν
无人称过去式 καλῶς εἶχεν 配语气词 ἄρα(表领悟过去之实情,“原来……”),后接表处所或情境的关系副词 ἵνα(“在……的地方”)加未完成过去直陈式(ἔπραττεν 等)。随后的“μέλας δʼ ἀπέκειτο σίδηρος”则是描绘黄金时代的诗句引文。
