- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.26-6.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行探访了尼罗河的诸瀑布,阿波罗尼奥斯顶着巨响深入考察至第三道瀑布。随后,在一座埃塞俄比亚村庄中,他仿效米达斯王的典故,用美酒灌醉并制服了肆虐扰乱妇女的萨堤洛斯。
διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκούσης ἠχὼ προσέβαλεν οἷον βροντῆς οὔπω σκληρᾶς, ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. καὶ ὁ Τιμασίων ἐγγὺς ἔφη ὁ καταρράκτης, ὦ ἄνδρες, ὁ κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος.1 καὶ στάδια δέκα ἴσως προελθόντες ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους μείω οὐδὲν ἢ ἐν πρώταις ξυμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος, προσευξάμενοι δὲ τῷ Νείλῳ χωρεῖν πρόσω καὶ θηρία μὲν οὐκέτι ὁρᾶν, ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις, ἑτέρου δὲ καταρράκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ αἰσθέσθαι, διπλασίω μὲν γὰρ εἶναι αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. ἑαυτοῦ μὲν οὖν καί τινος τῶν ἑταίρων οὕτω τι κτυπηθῆναι τὰ ὦτα ὁ Δάμις φησίν, ὡς αὐτός τε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ χωρεῖν πρόσω, τὸν δὲ ἐρρωμένως ξύν τε τῷ Τιμασίωνι καὶ τῷ Νείλῳ τοῦ τρίτου καταρράκτου ἔχεσθαι, περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα· ἐπικρέμασθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν ὀφρὺν εἶναι λιθοτομίας ἀρρήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν ὑπερπίπτειν ἐς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαινούσας τε καὶ λευκάς. τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλασίας ἢ αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος.2 τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι, πολλὰ γὰρ καὶ περὶ δαιμόνων ᾅδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου.
当行人们谈论起野兽、并就自然如何以不同方式滋养万物展开哲学思辨时,一阵如雷鸣般的声响向他们袭来,这声响尚不算刺耳,却低沉且仍回荡在云层之中。蒂马西昂便说道: “瀑布近了,朋友们;对于下行者而言它是最后的,但对于上行者而言它是第一道。” 他们前进了大约十个斯塔迪昂,据说便看到一条从山间倾泻而出的河流,其水流绝不小于初次汇流时的马耳苏阿斯河与迈安德罗斯河;向尼罗河祈祷后,他们继续前行,便不再见到野兽,因为野兽天生畏惧喧闹,宁愿栖居在平静之处,而不愿靠近湍急喧嚣之所。又前行了约十五个斯塔迪昂之后,他们听到了另一处瀑布的轰鸣,这声响已令人难以忍受且痛苦不堪,因为它比前一道瀑布大一倍,且从更高的山峰坠落。达米斯说,他自己和其中一位同伴的耳朵被震得如此剧痛,以致他本人转身折返,并恳求阿波罗尼奥斯不要再往前走;但阿波罗尼奥斯与蒂马西昂及尼罗毅然坚持前行,直奔第三道瀑布。关于这处瀑布,他返回后报告了如下情形:那里的山峰悬垂在尼罗河上方,高约八个斯塔迪昂,与群山相对的河岸是无可名状的采石场般的绝壁,从山峦挂落的泉水飞泻到多石的岸边,又从那里翻卷着洁白的浪花汇入尼罗河。围绕它们发生的剧烈景象——它们〔即这些泉水〕比前几处大出数倍——以及自其跃入群山的回声,使得考察这股急流变得极难听闻。至于通向最原始源头的更前方道路,据说既无法涉足,甚至无法想象;因为人们关于神灵唱诵着许多传说,犹如品达凭其智慧所歌咏的、〔他〕为使尼罗河保持适度水流而置于这些源泉之上的神灵一样。
καταλύσαντες δὲ μετὰ τοὺς καταρράκτας ἐν κώμῃ τῆς Αἰθιοπίας οὐ μεγάλῃ ἐδείπνουν μὲν περὶ ἑσπέραν ἐγκαταμιγνύντες σπουδὴν παιδιᾷ, βοῆς δὲ ἀθρόας τῶν ἐν τῇ κώμῃ γυναικῶν ἤκουσαν ἐπικελευομένων ἀλλήλαις ἑλεῖν καὶ διῶξαι, παρεκάλουν δὲ καὶ τοὺς αὑτῶν ἄνδρας ἐς κοινωνίαν τοῦ ἔργου, οἱ δʼ ἁρπασάμενοι ξύλα καὶ λίθους καὶ ὅ τι ἐς χεῖρας ἑκάστῳ ἔλθοι, ξυνεκάλουν ὥσπερ ἀδικούμενοι τοὺς γάμους.3 ἐπεφοίτα δὲ ἄρα τῇ κώμῃ δέκατον ἤδη μῆνα σατύρου φάσμα λυττῶν ἐπὶ τὰ γύναια, καὶ δύο ἀπεκτονέναι σφῶν ἐλέγετο, ὧν μάλιστα ἐδόκει ἐρᾶν. ἐκπλαγέντων οὖν τῶν ἑταίρων μὴ δέδιτε, εἶπεν ὁ Ἀπολλώνιος ὑβρίζει γάρ τις ἐνταῦθα σάτυρος. νὴ Δίʼ, ἔφη ὁ Νεῖλος ὅν γε ἡμεῖς οἱ Γυμνοὶ χρόνῳ ἤδη ὑβρίζοντα μήπω μετεστήσαμεν τοῦ σκιρτᾶν. ἀλλʼ ἔστιν εἶπεν ἐπὶ τοὺς ὑβριστὰς τούτους φάρμακον, ᾧ λέγεται Μίδας ποτὲ χρήσασθαι· μετεῖχε μὲν γὰρ τοῦ τῶν σατύρων γένους ὁ Μίδας οὗτος, ὡς ἐδήλου τὰ ὦτα, σάτυρος δὲ ἐπʼ αὐτὸν εἷς κατὰ τὸ ξυγγενὲς ἐκώμαζε τὰ τοῦ Μίδου διαβάλλων ὦτα, καὶ οὐ μόνον ᾅδων, ἀλλὰ καὶ αὐλῶν τούτω, ὁ δʼ, οἶμαι, τῆς μητρὸς ἀκηκοώς, ὅτι σάτυρος οἴνῳ θηρευθείς, ἐπειδὰν ἐς ὕπνον καταπέσῃ, σωφρονεῖ καὶ διαλλάττεται, κρήνην τὴν οὖσαν αὐτῷ περὶ τὰ βασίλεια κεράσας οἴνῳ ἐπαφῆκεν αὐτῇ τὸν σάτυρον, ὁ δὲ ἔπιέ τε καὶ ἥλω. καὶ ὅτι μὴ ψεύδεται ὁ λόγος, ἴωμεν παρὰ τὸν κωμάρχην, καὶ ἢν ἔχωσιν οἱ κωμῆται οἶνον, κεράσωμεν αὐτὸν τῷ σατύρῳ, καὶ ταὐτὰ τῷ Μίδου πείσεται. ἔδοξε ταῦτα καὶ ἀμφορέας Αἰγυπτίους τέτταρας οἰνοχοήσας ἐς ληνόν, ἀφʼ ἧς ἔπινε τὰ ἐν τῇ κώμῃ πρόβατα, ἐκάλει τὸν σάτυρον ἀφανῶς τι ἐπιπλήττων, ὁ δὲ οὔπω μὲν ἑωρᾶτο, ὑπεδίδου δὲ ὁ οἶνος, ὥσπερ πινόμενος· ἐπεὶ δὲ ἐξεπόθη σπεισώμεθα ἔφη τῷ σατύρῳ, καθεύδει γάρ. καὶ εἰπὼν ταῦτα ἡγεῖτο τοῖς κωμήταις ἐς Νυμφῶν ἄντρον, πλέθρον οὔπω ἀπέχον τῆς κώμης, ἐν ᾧ καθεύδοντα δείξας αὐτὸν ἀπέχεσθαι εἶπε τοῦ παίειν ἢ λοιδορεῖσθαί οἱ, πέπαυται γὰρ τῶν ἀνοήτων. τοῦτο μὲν δὴ τοιοῦτον Ἀπολλωνίου, μὰ Δίʼ, οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον,4 κἂν ἐντύχῃ τις ἐπιστολῇ τοῦ ἀνδρός, ἣν πρὸς μειράκιον ὑβρίζον γράφων καὶ σάτυρον δαίμονα σωφρονίσαι φησὶν ἐν Αἰθιοπίᾳ, μεμνῆσθαι χρὴ τοῦ λόγου τούτου. σατύρους δὲ εἶναί τε καὶ ἐρωτικῶν ἅπτεσθαι μὴ ἀπιστῶμεν· οἶδα γὰρ κατὰ τὴν Λῆμνον τῶν ἐμαυτοῦ τινα ἰσηλίκων, οὗ τῇ μητρὶ ἐλέγετο τις ἐπιφοιτᾶν σάτυρος, ὡς εἰκὸς ἦν τῇ ἱστορίᾳ ταύτῃ, νεβρίδα γὰρ ξυμφυᾶ ἐῴκει ἐνημμένῳ κατὰ τὸν νῶτον, ἧς οἱ ποδεῶνες οἱ πρῶτοι ξυνειληφότες τὴν δέρην περὶ τὸ στέρνον αὐτῷ ἀφήπτοντο. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, οὔτε γὰρ ἡ πεῖρα ἀπιστητέα οὔτε ἐγώ.
越过瀑布之后,他们在埃塞俄比亚的一个不算大的村庄歇宿,傍晚时分正庄谐兼备地用着晚餐,忽然听见村中妇女齐声呼喊,彼此催促抓捕并追逐;她们还呼召各自的丈夫参与这桩行动,而男人们抓起木棍、石块以及落入各自手中的任何东西,呼喊着召集〔众人〕,仿佛他们的婚姻受到了侵犯。原来,已有十个月之久,一个萨堤洛斯的幻影在村里频繁出没,发狂似地纠缠妇女,据说已害死了两人,正是它似乎最倾心的女子。同伴们大惊失色,阿波罗尼奥斯说道: “不要害怕,不过是一个萨堤洛斯在此作乱罢了。” “以宙斯之名,”尼罗说道,“我们这些裸身贤者虽知它作乱多时,却至今未曾制止它的狂跳!” “然而,”阿波罗尼奥斯说,“对待这类暴徒自有一剂良方,据说米达斯当年曾用过此法。因为这位米达斯,正如他的耳朵所示,也具有萨堤洛斯的血统;有一只萨堤洛斯凭着同族关系向他寻衅作乐,嘲笑米达斯的耳朵,不仅歌唱,还用笛子吹奏这两只〔耳朵〕。我想,米达斯曾听他母亲说过,被酒捕获的萨堤洛斯一旦陷入沉睡,就会变得清醒温顺而讲和,于是他将王宫附近的一处泉水掺入美酒,放任萨堤洛斯接近它;后者饮下泉水便被擒获。为了证明这故事非虚,让我们去见村长;如果村民有酒,我们就为这萨堤洛斯调酒,它定会遭遇与米达斯的萨堤洛斯相同的下场。” 这主意定了下来,阿波罗尼奥斯将四双耳罐埃及酒倒进村里羊群饮水的水槽中,隐秘地加以咒斥并召唤萨堤洛斯。萨堤洛斯的身影虽未显现,酒却像被人饮用般逐渐减少。当酒被吸尽时,他说: “让我们与萨堤洛斯言和吧,因为它睡着了。” 说完这话,他带领村民前往距村庄尚不足一普勒特隆的宁芙仙洞,并在洞中指着熟睡的萨堤洛斯,告诫大家不要击打或辱骂它: “因为它的狂妄行径已经止息。” 阿波罗尼奥斯的这一作为,以宙斯之名起誓,绝非旅途中的枝节小事,而是沿途建树的真正伟绩;如果有人读到这位哲人的信件——他在写给一个放肆青年的信中提到自己在埃塞俄比亚惩治过一个萨堤洛斯精灵——理当记起这篇叙述。我们切莫怀疑萨堤洛斯的存在及其涉足情欲之事;因为我知道在利姆诺斯岛有一位与我同龄的人,据说其母曾受萨堤洛斯侵扰,这一观察使之颇为可信:他背上仿佛天生披着一张鹿皮,前足部分围合着颈部并系在胸前。但关于这些不必多言了;因为这一经验不容置疑,我也绝非不可信赖之人。
- 6.26ὁ κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος
现在分词 κατιόντων 与 ἀνιόντων 作关系属格或视点属格,补充说明最高级 ὕστατος 与 πρῶτος,意为“对顺流而下者而言是最后一处,对逆流而上者而言是第一处”。
- 6.26πολλαπλασίας ἢ αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος
宾格加不定式结构。πολλαπλασίας... οὔσας 修饰紧邻前文的 αὐτάς(περὶ αὐτάς,指代前文的 τὰς πηγάς),而不定式 ἐργάζεσθαι 的主语则由句首的 τὰ δὲ πάθη(剧烈景象)与 τὴν πηδῶσαν... ἠχώ(跃入群山的回声)并列构成。直接宾语为 τὴν ἱστορίαν τοῦ ῥεύματος(对水流的见闻或实地调查),δυσήκοον(难以听闻的,引申为难以探究的)作宾语补足语。
- 6.27ἀδικούμενοι τοὺς γάμους
被动分词 ἀδικούμενοι 带有限制宾格(关系宾格)τοὺς γάμους,意为“仿佛在婚姻方面受到了侵害”。
- 6.27οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον
修辞上的双关与头韵对比,对比了 ὁδοῦ πάρεργον(旅途中的副业/枝节小事)与 παρόδου ἔργον(途经时所立下的真正功绩)。
