← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.22-6.25

前往尼罗河源头的旅程与埃塞俄比亚风情

阿波罗尼奥斯与贤者们结束交谈后,在蒂马西昂的引领下启程前往尼罗河源头,沿途目睹了卡塔杜帕瀑布的巨响、野生动物以及生活在货车上的埃塞俄比亚游牧民。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.22

τοσαῦτα ὁ Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆσαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος δόξαις, περί τε τῶν παρʼ Ἕλλησι νόμων πλείω διαλεχθέντες ἐμοὶ εἶπεν ὁ Ἀπολλώνιος ἡ δεῦρο ὁδὸς ὑμῶν τε ἕνεκα καὶ τῶν τοῦ Νείλου πηγῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι,1 προχωρήσαντι δὲ ἐπʼ Αἰθιοπίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελθεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους. ἴθι χαίρων ἔφη καὶ ὅ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, ὦ Νεῖλε, βουλόμεθα ἐφʼ ἑαυτῶν διαλεχθῆναί τι. ὁ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ, ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ ἤρα αὐτοῦ ὁ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς διαλέξεως ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετʼ οὐ πολὺ δὲ ἥκων ὁ Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφʼ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα· ἠρώτα δʼ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλʼ ἐφείδοντο τοῦ ἀπορρήτου.

达米斯说,他们就正义之人展开了如此多的讨论,而阿波罗尼奥斯赞同这一观点,因为他总是同意那些合理正确的言论。在探讨了灵魂是不朽的、以及按照切近柏拉图学说的方式探讨了自然,并进一步谈论了希腊人的法律之后,阿波罗尼奥斯说道: “我来到这里的旅程,既是为了你们,也是为了尼罗河的源头;对于仅走到埃及的人而言,对其一无所知尚可原谅,但对于像我这样已深入埃塞俄比亚的人而言,若与其擦肩而过且未能采集到关于它们的任何记述,实属耻辱。” “愿你平安上路,”他说,“向源泉祈求你所愿望之事吧,因为它们是神圣的。我想你可以立蒂马西昂为向导,他原籍瑙克拉提斯,现居孟菲斯;他既熟悉那些源泉,而且极其纯洁,以致无需洒水洁净。但是尼罗,我们想单独同你谈谈。” 这番话的意图对阿波罗尼奥斯来说并非难以洞察,因为他明白他们因尼罗对自己倾慕而心生不悦;为了给他们的谈话让出空间,他退离去收拾行装,以便在黎明破晓时出发。不久后尼罗归来,虽未报告所听到的任何话,却经常独自发笑;但无人询问他的笑声,皆尊重这秘密。

§6.23

τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου,2 τάδε ὁρῶντες λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπʼ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον.3 ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.

随后他们用过晚餐,谈论了一些无关宏旨的事,便在那里歇宿;破晓时分,他们向裸身贤者道别,沿着通往山区的道路取道尼罗河左侧前行,目睹了以下值得记叙的景象:卡塔杜帕是土质之山,类似于吕底亚的特摩罗斯山,尼罗河自此形成急流瀑布飞泻而下,以其卷带而来的泥土造就了埃及大地。那股自群山倾泻、带着轰鸣坠入尼罗河的水流回声显得恐怖且难以忍受,许多贸然过度前行的人都因丧失听力而折返。

§6.24

προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφʼ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρπὸν ἡγοῦνται, ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ παρδάλεις καὶ τοιαῦτα θηρία ἕτερα, καὶ ἐπῄει οὐδὲν αὐτοῖς, ἀλλʼ ἀπεπήδα σφῶν, ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους, ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρουθοὶ καὶ ὄνοι πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· ξύγκειται δὲ τὰ θηρία ταῦτα τὸ μὲν ἐλάφου τε καὶ ταύρου, τὸ δὲ ἀφʼ ὧνπερ τὴν ἐπωνυμίαν ᾕρηκε. καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν, οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύοντες, οἶμαι, τῷ καὶ αὖθις θηράσειν.

随着阿波罗尼奥斯及其一行人的前进,呈现出许多圆丘般的山峦,上面长满了树木,埃塞俄比亚人将这些树木的叶子、树皮和树胶视为果实。他们还在路旁看到了狮子、豹子和类似的其他野兽,但没有一只扑向他们,反倒跳开远离,似乎被人类吓呆了。鹿、瞪羚、鸵鸟和野驴也屡见不鲜,但数量最多的是野牛与山羊牛;这些野兽,前者是由鹿和公牛合成,后者则由其名称所由来的动物组成。他们还遇到了它们的骨骼和被啃食过半的尸体;因为狮子每当饱餐温热的猎物之后,便会弃其余肉于不顾,我想这是因为它们坚信自己随时能再次猎捕。

§6.25

ἐνταῦθα νομάδες οἰκοῦσιν Αἰθίοπες ἐφʼ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας θηρῶντες, κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, ὅθεν ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων πράσεως. Νασαμῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκιάποδες ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν οἱ ἀπενεχθέντες ἄκοντες.

这里居住着定居在大车上的埃塞俄比亚游牧民,靠近他们的是捕象者,后者将大象宰割并设立集市,故此因贩卖大象而得名。纳萨莫涅斯人、食人族、俾格米人和遮足人亦是埃塞俄比亚的部族,其领地延伸至埃塞俄比亚大洋,唯有违背意愿而被风浪漂卷而去的人才会航入这片大洋。

语法注3 条
  1. 6.22ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι

    与格分词 προελθόντι 充当无人称表语 ξυγγνώμη [ἐστί](“是可以原谅的”)所支配的关涉与格,同时兼作不定式 ἀγνοῆσαι 的逻辑主语。后半句的 προχωρήσαντι ... κἂν ὄνειδος φέροι 亦遵循相同的句法平行结构。

  2. 6.23ἀριστεροὶ τοῦ Νείλου

    方位形容词 ἀριστερός 作主格复数与主语一致,起副词/述语性作用(“位于……左侧 / 将……置于左侧”)。属格 τοῦ Νείλου 则是标示空间方位参照点的空间属格。

  3. 6.23ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον

    先行词 γῆν 被吸收入关系分句 ἣν ἐπισπᾶται 中(先行词内入),构成双宾格结构。句法上可拆解为 ποιῶν [ταύτην τὴν] γῆν, ἣν ἐπισπᾶται, Αἴγυπτον(“以其所卷带之泥土造就埃及”),其中 Αἴγυπτον 充当表语宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.22-6.25