- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.21#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰斯佩西昂以雅典的阿里斯泰得为例,阐明了消极地不行不义与真正正义之间的区别,指出真正的正义不仅在于自身恪守公正,更在于引导他人不致作恶,而这正是司法与立法美德的根基。
πλὴν ἀλλʼ οὗτοι μὲν ἐπὶ δόξῃ ἀδικημάτων ἀπώλοντο ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης,1 Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ αὐτή ποτε ἡ δικαιοσύνη ἀπώλλυ καὶ ἀνὴρ τοιόσδε ἐπὶ τοιᾷδε ἀρετῇ φεύγων ᾤχετο. καὶ ὡς μὲν γελοία ἡ δικαιοσύνη δόξει, γιγνώσκω, τεταγμένη γὰρ ὑπὸ Διός τε καὶ Μοιρῶν ἐς τὸ μὴ ἀδικεῖσθαι τοὺς ἀνθρώπους οὐδαμοῦ ἑαυτὴν ἐς τὸ μὴ αὐτὴ ἀδικεῖσθαι τάττει. ἐμοὶ δὲ ἀπόχρη τὰ τοῦ Ἀριστείδου ἐς τὸ δηλῶσαι, τίς μὲν ὁ μὴ ἄδικος, τίς δὲ ὁ δίκαιος· εἰπὲ γάρ μοι, οὐχ οὗτος Ἀριστείδης ἐκεῖνος, ὅν φατε ὑμεῖς οἱ ἀπὸ Ἑλλήνων ἥκοντες πλεύσαντα ἐς τὰς νήσους ὑπὲρ τῶν φόρων ξυμμέτρους τε αὐτοὺς τάξαι καὶ ξὺν τῷ αὐτῷ ἐπανελθεῖν τρίβωνι; οὗτος, εἶπε δι’ ὃν καὶ πενίας ἔρως ποτὲ ἤνθησεν. εἰ οὖν, ἔφη δύο Ἀθήνησι δημαγωγοὶ γενοίσθην ἐπαινοῦντες τὸν Ἀριστείδην ἄρτι ἐκ τῆς ξυμμαχίδος ἥκοντα, καὶ ὁ μὲν γράφοι στεφανοῦν αὐτόν, ἐπειδὴ μὴ πλουτῶν ἀφῖκται μηδὲ βίον ἑαυτῷ ξυνειλοχὼς μηδένα, ἀλλὰ πενέστατος μὲν Ἀθηναίων, πενέστερος δὲ ἑαυτοῦ,2 ὁ δʼ αὖ τοιουτονί τι γράφοι ψήφισμα· ἐπειδὴ Ἀριστείδης οὐχ ὑπὲρ τὸ δυνατὸν τῶν ξυμμάχων τάξας τοὺς φόρους, ἀλλʼ ὡς ἕκαστοι γῆς ἔχουσι, τῆς τε ὁμονοίας αὐτῶν ἐπεμελήθη τῆς πρὸς Ἀθηναίους καὶ τοῦ μὴ ἀχθομένους δοκεῖν φέρειν ταῦτα, δεδόχθω στεφανοῦν αὐτὸν ἐπὶ δικαιοσύνῃ, ἆρʼ οὐκ ἄν σοι δοκεῖ τῇ μὲν προτέρᾳ γνώμῃ κἂν ἀντειπεῖν αὐτός, ὡς οὐκ ἀξίᾳ τῶν ἑαυτῷ βεβιωμένων, εἰ ἐφʼ οἷς οὐκ ἀδικεῖ τιμῷτο, τὴν δʼ ἴσως ἂν καὶ αὐτὸς ἐπαινέσαι,3 στοχαζομένην ὧν διενοήθη; βλέψας γάρ που ἐς τὸ Ἀθηναίων τε καὶ τῶν ὑπηκόων ξυμφέρον ἐπεμελήθη τῆς ξυμμετρίας τῶν φόρων καὶ τοῦτο μετὰ τὸν Ἀριστείδην ἐδείχθη μᾶλλον· ἐπειδὴ γὰρ παραβάντες Ἀθηναῖοι τοὺς ἐκείνῳ δόξαντας βαρυτέρους ἐπέγραψαν ταῖς νήσοις, διεσπάσθη μὲν αὐτοῖς ἡ ναυτικὴ δύναμις, ᾗ μάλιστα φοβεροὶ ἦσαν, παρῆλθε δὲ ἡ Λακεδαιμονίων ἐς τὴν θάλατταν, ξυνέμεινε δὲ τῆς δυνάμεως οὐδέν, ἀλλʼ ἅπαν τὸ ὑπήκοον ἐς νεώτερα ὥρμησε καὶ ἀποστροφῆς ἥψατο. δίκαιος οὖν, ὦ Ἀπολλώνιε, κατὰ τὸν εὐθὺν λόγον οὐχ ὁ μὴ ἄδικος, ἀλλʼ ὁ δίκαια μὲν αὐτὸς πράττων, καθιστὰς δὲ καὶ ἑτέρους ἐς τὸ μὴ ἀδικεῖν, καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης4 καὶ ἄλλαι μὲν ἀρεταί, μάλιστα δὲ ἡ δικαστική τε καὶ ἡ νομοθετική. δικάσει μὲν γὰρ τοιόσδε πολλῷ δικαιότερον ἢ οἱ κατὰ τῶν τομίων ὀμνύντες, νομοθετήσει δέ, ὥσπερ οἱ Σόλωνές τε καὶ οἱ Λυκοῦργοι, καὶ γὰρ δὴ κἀκείνοις τοῦ γράψαι νόμους δικαιοσύνη ἦρξεν.5
“然而,那些人之所以丧命,乃是因为有人投下了违背正义的票,背负了不义的罪名;而就吕西马库斯之子阿里斯泰得而言,曾经险些毁灭他的恰恰是正义本身,这样一位伟人竟因这样的美德流亡异乡。我深知,正义在此看来是多么荒唐可笑;因为它受宙斯与命运三女神派遣以使人类不受不义之害,却从未部署自身以避免自身遭受不义。但在我看来,阿里斯泰得的事例足以说明何者并非不义之人,何者又是真正的正义之人。请告诉我,你们这些来自希腊的人所称颂的那位阿里斯泰得,岂不正是那个为了贡金航行至诸岛屿、公正地拟定税额,并穿着同一件破旧粗斗篷归来的那个人吗?” “正是他,”〔阿波罗尼奥斯〕说,“因他之故,对清贫的热爱甚至一度蔚然成风。” “那么,”〔泰斯佩西昂〕说,“假使雅典出现了两位民众领袖,都在称赞刚从同盟岛屿归来的阿里斯泰得,其中一人提议为他加冕,理由是他归来时既不富有,亦未为自己聚敛任何资财,反倒是雅典人中最贫穷者,且比以往的自己更为贫困;而另一人则草拟了这样一份决议案:‘鉴于阿里斯泰得并未超出盟邦的承受能力制定赋税,而是按照各邦所占土地的实际状况进行评定,顾及了盟邦与雅典人之间的和睦,使他们看起来不至于怀着怨恨缴纳赋税,决议因其正义而为他加冕’——难道你不会认为,他自己甚至会反对前一份提案,认为若因未行不义而受赏赐,便不配其一生的操守;而对后一份提案,他或许会亲自表示赞同,因为它切中了他内心的意图?因为他显然是着眼于雅典人及其属邦双方的利益,才致力于贡金的均衡;而在阿里斯泰得死后,这一点表现得更加明显。因为雅典人违背了他的决议,向诸岛屿强加了更沉重的赋税,结果雅典赖以称雄的舰队力量遭到瓦解,拉栖代梦人的势力乘隙进入海洋,原有的霸权荡然无存,所有的臣民都骚动思变,走向背叛。因此,阿波罗尼奥斯啊,依端正之理而言,正义之人并非不行不义之人,而是自身躬行正义且使他人亦不致作恶之人;从这种正义之中,还将衍生出其他美德,尤其是审判与立法的才能。因为这样的人在断案时,将远比那些对着牺牲祭品宣誓的人更为公正;在立法时,也将如同梭伦与莱库古那样——因为对于他们而言,正是正义启发了法律的制定。”
- 6.21ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης
属格独立结构。παρά 搭配宾格 τὸ εὐθύ(正直、正当之事)表示“违背公正”,修饰投票(ψήφου ἐνεχθείσης),意为“由于投下了偏离正义的选票”。
- 6.21πενέστερος δὲ ἑαυτοῦ
比较级与反身代词属格连用的习惯表达。字面义为“比他自己更贫穷”,在此指“比从前(出发前)的自己更为贫困”,用以强调其清廉未受私利侵染。
- 6.21ἆρʼ οὐκ ἄν σοι δοκεῖ ... κἂν ἀντειπεῖν ... ἂν καὶ αὐτὸς ἐπαινέσαι
由主动词 δοκεῖ 统摄的两个并列不定式结构:κἂν ἀντειπεῖν(καὶ ἂν ἀντειπεῖν)与 ἂν καὶ αὐτὸς ἐπαινέσαι。助词 ἄν 在句首提前出现(ἆρʼ οὐκ ἄν),语法上归属于不定式,表示潜能或虚拟语气(“他自己也会提出异议……而或许会赞扬……”)。
- 6.21καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης
由中间态动词 φύσονται(生出、产生)所支配的起源属格(τῆς τοιαύτης δικαιοσύνης),表示“从这种正义之中将产生出……”。
- 6.21τοῦ γράψαι νόμους δικαιοσύνη ἦρξεν
带冠词不定式属格 τοῦ γράψαι νόμους(制定法律)作为动词 ἦρξεν(ἄρχω:开启、成为始端)的属格补足语,意为“正是正义开启了他们制定法律的过程”。
