- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.21#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰斯佩西昂与阿波罗尼奥斯开启关于正义的研讨,双方一致赞同仅不作恶尚不足以称作美德,进而探讨何为真正的正义之士,并以帕拉墨得斯与苏格拉底的遭遇说明正义之人在世间常罹不公之厄。
ἁπτώμεθα ὁ Θεσπεσίων ἔφη τοῦ λόγου, προσήκων γὰρ σοφοῖς τε καὶ μὴ σοφοῖς. ἀλλʼ ἵνα μὴ τὰς Ἰνδῶν δόξας ἐνείροντες ξυγχέωμεν αὐτὸν καὶ ἀπέλθωμεν ἄπρακτοι τοῦ λόγου, πρῶτον εἰπὲ τὰ περὶ δικαιοσύνης Ἰνδοῖς δόξαντα, εἰκὸς γὰρ βεβασανίσθαι σοι ἐκεῖ ταῦτα, κἄν μὲν ἡ δόξα ὀρθῶς ἔχῃ, ξυνθησόμεθα, εἰ δʼ αὐτοί τι σοφώτερον εἴποιμεν, ξυντίθεσθε, δικαιοσύνης γὰρ καὶ τοῦτο. ἄριστα, εἶπεν ὦ Θεσπεσίων, καὶ ὡς ἐμοὶ ἥδιστα εἴρηκας· ἄκουε δὴ τῶν ἐκεῖ σπουδασθέντων· διῄειν πρὸς αὐτοὺς ἐγώ, κυβερνήτης ὡς γενοίμην μεγάλης νεώς, ὁπόθʼ ἡ ψυχὴ σώματος ἑτέρου ἐπεμέλετο, καὶ δικαιότατον ἡγοίμην ἐμαυτόν, ἐπειδὴ λῃσταὶ μὲν ἐμισθοῦντό με προδοῦναι τὴν ναῦν καθορμισάμενον οἷ λοχήσειν αὐτὴν ἔμελλον, δι’ ἃ ἦγεν, ἐγὼ δὲ ἐπαγγειλαίμην μὲν ταῦτα, ὡς μὴ ἐπίθοιντο ἡμῖν, παραπλεύσαιμι δʼ αὐτοὺς καὶ ὑπεράραιμι τοῦ χωρίου. ξυνέθεντο δʼ ἦ δʼ ὁ Θεσπεσίων δικαιοσύνην εἶναι Ἰνδοὶ ταῦτα; κατεγέλασαν μὲν οὖν, εἶπε μὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν.1 ὑγιῶς ἔφη ἀπέδοξε τοῖς Ἰνδοῖς, οὔτε γὰρ φρόνησις τὸ μὴ ἀνοήτως τι ἐνθυμεῖσθαι, οὔτε ἀνδρεία τὸ μὴ λείπειν τὴν τάξιν, οὔτε σωφροσύνη τὸ μὴ ἐς τὰ τῶν μοιχῶν ἐκπίπτειν, οὔτε ἄξιον ἐπαίνου τὸ μὴ κακὸν φαίνεσθαι· πᾶν γάρ, ὃ τιμῆς τε καὶ τιμωρίας ἴσον ἀφέστηκεν, οὔπω ἀρετή. πῶς οὖν, ὦ Θεσπεσίων, εἶπε στεφανώσομεν τὸν δίκαιον, ἢ τί πράττοντα; ἀνελλιπέστερον ἔφη καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδάσατε, ἢ ὁπότε2 βασιλεὺς τοσῆσδέ τε καὶ οὕτως εὐδαίμονος χώρας ἄρχων ἐπέστη φιλοσοφοῦσιν ὑμῖν ὑπὲρ τοῦ βασιλεύειν, δικαιοτάτου κτήματος; εἰ ὁ Φραώτης εἶπεν ὁ ἀφικόμενος ἦν, ὀρθῶς ἂν ἐμέμφου τὸ μὴ ὑπὲρ δικαιοσύνης ἐπʼ αὐτοῦ σπουδάσαι, ἐπεὶ δὲ εἶδες τὸν ἄνθρωπον ἐν οἷς χθὲς ὑπὲρ αὐτοῦ διῄειν μεθύοντα καὶ ἀχθόμενον φιλοσοφίᾳ πάσῃ, τί ἔδει παρέχειν ὄχλον; τί δʼ αὐτοὺς ἔχειν φιλοτιμουμένους ἐπʼ ἀνθρώπου σύβαριν ἡγουμένου πάντα; ἀλλʼ ἐπεὶ σοφοῖς ἀνδράσιν, ὥσπερ ἡμῖν, ἰχνευτέα ἡ δικαιοσύνη μᾶλλον ἢ βασιλεῦσί τε καὶ στρατηγοῖς, ἴωμεν ἐπὶ τὸν ἀτεχνῶς δίκαιον. ὃ γὰρ ἐμαυτόν τε ἡγούμην, ὁπότε ἡ ναῦς, ἑτέρους τε, οἳ μὴ ἀδίκων ἅπτονται, οὔπω δικαίους φατέ, οὐδʼ ἀξίους τιμᾶσθαι. καὶ εἰκότως εἶπεν οὐδὲ γὰρ ἂν Ἀθηναίοις ποτὲ ἢ Λακεδαιμονίοις ἐγράφη γνώμη τὸν δεῖνα στεφανοῦν, ἐπεὶ μὴ τῶν ἡταιρηκότων ἐστίν, ἢ τὸν δεῖνα ποιεῖσθαι πολίτην, ἐπεὶ μὴ τὰ ἱερὰ ὑπʼ αὐτοῦ συλᾶται. τίς οὖν ὁ δίκαιος καὶ ὁ τί πράττων; οὐδὲ γὰρ ἐπὶ δικαιοσύνῃ τινὰ στεφανωθέντα οἶδα, οὐδὲ γνώμην ἐπʼ ἀνδρὶ δικαίῳ γραφεῖσαν, ὡς τὸν δεῖνα χρὴ στεφανοῦν, ἐπειδὴ τὸ δεῖνα πράττων δίκαιος φαίνεται, τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδʼ εὐτυχεῖν ἡ δικαιοσύνη δόξει3 παρὰ τοῖς ἀνθρώποις, ἀδικώτατα γὰρ δὴ οἵδε ἔπαθον δικαιότατοι ὄντες.
“让我们开启这一论题吧,”泰斯佩西昂说,“因为这关乎智者,亦关乎不智之人。但为了不因穿插印度人的见解而扰乱论辩,致使我们空手而归,你且先讲讲印度人对于正义的看法;因为你在那里很可能已经对这些事作过深入考察。倘若他们的见解正确,我们自会赞同;但若我们自己能讲出更高明的见解,你们也要同意,因为这亦合乎正义。” “好极了,泰斯佩西昂啊,”〔阿波罗尼奥斯〕说,“你这番话说得深得我心。那么,且听听在那里研讨过的事吧。我曾向他们讲述,当我的灵魂照管着另一具躯体时,我曾是一艘大船的舵手,并且我认为自己是最为正义的,因为海盗们曾企图收买我,让我为了船上的货物,将船停泊在他们预定埋伏之处以出卖船只;我为了不让他们袭击我们而假意答应,却径自扬帆驶过,避开了那个地方。” “印度人可曾赞同,”泰斯佩西昂说,“这就是正义?” “正相反,他们嗤之以鼻,”他说,“因为他们认为不作恶并非正义。” “印度人的判断很健全,”他说,“因为不存愚念并非明智,不弃阵地并非勇敢,不涉通奸并非节制,不显邪恶亦不值得称赞;凡与荣誉和惩处等距相隔之事,皆尚未算作美德。” “那么,泰斯佩西昂啊,”〔阿波罗尼奥斯〕说,“我们将如何为正义之人加冕,他又当有何等作为?” “难道你们本可以比在一个统治着如此辽阔而富庶国度的君王来到正就王权这一最正义的占有物进行哲学探讨的你们面前时,”〔泰斯佩西昂〕说,“更完满、更适切地探求正义吗?” “倘若到来的乃是弗拉奥特斯,”〔阿波罗尼奥斯〕说,“你责怪我们未曾当着他的面探讨正义自是应当;但正如我昨日就他所叙述的那样,你已知晓此人酗酒且厌恶一切哲学,我们又何必去添麻烦?又何必在一个视一切为奢靡享乐的人面前逞强争胜呢?然而,既然探寻正义更当由像我们这般的智者、而非君王与将帅来施行,便让我们转向那纯然正义之人吧。因为无论是我在掌舵时对自己的看法,还是其他不涉不义之人,你们都称他们尚未算作正义,亦不配享有荣誉。” “理当如此,”他说,“因为在雅典人或拉栖代梦人当中,绝不会有人提出提案,以某人未曾卖淫为由为其加冕,亦不会因某人未曾劫掠神庙而授其公民权。那么,何为正义之人,他又行何事?因为我既不知晓有谁因正义而获加冕,亦不知晓有针对正义之士的提案,声称某人因行某事显现出正义而应当受冠;因为在权衡了帕拉墨得斯在特洛伊以及苏格拉底在雅典的遭遇之人看来,正义在人间甚至不会显得幸运,因为这些人本是最为正义之士,却遭受了极不正义之厄运。”
- 6.21μὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν
由 γάρ 引导的间接引语(oratio obliqua)中的“宾格加不定式”结构,承接前面的 κατεγέλασαν,转述印度智者们发笑的理由(“因为[他们认为]不作恶并非正义”)。其中带冠词的不定式 τὸ μὴ ἀδικεῖν 作主语,δικαιοσύνην 作表语宾格。
- 6.21ἀνελλιπέστερον ἔφη καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδάσατε, ἢ ὁπότε
带有 ἄν 的直陈式过去时(ἐσπουδάσατε),表示对过去的潜在可能或反事实推测,构成修辞反问句。比较级副词 ἀνελλιπέστερον 和 προσφορώτερον 与 ἤ 呼应(“难道你们还能比在……之时更完满适切地探讨正义吗?”),意在指出当时正是探讨正义的最佳时机。
- 6.21τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδʼ εὐτυχεῖν ἡ δικαιοσύνη δόξει
阳性单数与格分词 ἐνθυμηθέντι 作为评判者与格/基准与格(dativus judicantis),在句法上从属于谓语动词 δόξει(“对于深思帕拉墨得斯在特洛伊以及苏格拉底在雅典之遭遇的人而言,正义甚至不会显得……”)。该分词短语前置,构成了整个主句判断的视角依据。
