- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰斯佩西昂就斯巴达公开鞭笞青年的习俗及驱逐异邦人政策提出尖锐质难,阿波罗尼奥斯则从神谕与保全城邦风气的角度加以辩护;最终为避免对古老神圣仪轨作无休止的非难,双方决定将议题转向正义。
μετὰ ταῦτα ὁ Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνικῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίονται· τὰς ἐξ ἀνθρώπων γε,1 εἶπεν ὦ Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι. τοὺς δὲ οἰκέτας ἀδικοῦντας τί ἔφη ἐργάζονται; οὐκέτʼ ἀποκτείνουσιν, εἶπεν ὡς ξυνεχώρει ποτὲ ὁ Λυκοῦργος, ἀλλʼ ἡ αὐτὴ καὶ ἐπʼ ἐκείνους μάστιξ. ἡ δὲ Ἑλλὰς πῶς ἔφη περὶ αὐτῶν γιγνώσκει; ξυνίασιν, εἶπεν ὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ. εἶτʼ οὐκ αἰσχύνονται ἔφη οἱ χρηστοὶ Ἕλληνες ἢ τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μαστιγουμένους ἐς τὸ κοινόν, ἢ ἀρχθέντες ὑπʼ ἀνθρώπων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρθώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπιμεληθῆναι. ἅ γε εἶπε δυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δʼ ἐκεῖνοι ἔπραττον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, μόνοι δʼ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα· θεοῖς δʼ ἀντινομεῖν μανία, οἶμαι. οὐ σοφούς, Ἀπολλώνιε, ἔφη τοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστίγων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦσιν. οὐ μαστίγων, εἶπεν ἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακεδαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφʼ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος.2 διὰ τί οὖν ἔφη τοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι; ὅτι εἶπεν οὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη. καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδόκουν ἂν ἕνα που καὶ δύο θύοντες ἢ ξενηλασίᾳ χρώμενοι ἐς πάντας. μὴ καθαπτώμεθα, εἶπεν ὦ Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν. ἐγὼ δὲ ἄνδρας ἔφη Σπαρτιάτας ἡγούμην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόντων, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μάλιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράττειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθηναίους ᾤοντο αὐτοῖς εἶναι, ταῦτʼ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι.3 καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυθῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θανάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ ʽἂνʼ τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων εἰκὸς ἦν, ἀλλʼ ὅ γε νόμος ὁ παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμονίοις ἐπιτηδεύειν ἢ Σκύθαις, εἰ τὸν θάνατον ἀτεχνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολλώνιε· εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα ἢ γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσονται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοίμεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα.4 ἴωμεν οὖν ἐφʼ ὅ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα· καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλʼ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν. ὑπολαβὼν δʼ ὁ Ἀπολλώνιος εἰ σπουδάσαι, εἶπεν ὦ Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ ἄν σοι καὶ γενναῖα ἔδοξεν ἡ Λακεδαίμων λέγειν ὑπὲρ ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφʼ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω· περὶ δικαιοσύνης γάρ τι ἐρήσομαι.
在此之后,泰斯佩西昂仿佛意图转换论题,向阿波罗尼奥斯询问起拉栖代梦的鞭笞之刑,以及斯巴达人是否当众受刑。 “确实承受着人所能施加的最重鞭笞,泰斯佩西昂啊,”他说,“而且恰恰是那些出身自由且享有盛誉之人自身。” “那么,对于作恶的奴仆,他们又施加什么处置?”他说。 “他们不再处死他们了,”阿波罗尼奥斯说,“正如莱库古当年所准许的那样,而是同样的鞭笞也落到了他们身上。” “那么全希腊对这些事又作何感想?”他说。 “他们聚集起来,”他说,“就像参加雅辛托斯节和裸体体操节一样,怀着愉悦和满腔热忱前来观看。” “那么,高尚的希腊人难道不感到羞耻吗,”他说,“无论是看见曾经统治他们的人当众受鞭笞,还是被那些公然遭受鞭笞的人所统治?而你为何没有纠正这些事?因为人们说你也曾关照过拉栖代梦人。” “凡是能够纠正之事,”阿波罗尼奥斯说,“我确实进言劝导,而他们也热切地付诸实行;因为他们既是希腊人中最具自由精神的,又是唯一顺从善加规劝之人的。然而,鞭笞的习俗是针对来自斯基泰人的阿耳忒弥斯而施行的,正如人们所说,神谕曾如此指示;而违抗神明的法度,我认为乃是狂乱之举。” “阿波罗尼奥斯啊,”他说,“你等于断言希腊的诸神并非明智,倘若他们竟然成了砥砺自由之人的鞭笞顾问。” “并非劝导鞭笞,”阿波罗尼奥斯说,“而是劝导以人血洒祭坛,因为在斯基泰人那里女神也蒙受此等待遇;但拉栖代梦人以智谋规避了血祭不可通融之定数,转向了耐力竞技,由此既得以免于死亡,又能向女神献上自己鲜血的初熟之果。” “那么为何,”他说,“他们不像斯基泰人当年认为正当的那样,将异乡人献祭给阿耳忒弥斯呢?” “因为,”阿波罗尼奥斯说,“践行野蛮的风习,绝不合乎任何希腊人的本性。” “然而,或许献祭一两个异邦人,也比对所有人施以驱逐异邦人之令,显得更为人道吧。” “我们切莫苛责莱库古,泰斯佩西昂啊,”阿波罗尼奥斯说,“因为应当理解此人的用意:不容许异乡人留居,并非出于隔绝闭塞之心,而是为了保持制度的纯洁健全,不使外来之人混居于斯巴达。” “然而依我之见,”泰斯佩西昂说,“倘若斯巴达人在与异乡人同处时仍不背离祖制,我才会认为他们配得上自诩的勇士之名;因为我认为,修养美德不应靠外人不在时的表里如一,而正该靠在外人面前展现相同的气节。然而他们尽管施行驱逐异邦人之策,其习尚依然败坏,且显露出与他们在希腊人中最厌恶的仇敌相仿的作为。至少,关于海洋的经略以及其后贡税的勒索,他们的决策颇显雅典风格;而他们曾认为必须对雅典人开战所争之事,最终自己也沦落到如法炮制的地步——在战事上胜过了雅典人,却在雅典人所遵行的习气上败下阵来。况且,迎入源自陶洛伊人和斯基泰人的神祇,本身就是信奉异邦风俗之举。如果这出自神谕,又何须动用鞭子?何须伪装出一副奴隶般的耐力?依我看来,展现面对死亡的气概,斯巴达青年自愿走上祭坛受戮,才更为符合拉科尼亚人的作风。因为这本可彰显斯巴达人更为果敢刚毅,并打消希腊各邦与之匹敌抗衡之念。如果说出于战事考量理当爱惜青年,那么斯基泰人针对六十岁老者所立之法,倘若斯巴达人确实而非虚骄地赞美死亡,由拉栖代梦人来践行岂不比斯基泰人更为恰切?我此番话并非针对拉栖代梦人而发,阿波罗尼奥斯啊,而是针对你;因为若是我们对那些年代久远到超乎认知的古老习俗吹毛求疵,立身于审问神明为何喜悦这些习俗的立场,那么从这等哲学中必将衍生出诸多乖谬的议论。因为我们亦可非难厄琉息斯的秘仪,追问为何是此而非彼;亦可质难萨莫色雷斯人所行之仪轨,因其不行此事而行彼事;对狄奥尼索斯节、男根崇拜及库勒涅的神像亦复如是,那我们对世间万事之诋毁将永无宁日。因此,让我们转向你所愿谈论的任何其他议题吧,同时亦当尊奉属于我们的毕达哥拉斯箴言;因为即便不能对所有事,至少对这类事保持沉默,乃是美好的美德。” 阿波罗尼奥斯接话道:“泰斯佩西昂啊,倘若你原本愿意严肃探讨此议题,拉栖代梦在健全且超越全体希腊人所践行之事上,本会有诸多崇高的道理向你陈明;但既然你对此轻率摒弃,以至于认为谈论此类事有伤虔敬,那便让我们转向另一个在我深信之下极具价值的议题吧;因为关于正义,我有些事情要向你请教。”
- 6.20τὰς ἐξ ἀνθρώπων γε
此句承接前文被动语态动词 παίονται(挨打),为省略了名词 πληγάς(击打、鞭笞)的内部宾格(同源宾格)。τὰς ἐξ ἀνθρώπων (πληγάς) 为表强调的惯用语,意为“人所能施加的最重(鞭笞)”、“世间最猛烈的(鞭笞)”。
- 6.20ἀφʼ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος
ἔστι 为非人称用法,搭配不定式表示“得以……”、“能够……”。相关连词 μήτε 与 καί 构成呼应,以对照方式连接两个不定式,表示“既免于死亡,又向女神奉献自身鲜血的初熟之物”。
- 6.20τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι
对称的反衬修辞结构。前半句中 τὰ πολέμια 作 νικῶντες 的关系宾格(“在战事方面战胜雅典人”);后半句的关系代词 ὧν 既指代雅典人实行的制度,又受表示落败、屈从的分词 ἡττώμενοι 支配而作属格(“在那些人遵行的做法上败下阵来”)。
- 6.20οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα
成语性结构 οὐκ ἂν φθάνοιμεν 搭配分词 συκοφαντοῦντες。字面意为“我们在做某事上怎么也无法过快”,引申为“我们将不得不无休止地……”或“我们对一切事物的吹毛求疵将永无休止”。
