← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.18-6.19

论神像表现中模仿与想象的优劣

阿波罗尼奥斯与泰斯佩西昂等裸行哲学家会面,就希腊优美的人形神像与埃及动物形态的象征性神像展开辩论,主张想象(phantasia)优于模仿(mimesis)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.18

ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δʼ αὐτῆς ὁ Ἀπολλώνιος· ὡς μὲν γὰρ πολλοῦ ἔφη ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δʼ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.

他们如此交谈并追忆了若干印度的见闻之后,便在草地上睡下了。拂晓时分,他们做了例行的祈祷,便跟随领着他们前往泰斯佩西昂那里的奈罗斯而去。他们在树林中互相致意并落座之后,便展开了辩论,阿波罗尼奥斯率先发话: “不将智慧隐匿具有何等重大的价值,”他说,“昨天的议论已经表明了。因为既然印度人已经把他们智慧中我认为与我相关的一切都教授给了我,我既牢记自己的恩师,又四处宣讲从他们那里听来的教导;而若是你们打发我离去时也让我通晓了你们的智慧,我对你们也将成为一种益处;因为我绝不会停止向希腊人详述你们的主张,并致信给印度人。”

§6.19

ἐρώτα, ἔφασαν ἕπεται γάρ που ἐρωτήσει λόγος. καὶ ὁ Ἀπολλώνιος περὶ θεῶν εἶπεν ὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε1 τοῖς δεῦρο ἀνθρώποις πλὴν ὀλίγων· ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, ἃ σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δʼ ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον ἢ θεῶν φαίνονται. δυσχεράνας δὲ ὁ Θεσπεσίων τὰ δὲ παρʼ ὑμῖν εἶπεν ἀγάλματα πῶς ἱδρῦσθαι φήσεις; ὥς γε ἔφη κάλλιστόν τε καὶ θεοφιλέστατον δημιουργεῖν θεούς. τὸν Δία που λέγεις εἶπε τὸν ἐν τῇ Ὀλυμπίᾳ καὶ τὸ τῆς Ἀθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς Ἀργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας. οὐ μόνον ἔφη ταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον ἢ νομίζειν αὐτό. οἱ Φειδίαι δὲ εἶπε· καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἢ ἕτερόν τι ἦν, ὃ ἐφίστη αὐτοὺς τῷ πλάττειν; ἕτερον ἔφη καὶ μεστόν γε σοφίας πρᾶγμα. ποῖον; εἶπεν οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις. φαντασία ἔφη ταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δημιουργός· μίμησις μὲν γὰρ δημιουργήσει, ὃ εἶδεν, φαντασία δὲ καὶ ὃ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος,2 καὶ μίμησιν μὲν πολλάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς ὃ αὐτὴ ὑπέθετο. δεῖ δέ που Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ ὁ Φειδίας τότε ὥρμησεν, Ἀθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα ἢ γλαῦκα ἢ λύκον ἢ κύνα ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς καὶ Ἀπόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν. ἔοικας εἶπεν ἀβασανίστως ἐξετάζειν τὰ ἡμέτερα· σοφὸν γάρ, εἴπερ τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπονοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο. γελάσας οὖν ὁ Ἀπολλώνιος ὦ ἄνθρωποι, ἔφη μεγάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιόπων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπεσίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἢ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύλους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοιούτων ἱερῶν εἰκὸς μᾶλλον ἢ δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατʼ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα,3 ἀλλʼ ἕτερον τρόπον σοφώτερόν τε καὶ ἀπορρητότερον τῇ θεολογίᾳ ἐχρῆσθε· ἦν γάρ που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρίζειν καὶ ἃ χρὴ θύειν καὶ ἃ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφʼ ὅσον καὶ ὅ τι λέγοντας ἢ δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι ἡ γνώμη καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι. πρὸς ταῦτα ὁ Θεσπεσίων, ἐγένετό τις ἔφη Σωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ. οὐκ ἀνόητος, εἶπεν ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχʼ ὡς θεούς, ἀλλʼ ἵνα μὴ θεοὺς ὀμνύοι.4

“问吧,”他们说,“因为言谈自然会跟随着提问而来。” 阿波罗尼奥斯说:“关于神明,我首先要向你们请教:究竟是出于何种念头,除少数例外,你们竟然将如此怪诞而可笑的神明形态传承给了这里的世人?少数例外吗?事实上,真正以明智而神圣的仪态立起的神像少之又少,而你们其余的圣所,与其说是对神明的敬奉,不如说更像是对无理性且低微之兽类的尊崇。” 泰斯佩西昂面露不悦,说道:“那么,你们那里的神像,你主张它们是如何立起的呢?” “正如以最美且最蒙神悦纳的方式,”他说,“去塑造神明那样。” “想必你是指,”他说,“奥林匹亚的宙斯像、雅典娜的坐像、克尼多斯与阿尔戈斯的女神像,以及所有这般秀美而洋溢着青春光彩的造像吧。” “不仅是这些,”他说,“而且我断言,概而言之,其他民族的造像术契合了恰当的标准,而你们却宁可说是在嘲弄神圣之物,而非敬畏它。” “难道你们的菲狄亚斯们,”他说,“和普拉克西特列斯们曾升上苍穹,拓取了诸神的容貌并将之化为技艺,抑或是有某种别的事物引导着他们从事雕塑?” “是别的事物,”他说,“且是一件充满智慧之物。” “何物?”他说,“因为除了模仿之外,你恐怕说不出任何东西来。” “想象(凡塔西亚),”他说,“造就了这些作品,它是比模仿(米梅西斯)更具智慧的创作者。因为模仿只会制作它所见过之物,但想象甚至能创造它未曾见过之物;因为它会参照实在之物来构想它;并且模仿常常因震惊而受挫,想象却不为任何事物所挫,因为它泰然自若地奔向自己所构想的目标。构想宙斯形貌之人,定然要如当年菲狄亚斯所致力尝试的那样,将他与苍穹、季节和群星一并观照;而打算塑造雅典娜之人,则必须凝神思索阵营、谋略、技艺,以及她是如何从宙斯自身中跃出的。然而,若是你塑造一只鹰、一只鸮、一匹狼或一条犬,将它们带入圣殿来取代赫尔墨斯、雅典娜和阿波罗,那么野兽与飞禽反会因其造像而令人艳羡,诸神却将远远跌落于自身荣耀之下。” “你似乎,”他说,“未加深究便在审视我们的规制。因为如果说埃及人有什么智慧之处,那便是在神明的容貌上不擅自妄为,而是将它们制成象征性与寓意性的;这样一来,它们甚至显得更加庄严。” 阿波罗尼奥斯闻言笑道:“诸位啊,如果一条犬、一只鹮和一只公山羊显得比你们更为庄严且更具神性,那么你们从埃及人和埃塞俄比亚人的智慧中所获匪浅啊——因为这正是我从智者泰斯佩西昂口中听来的!然而,在这些东西里面究竟有什么庄严或可怖之处呢?因为背誓者、盗庙者和鄙俗之徒对这等圣所理当轻蔑而非畏惧。如果说这些造像在被寓意性理解时更为庄严,那么在埃及的神明,若是完全没有为它们设立任何雕像,而你们以另一种更为明智而秘奥的方式实践神学,它们的境遇本会庄严得多。因为你们本可以为它们建造庙宇、划定祭坛,规定何者当献祭、何者不当献祭,以及何时、献至何种程度、诵何辞或行何礼,却不引入任何雕像,而是将神明的形象留给踏入圣所的人们;因为心灵描摹与构塑之能,胜过匠人的劳作;但你们却剥夺了诸神既被美好地目睹、又被象征性思念的可能。” 泰斯佩西昂对此说道:“曾有一位雅典的苏格拉底,一个正如我们一般愚昧的老人,他把狗、鹅和悬铃木视为神明,并指着它们起誓。” “他并非愚昧,”阿波罗尼奥斯说,“而是神圣且纯然明智的;因为他指着这些起誓,并非将它们当作神明,而是为了避免指着诸神起誓。”

语法注4 条
  1. 6.19τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε

    成语结构 τί μαθών / τί μαθόντες(“究竟出于何种念头/何以”,字面意为“学到了什么”)后接主动词 παραδεδώκατε。该短语在古典希腊语中作为责问、非难某种被视作荒谬或不当行为的固定惯用表达。

  2. 6.19ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος

    动词 ὑποτίθημι(“设定/在心中构想”)搭配介词短语 πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος(“参照实在之物/与实存相对应”)。此句表明想象力并非随意捏造虚妄不实之物,而是依据与真实存在(τὸ ὄν)的参照关系(ἀναφορά)在心中树立内在形象。

  3. 6.19πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατʼ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα

    与事实相反的虚拟条件句(结论句用 ἄν + 未完成过去时 ἔπραττον,条件句用 εἰ + 过去完成时 ἵδρυτο)。短语 σεμνότερον πράττω(“处境更显庄严/更为体面”)是惯用语 εὖ/κακῶς πράττω(“处境好/坏”)的引申变体。条件句中的过去完成时 ἵδρυτο 虚拟否定了过去建立雕像并持续至今的状态。

  4. 6.19ὤμνυ γὰρ ταῦτα οὐχʼ ὡς θεούς, ἀλλʼ ἵνα μὴ θεοὺς ὀμνύοι

    动词 ὄμνυμι 以宾格(ταῦτα)表示起誓所指的对象。随后的短语 οὐχ ὡς θεούς(“并非作为神明”)否定了该宾格的谓语性同位语,后半句的目的从句 ἵνα μὴ θεοὺς ὀμνύοι(历史时态后的祈愿语气)形成对比,阐明苏格拉底的真实意图在于避免指着真正的神明起誓。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.18-6.19