← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.16-6.17

奈罗斯的归附与对印度智慧的向往

餐后,奈罗斯表明脱离裸行哲学家而追随阿波罗尼奥斯的决心,并叙述了因父亲的航海经历而向往印度智慧的缘由。阿波罗尼奥斯以不强行劝诱其他哲学家为条件接纳了他,随后众人展望了前往尼罗河源头的行程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.16

ἐπεὶ δʼ ἐδείπνησαν, ἐγὼ ἦ δʼ ὁ Νεῖλος τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἡ ἀσπὶς ἡ σή. ἀλλʼ οἶμαί σε, εἶπεν Αἰγύπτιε, παρὰ Θεσπεσίωνί τε καὶ τοῖς ἄλλοις ἕξειν αἰτίαν, ἐφʼ οἷς οὐδὲ ἐς ἔλεγχον ἡμῶν καταστὰς πλείω σὺ δʼ ἑτοιμότερον ἢ ξυγχωρεῖ βίου αἵρεσις ἐς τὰ ἡμέτερα ἤθη ἀφήσεις. οἶμαι, ἔφη εἰ δʼ αἰτία ἑλομένου ἔσται τις, τάχα καὶ μὴ ἑλομένου αἰτία, καὶ ἁλώσονται μᾶλλον ἅπερ ἐγὼ ἑλόμενοι· τὸ γὰρ πρεσβυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆσθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατʼ ἐκείνων ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλτιον ἑλέσθαι, ὅ τι χρήσονται.1 οὐκ ἀγεννῆ μέν, ὦ νεανίσκε, λόγον εἴρηκας· ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται2 ταῦτά τε ξὺν εἰκότι λόγῳ παραιτούμενοι, σύ τε θρασυτέρου λόγου δοκῇς ἅπτεσθαι καθιστὰς μᾶλλον αὐτὸς ἢ ἐκείνοις ἑπόμενος. ὑποστρέψας δὲ ὁ Αἰγύπτιος παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ἃ μὲν εἰκὸς ἦν ἔφη πρεσβυτέροις ὁμαρτεῖν νέον, οὐ παρεῖταί μοι, σοφίαν γὰρ ὁπότʼ ᾤμην εἶναι περὶ τοὺς ἄνδρας, ἣν οὐκ ἄλλοις τισὶν ἀνθρώπων ὑπάρχειν, προσεποίησα ἐμαυτὸν τούτοις, πρόφασις δέ μοι τῆς ὁρμῆς ἥδε ἐγένετο· ἔπλευσέ ποτε ὁ πατὴρ ἐς τὴν Ἐρυθρὰν ἑκών, ἦρχε δὲ ἄρα τῆς νεώς, ἣν Αἰγύπτιοι στέλλουσιν ἐς τὸ Ἰνδῶν ἔθνος, ἐπιμίξας δὲ τοῖς ἐπὶ θαλάττῃ Ἰνδοῖς διεκόμισε λόγους περὶ τῶν ἐκείνῃ σοφῶν ἀγχοῦ τούτων, οὓς πρὸς ἡμᾶς διῆλθες· ἀκούων δὲ αὐτοῦ καὶ τοιουτονί τινα λόγον, ὡς σοφώτατοι μὲν ἀνθρώπων Ἰνδοί, ἄποικοι δὲ Ἰνδῶν Αἰθίοπες, πατρῴζουσι δὲ οὗτοι τὴν σοφίαν καὶ πρὸς τὰ οἴκοι βλέπουσι, μειράκιον γενόμενος τὰ μὲν πατρῷα τοῖς βουλομένοις ἀφῆκα, γυμνὸς δὲ Γυμνοῖς ἐπεφοίτησα τούτοις, ὡς μαθησόμενος τὰ Ἰνδῶν ἢ ἀδελφά γε ἐκείνων, καί μοι ἐφαίνοντο σοφοὶ μέν, οὐ μὴν ἐκεῖνα, ἐμοῦ δʼ αὐτοὺς ἐρομένου, τοῦ χάριν οὐ τὰ Ἰνδῶν φιλοσοφοῦσιν, ἐκείνων μὲν ἐς διαβολὰς κατέστησαν παραπλησίως ταῖς πρὸς σὲ εἰρημέναις τήμερον, ἐμὲ δὲ νέον ἔτι, ὡς ὁρᾷς, ὄντα κατέλεξαν ἐς τὸ αὑτῶν κοινὸν δείσαντες, οἶμαι, μὴ ἀποπηδήσας αὐτῶν πλεύσαιμι ἐς τὴν Ἐρυθράν, ὥσπερ ποτὲ ὁ πατήρ, ὃ μὰ τοὺς θεοὺς οὐκ ἂν παρῆκα· προῆλθον γὰρ ἂν καὶ μέχρι τοῦ ὄχθου τῶν σοφῶν, εἰ μή σέ τις ἐνταῦθα θεῶν ἔστειλεν ἐμοὶ ἀρωγόν, ὡς μήτε τὴν Ἐρυθρὰν πλεύσας μήτε πρὸς τοὺς Κολπίτας παραβαλόμενος σοφίας Ἰνδικῆς γευσαίμην οὐ τήμερον βίου ποιησόμενος αἵρεσιν, ἀλλὰ πάλαι μὲν ᾑρημένος, ἃ δὲ ᾤμην ἕξειν, οὐκ ἔχων. τί γὰρ δεινόν, εἰ ὁτουδὴ ἁμαρτών τις ἐπάνεισιν ἐφʼ ὃ ἐθήρευεν; εἰ δὲ κἀκείνους ἐς τουτὶ μεταβιβάζοιμι καὶ γιγνοίμην αὐτοῖς ξύμβουλος ὧν ἐμαυτὸν πέπεικα, τί ἄν, εἰπέ μοι, θρασὺ πράττοιμι; οὔτε γὰρ ἡ νεότης ἀπελατέα τοῦ τι καὶ αὐτὴ βέλτιον ἐνθυμηθῆναι ἂν τοῦ γήρως, σοφίας τε ὅστις ἑτέρῳ γίγνεται ξύμβουλος, ἣν αὐτὸς ᾕρηται, διαφεύγει δήπου τὸ μὴ οὐχ ἃ πέπεισται πείθειν,3 τοῖς τε ἥκουσιν ἀγαθοῖς παρὰ τῆς τύχης ὅστις ἀπολαβὼν αὐτὰ χρῆται μόνος, ἀδικεῖ τἀγαθά, ἀφαιρεῖται γὰρ αὐτῶν τὸ πλείοσιν ἡδίω φαίνεσθαι.

他们用毕晚餐后,奈罗斯说道:“过去我一直与裸行哲学家们一同行军,将自己编入仿佛轻装兵或投石手一般的他们之中;但如今我将作为重装步兵服役,你的盾牌将装备于我。” 阿波罗尼奥斯说:“然而,埃及人啊,我认为你将在泰斯佩西昂和其他人那里招致非难,因为你甚至尚未对我们进行更深入的考察,便比生活方式的选择所允许的更为草率地投奔我们的风习。” 奈罗斯说:“我也这么认为;然而,如果做出选择的人会受到某种指责,那么不作选择的人或许也同样难免受到指责,而他们若是选择了与我相同之物,就更会被定罪。因为他们既年长又更富有智慧,却没有早在过去选择我如今所选之物,这倒可以构成针对他们的正当指责——他们拥有如此优势,却没有在自己当行之事上选择更好的途径。” “年轻人,你发表了一番并非卑劣的议论;但要留心,难道不会正是因为他们在智慧和年龄上处于如此境地,因而正确地选择了那条道路,并以合乎情理的论述谢绝这些教诲,而由你自己来定夺而非追随他们,反倒显得是在从事过于鲁莽的言论吗?” 埃及人出乎阿波罗尼奥斯的预料,转而反驳道:“至于年轻人在长辈面前理应恪守的分寸,我并未有所疏漏;因为当我以为这些人身上拥有其他任何人类都不具备的智慧时,我归附了他们。而我这一热望的起因如下:我的父亲曾自愿航行至红海,他当时实际上担任着埃及人派往印度部族的那艘船的船长;在与沿海的印度人交往后,他带回了关于当地智者的记述,与你向我们详述的极为相近。我听他讲述这类说法:印度人是全人类中最有智慧的,而埃塞俄比亚人是印度的移民,后者继承了祖传的智慧,并以故土为归宿。因此当我成为青年时,便将父亲的遗产留给了愿得之人,孑然一身投奔这些裸行哲学家,意在学习印度人的教诲或至少与之相通之理。在我看来他们虽是智者,却绝无那等智慧;当我询问他们为何不以印度的方式研习哲学时,他们便开始对那些智者百般诽谤,正如今天对你所说的那样。而他们将如你所见尚且年轻的我吸收进他们的团体,我想他们是害怕我从他们这里逃离,像我父亲当年那样航行至红海——指诸神起誓,我绝不会错过这趟旅程。若非某位神明将你派来这里作为我的援手,我本会一直走到智者们的丘冈;〔神明派你前来,〕正是为了让我既不必航行于红海,亦不必冒险造访科尔皮亚人,便能品味印度的智慧。我并非在今天才做出生活方式的抉择,而是很久以前便已选定,只是未能得到自以为能获得之物。一个人无论如何偏离了目标,若重返自己所追寻之物,又有什么可惧怕的呢?如果我把他们也引向这条道路,并就我所信服之事向他们进言,告诉我,我做了什么鲁莽之事呢?因为绝不能将青年排除在可能构想出比暮年更好的思想之外;而凡是就自己所选取的智慧向他人进言者,定然不会陷入拿自己并不信服之事去劝人的过失;凡是独占并享用命运赐予的美好事物之人,便是亏待了这些美善之事,因为他剥夺了美善之事在更多人面前显得更为令人愉悦的品质。”

§6.17

τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος ὑπὲρ μισθοῦ δὲ εἶπεν οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς; διαλεγώμεθα ἦ δʼ ὁ Νεῖλος καὶ ὅ τι βούλει, αἴτει. αἰτῶ σε, εἶπεν ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύοντα ἃ μὴ πείσεις. πείσομαι ἔφη καὶ ὁμολογείσθω ὁ μισθός. ταῦτα μὲν δὴ οὕτως ἐσπούδασαν, ἐρομένου δʼ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου, πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, ὁπόσου ἔφη χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσομένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιησόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος αὐτοῦ ἀκοῦσαι.

奈罗斯以如此激昂的青年意气发表了这番议论,阿波罗尼奥斯接着说道:“既然你热切爱慕我的智慧,难道你不先同我谈谈酬劳之事吗?” “让我们谈谈吧,”奈罗斯说,“只要你想要,尽管提出要求。” 阿波罗尼奥斯说:“我向你要求的,是持守你自己所选取的道路,不要在无法说服他们的事情上进言去扰乱裸行哲学家。” “我遵从,”他说,“并认同这笔酬劳。” 他们郑重地立下了这番约定。此后奈罗斯询问他将在裸行哲学家这里停留多久,阿波罗尼奥斯说:“凡打算与他们相处之人,这些人的智慧值多少时间,我就停留多久;之后我们将前往卡塔杜帕探访水源,因为不仅亲眼目睹尼罗河的发源处,而且倾听它的轰鸣,也是一件极其惬意的事。”

语法注3 条
  1. 6.16τὸ γὰρ πρεσβυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆσθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατʼ ἐκείνων ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλτιον ἑλέσθαι, ὅ τι χρήσονται

    全句骨架以带定冠词的不定式短语 τὸ ... μὴ πάλαι ᾑρῆσθαι 作主语,谓语为含有潜在希求气的 δικαίαν αἰτίαν κατʼ ἐκείνων ἔχοι ἄν。后半部分的宾格分词 οὕτω πλεονεκτοῦντας 作不定式 μὴ ... ἑλέσθαι 的逻辑主语,进一步补充说明非难的具体内容(即“处于如此优势地位的他们未能选出更好的途径”)。ὅ τι χρήσονται 为保留了直接商榷疑问形式的间接疑问从句,作 ἑλέσθαι 的宾语。

  2. 6.16ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται

    祈使动词 ὅρα 所引导的 μὴ 从句接直陈式现在时 φαίνονται。与通常接虚拟式表示对未来事件的担忧不同,此处接直陈式表达了对已成事实或当前真实情况的审慎推测与提醒(“小心实际情况正是……”)。

  3. 6.16διαφεύγει δήπου τὸ μὴ οὐχ ἃ πέπεισται πείθειν

    带定冠词的不定式短语 τὸ ... πείθειν 作为肯定式动词 διαφεύγει(避开、免于)的宾语,带赘词性 μή(赘词性 μὴ οὐ 仅用于主句动词本身被否定时),而 οὐχ 则否定关系分句 ἃ πέπεισται(“并非自己所信服之事”),意为“他必定免于拿自己并不信服之事去劝说他人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.16-6.17