← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.13-6.15

印度之行的回忆与同奈罗斯共餐

阿波罗尼奥斯严厉谴责了轻易听信尤夫拉特斯谗言的埃及智者,随后在泰斯佩西昂的劝解下平息争端,并应邀讲述其印度之行与弗拉奥特斯王的智慧。正午散会后,年轻的奈罗斯送来食粮并加入聚餐,热切期盼展开进一步的哲学探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.13

διαπαῦσαι δὲ ὁ Θεσπεσίων ʽζητῶνʼ τὰ τοιαῦτα χαίρω ἔφη Ἀπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας· καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν,1 οὐδὲ ἐς πεῖράν πω αὐτῆς ἀφιγμένος. ὁ δʼ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδʼ ἀκηκοέναι πω2 τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δʼ, ὥσπερ εἰώθει, τὸ γεγονὸς Ἰνδοὶ δέ, εἶπεν ὦ Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον, οὐδʼ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν3 τὸ ἐξ ἅπαντος κέρδος οὔτʼ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυνατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατʼ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προτέρους ὑμᾶς ἐμοῦ διέβαλεν· ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται, μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κινδύνων οὐδʼ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν,4 εἶτα κουφότητα καὶ εὐαγωγίαν — ἡττᾶσθαι δὲ τούτων καὶ μειρακίῳ αἰσχρόν — φθονεροί τε δόξουσι διδάσκαλον ἀκοῆς ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλλον ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφʼ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, ἃ μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα,5 μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ ἡ δημοκρατία ὑπʼ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, ἡ γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀντίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων, οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπηγάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι; διαπραΰνων δʼ αὐτὸν ὁ Θεσπεσίων ἅλις Εὐφράτου ἔφη καὶ μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γενοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς, εἶπε τίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους.6 ἐχέτω οὕτως ἦ δʼ ὁ Ἀπολλώνιος καὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ ἡμᾶς διαλλάξει μᾶλλον.

泰斯佩西昂试图平息这番争论,说道:“阿波罗尼奥斯,我很高兴你为你所听到的话感到恼火;因为当我们因你诽谤此地的智慧而感到恼火时,你也会原谅我们,尽管你甚至还没有亲自体验过它。” 但阿波罗尼奥斯因这句话稍微感到惊异,因为他甚至尚未听闻关于斯拉苏布洛斯和尤夫拉特斯的事;然而,正如他一贯的那样,他推断出了所发生的事情,说道:“然而泰斯佩西昂啊,印度人绝不会遭受这种对待,也不会理会散布这些话的尤夫拉特斯,因为他们在先见方面是智慧的。至于我,与尤夫拉特斯并无个人恩怨;然而当我试图劝阻他远离钱财、不要赞美来自任何途径的利益时,我所建议的事在他看来既不合宜,对他而言亦不可行;他将这些劝诫视为对自己的揭露,因而不断编造不利于我的言辞。既然在你们看来他诽谤我的品行显得可信,那么请想想,比起我,他更先诽谤了你们。因为在我看来,被诽谤者所面临的危险固然不小,毕竟他毫无过犯却恐将招致怨恨;但那些乐于倾听诽谤的人似乎也并非免于危险,如果他们首先被发觉尊崇虚妄之辞并赋予其与真理同等的地位,其次〔尊崇〕轻浮与盲从——而屈从于这些即使对少年人而言也是可耻的——而且他们将嫉妒视作不公倾听的导师,因而显出嫉妒的心态;他们自己更容易陷入那些他们认为在他人身上属实的诽谤,因为人的天性更容易去做出自己并不怀疑之事。愿这样一个抱有此种倾向的人不要成为僭主,也不要成为民众的领袖,因为即便是民主政体也会被他变为僭主政体;愿他不要成为审判官,因为他无法就任何事做出公正决断;愿他不要成为船主,因为船只必将发生内讧;愿他不要统领军队,因为敌方必会得势;愿他不要在此种状态下研习哲学,因为他不会向着真理形成看法。然而尤夫拉特斯甚至剥夺了你们成为智者的资格;因为那些被他用谎言收买的人,既然因听从了一个劝信不可信之事的人而背离了智慧,又怎能自认为配得上智慧呢?” 泰斯佩西昂安抚他说:“关于尤夫拉特斯和气量狭隘的话题就此打住吧;因为我们亦可在你与他之间充当调解人,毕竟我们认为为智者调停亦是一件明智之事。”阿波罗尼奥斯说:“但对于你们,谁来让我与你们和解呢?因为遭谎言中伤的人,理当因这一谎言而彻底开战。”“就这样吧,”阿波罗尼奥斯又说,“让我们着手正题探讨吧,因为这能更好地让我们和解。”

§6.14

ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς καὶ μὴν σὲ ἔφη προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀποδημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε. ἐγὼ δὲ ἔφη ὁ Θεσπεσίων καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν. ὁ μὲν δὴ Ἀπολλώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμενος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δʼ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς ἱεροῖς γίγνονται.

奈罗斯渴望倾听此人的论述,说道:“确实理应由你开启深求,向我们详述你前往印度部族的远行,以及你们在彼处的严肃钻研——那些探究想必是围绕光辉之事展开的。”泰斯佩西昂说:“我也渴望听听关于弗拉奥特斯的智慧,因为据说你们甚至从印度带回了他言论的塑像。” 阿波罗尼奥斯便以巴比伦的经历为开端,详尽叙述了一切,众人专心致志地倾听,欣然沉浸在他的话语中。到了正午,他们中止了探讨,因为此时裸行哲学家们亦须参与宗教祭仪。

§6.15

δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφʼ αὐτὸν ὁ Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείως οἱ σοφοὶ ἔφη ξένια πέμπουσιν ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλʼ ἐμαυτὸν καλῶν. ἡδὺ εἶπεν ὁ Ἀπολλώνιος ἀπάγεις, ὦ νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φιλοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει. κατάκειμαι, ἔφη σιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με. ἔοικας εἶπεν εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν. δεινότατος μὲν οὖν, ἔφη ὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παραθέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλʼ ἢ7 ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν; ἐμπίπλασο, εἶπεν ἀφορμαὶ δʼ, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδίδου, τὰς δὲ ἐγὼ δώσω.

当阿波罗尼奥斯和随从们进餐时,奈罗斯带着蔬菜、面包和甜食前来,有些是他亲自携带,有些则由他人搬运。他极为和气地说道:“智者们把这些款待之物赠予你们和我;因为我也将与你们一同进餐,不是如俗语所说的不速之客,而是不请自来。”阿波罗尼奥斯说:“年轻人,你带来了一份令人愉悦的做客礼物:你自己和你自身的品格。你看起来是一个坦荡求索哲学之人,乐于接纳印度人和毕达哥拉斯的教诲。那么就躺在这儿一同进餐吧。”他说:“我已经躺下了,但你的食物恐怕不足以让我吃饱。”阿波罗尼奥斯说:“你看起来胃口极佳,很能吃。”奈罗斯说:“确实最能吃不过;因为当你摆出如此盛大而光辉的筵席,我尚未吃饱,稍隔片刻又回来补充食物,除了说我是个不知餍足、极度贪食之人以外,你还能说什么呢?”阿波罗尼奥斯说:“那就尽情吃吧;至于谈话的话题,有些由你提出,有些则由我提供。”

语法注7 条
  1. 6.13ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν

    ὑπὲρ ὧν 中的关系代词 ὧν 包含了先行词(相当于 ὑπὲρ τούτων ἅ),构成表示原因的介词短语(“因你所诽谤之事”)。分词 ἀχθομένοις 与与格代词 ἡμῖν 保持性数格一致,作状语修饰。

  2. 6.13τῷ μηδʼ ἀκηκοέναι πω

    带冠词的完成时不定式与格(τῷ + ἀκηκοέναι),作表示原因的与格,修饰前面的分词 ἐκπλαγείς(“因尚未听闻……”)。不定式结构中规范使用否定词 μή。

  3. 6.13ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν

    分词 ἀπάγων(“劝阻……远离”)同时支配两个并列的夺格/分离属格补足语:先是名词 χρημάτων,后是通过 καί 连接的带冠词现在时属格不定式 τοῦ μὴ ἐπαινεῖν。

  4. 6.13ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν

    动词 ἀξιόω 支配宾格(对象)与属格(价值)。在此处 αὐτήν(指代 ψευδολογίαν)为宾格,关系代词 ὧνπερ(省略了先行词 τούτων)为表示价值的属格,意为“赋予其与真理同等的估价”。

  5. 6.13Μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα

    由否定词 μή 引导的一连串表示愿望的祈愿语气(optative of wish:μὴ τυραννεύσειεν... μηδὲ προσταίη... μηδὲ δικάσειεν...)。形容词 ἕτοιμος 带内宾格中性复数代词 ταῦτα,表示“具有此种倾向的人”。

  6. 6.13χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους

    无人称动词 χρή 支配完成时被动态不定式 ἐκπεπολεμῶσθαι,其逻辑主语为阳性单数宾格分词 καταψευσθέντα。介词短语 ὑπὲρ τοῦ ψεύδους 表示争斗的原因或对象(“为了/由于这一谎言”)。

  7. 6.15τί φήσεις ἀλλʼ ἢ

    疑问代词 τί 与习语 ἀλλʼ ἤ(意为“除……之外”)结合,构成反问句式:“除了……之外你还能说什么呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.13-6.15