- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰斯佩西昂等人为阿波罗尼奥斯的雄辩所折服,年轻的奈罗斯热切求教印度的学问。在阿波罗尼奥斯与泰斯佩西昂借货物比喻论辩之后,奈罗斯请求上船听受教诲。
ἀναπνεῦσαι ὁ Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυθριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν ἐφʼ οἷς ἐρρωμένως τε καὶ ξὺν εὐροίᾳ διαλεγομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ᾧ ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμβαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιον σοὶ μὲν οὐδενὸς ἂν φάναι, βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν, Θεσπεσίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι1 τοὺς ἐκεῖθεν λόγους· ὅθεν ὁ Θεσπεσίων εἰ δὲ ἔμπορος εἶπεν ἢ ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπʼ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα; ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος παρειχόμην ἂν εἶπε τοῖς γε χρῄζουσιν, εἰ δʼ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς, ἣ μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλλους ἔπειθεν οὕτω φρονεῖν, ἆρʼ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν ἢ πεῖσμα, ἀλλʼ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία μετεωρίσαι ἂν2 τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπιτρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἢ ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν; ἀλλʼ ἐγὼ ἔφη ὁ Νεῖλος λαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆσαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν σοι τὴν ναῦν περίνεώς3 τε καὶ μνήμων τοῦ σοῦ φόρτου.
达米斯说,当他听见这些话时,自己才松了一口气;因为埃及人被阿波罗尼奥斯的言辞深深震撼,以至于泰斯佩西昂虽肤色黝黑,却也明显看得出脸红了,而其余众人因听见他如此雄辩有力且流畅自如地论述,面上亦显露出某种惊愕之色。据说,埃及人中最年轻的一位,名叫奈罗斯,甚至因惊叹而跳起身来,走到阿波罗尼奥斯跟前,握住他的手,央求他讲述与印度人交往的经过。阿波罗尼奥斯则说道: 对于你,既然如我所见你乐于倾听并欢迎一切智慧,我绝不会吝啬任何言论;但对于泰斯佩西昂以及任何认为印度人的事迹纯属无稽之谈的人,我绝不会向他们倾注来自彼处的言辞。泰斯佩西昂由此说道: “倘若你是一位商人或船主,从彼处为我们运来某种货物,难道你会因为此物来自印度,就认为理当未经检验便予以处置,既不提供品尝,亦不展示样品吗?” 阿波罗尼奥斯接过话来说道: “若有人需要,我本会提供;但如果当船只刚刚驶入港口之时,有人来到海边辱骂货物,诽谤它出自一个不产任何健全之物的土地,并斥责我航海所运载的并非正经货物,又说服其他人也作此想,难道你认为驶入这般港口的人还会抛下任何锚或系缆绳吗?难道他不更愿扬起风帆,将船驶入外海,把自己的命运托付给风浪,也胜过托付给缺乏判断力且不近人情的性情吗?” “但我,”奈罗斯说道,“要抓住缆绳,船主啊,我恳求你与我分享你所带来的货物;我愿作为随船乘客与你一同登船,并铭记你的载货。”
- 6.12μὴ ἂν ἐπαντλῆσαι
间接引语中带有 ἄν 的不定式,对应直接引语中带有 ἄν 的希求法(潜在)或直陈法过去时(反事实)。在表述类动词后的间接引语中,不定式通常搭配否定词 οὐ,此处使用 μή 则凸显了说话者断然拒绝与坚决的意志。
- 6.12ἆρʼ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν ἢ πεῖσμα, ἀλλʼ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία μετεωρίσαι ἂν
句首的 ἄν 与后文的 μετεωρίσαι ἄν 构成 ἄν 的重复(先行与再次确认)。主要动词 δοκεῖ 统摄两个对比的不定式 βαλέσθαι 与 μετεωρίσαι;在后者处再次出现 ἄν,明确了该潜在/假想结果节的语义:‘他难道会抛锚……还是毋宁把船驶向外海?’
- 6.12περίνεως
航海术语,作名词或形容词,意为“编外乘客”“乘员编制之外的随船人员”。奈罗斯顺承了阿波罗尼奥斯在上一句中所构建的船只与货物隐喻,将自己比作登上其哲理之船的编外旅伴。
