← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.42-5.43

寄宿阿马西斯灵魂的狮子与挑选弟子

阿波罗尼奥斯识破一头温顺的狮子寄宿着阿马西斯国王的灵魂并将其送往神庙供奉,随后借用奥林匹亚竞技会的宣告考验弟子,带领筛选后的少数门徒启程前往埃塞俄比亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.42

θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι·1 οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδʼ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος δεῖταί μου ἔφη ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν. ἐπεὶ δʼ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος δοκεῖ ἔφη πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν,2 καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπʼ αὐτῷ ᾅδοντες.

在埃及,发生在阿波罗尼奥斯身上的另一件事也同样令人惊叹。有人用皮带牵着一头驯服的狮子,宛如牵犬一般,而这头狮子不仅向牵它的人示好,亦对走近的任何人摇尾乞怜;它在诸城各处乞求布施,甚至因其自身洁净而得以出入神庙。因为它既不舔食牺牲的鲜血,亦不扑向那些正在剥皮切块的祭牲,而是以蜂蜜饼、面包、干果和熟肉为食,人们甚至能见到它饮酒而不改其温顺的本性。当它走向正坐在神庙中的阿波罗尼奥斯时,便将头紧挨着他的双膝低声呜咽,比对任何人都更为恳切地央求着。众人皆以为它是为了讨要赏钱,阿波罗尼奥斯却说道: “这头狮子正在请求我告诉你们,它体内寄居着何人的灵魂。它正是昔日塞斯诺姆一带的埃及国王阿马西斯。” 狮子听闻此言,发出一阵凄楚哀怨的咆哮,蜷缩伏地痛哭流涕,竟真的流下了眼泪。于是阿波罗尼奥斯抚摩着它说道: “我认为应将这头狮子送往莱翁托波利斯奉献给神庙;因为一位转世为百兽中最具王者之相的君王,我不认为他应当像人间的乞丐那般去乞讨糊口。” 于是祭司们聚集起来向阿马西斯献祭,用项圈与彩带将这头野兽装点一番,吹着笛子、奏着赞歌、为它吟唱着,将它护送往埃及内地。

§5.43

ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆσθαι δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐφράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐρρωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀποδημίας ἐνθένδε ἀρξάμενος· Ὀλυμπικῆς προρρήσεως ἔφη δέομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες· Ὀλυμπικὴ δὲ πρόρρησις ἡ τοιάδε εἴη ἄν· Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμερῶν τριάκοντα ἐν αὐτῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς ὁ μὲν Δελφός, ὅτε Πύθια, ὁ δὲ Κορίνθιος, ὅτε Ἴσθμια, ἴτε φασὶν ἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν, Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλητὰς ὧδε· εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμπίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴργασται, ἴτε θαρροῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται,3 χωρεῖτε οἷ βούλεσθε. ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δεξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ὁ ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάντων, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθʼ ὁπόσα τεμένη κατʼ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλʼ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ἡ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος, ἐῴκει θεωρίδι.

阿波罗尼奥斯对亚历山大里亚一带的事体已感完备,便准备前往埃及内地及埃塞俄比亚,去造访那里的裸体哲人派。至于梅尼普斯,因其已能从容参与辩论且善用直言,阿波罗尼奥斯便将他留在此地作为防备尤弗拉特斯的后援;他又见狄奥斯科里德斯身体不够强健以耐长途跋涉,便免去了他的旅程。随后他将余下的人召集起来——因为在阿里基亚附近离弃他的那些人之后,又有若干新人加入了他们——并就远行一事向他们讲了如下这番话: “诸位,我要求你们听取奥林匹亚式的宣告;而奥林匹亚式的宣告乃是如此:厄利斯人在奥林匹亚竞技会来临时,先在厄利斯本地将运动员操练三十日,并在召集他们之后,不同于德尔斐人在皮托竞技会或科林斯人在地峡竞技会上所言的‘步入赛场,展现你们足以夺冠的气魄吧’,厄利斯人在前往奥林匹亚之际,乃是对运动员们这般规诫道: ‘若你们的辛劳无愧于来到奥林匹亚,且未曾有过任何懈怠或卑劣之举,便满怀信心地前行吧;至于那些未曾这般刻苦磨砺之人,便随意去往你们想去之处吧。’” 弟子们领会了这番话的微言大义,约有二十人留在了梅尼普斯身边。其余的人,我想是十人,向神明祈祷,献上仿佛起航般的祭品,骑着骆驼以尼罗河在右侧的方向直奔金字塔而去。为了考察河畔的所有事物,他们在多处乘船横渡该河;因为对于遍及埃及的城邦、神庙或圣域,他们未曾默不作声地略过任何一处,而是始终相互传授并领受着神圣的奥义,阿波罗尼奥斯所登乘的船只,宛如一艘驶往神域的圣舟。

语法注3 条
  1. 5.42ὑπὸ τοῦ καθαρὸς εἶναι

    介词 ὑπό 与带冠词不定式结合以表示原因。不定式 εἶναι 的表语形容词 καθαρός 因与整句的主语(狮子)保持一致而作主格。

  2. 5.42βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν

    由 ἀξιῶ 所支配的带宾格不定式结构。短语 βασιλέα μεταβαλόντα 作为不定式 ἀγείρειν 的宾格主语。否定词 οὐκ 在语法上否定主动词 ἀξιῶ,表达了说话者认为国王去沿街乞讨是极为不妥的判断。

  3. 5.43εἰ πεπόνηται ὑμῖν ἐπαξίως ... οἷς δὲ μὴ ὧδε ἤσκηται

    完成时被动语态第三人称单数的无人称结构(πεπόνηται 与 ἤσκηται)结合施事与格(ὑμῖν 以及关系代词 οἷς)。两句形成鲜明的对比:“若你们已付出了合宜的劳苦……而对于那些未曾这般磨砺之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.42-5.43