- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.8-5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
快信宣告尼禄在奥林匹亚获胜,加代拉附近的野蛮居民引起荒唐误会,希斯波拉人更被一名悲剧演员吓得逃窜;随后贝提卡总督密访阿波罗尼奥斯,后者促成其与温德克斯起兵推翻尼禄的同盟。
ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾅδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδʼ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφʼ ὅτῳ θύουσιν, ἀλλʼ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἠγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.
此后,一名快马信使抵达加代拉,命令人们献祭谢神,歌唱尼禄三次夺得奥林匹亚胜利。加代拉人明白这胜利的含义,也知道阿卡迪亚有一项著名的竞赛,因为正如我所说,他们热心于希腊人的风俗。然而邻近加代拉的诸城镇既不知奥林匹亚是什么,也不懂竞技或比试为何物,更不知为何要献祭;他们陷入了荒唐的臆想,以为这是一场战争的胜利,以为尼禄俘获了一批名叫“奥林匹亚人”的俘虏——因为他们此前从未见过悲剧或齐特拉琴独唱。
τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν διʼ αὐτὸ τὸ ἥκειν παρʼ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτʼ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρβάρων καὶ οὕτως ἀρχαῖα.
无论如何,达米斯记述道,同为贝提卡行省之城镇的希斯波拉的居民,在面对一名悲剧演员时经历了一件连我也值得提及的奇事:当各城因频传的胜利而频繁献祭时——因为皮托竞赛的捷报也已传来——一名不配与尼禄同台竞技的悲剧演员在巡游西方诸城沿街乞讨;他凭借这门技艺在不太野蛮的人群中颇受欢迎,首先是因为他来到了那些从未听过悲剧的人们中间,其次是因为他声称自己能精确重现尼禄的曲调。然而当他来到希斯波拉时,即便在戏台上静默不语之时,也令众人感到畏惧;人们见他步伐迈得极大,巨口张得如此之阔,脚踩如此高耸的厚底靴,周身穿着骇人的衣物,见其形貌无不胆战心惊。待到他拔高嗓门发出震耳欲聋的高呼时,多数人抱头鼠窜,仿佛被恶灵厉声震吓。此地异族人的风气便是如此,且如此古朴落后。
σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο· ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν ὁ Ἀπολλώνιος, ἵνʼ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, ὁ δὲ ἔρρωσο ἔφη καὶ μέμνησο τοῦ Βίνδικος. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾅδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς,1 ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατʼ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε.2 ταῦτʼ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.3
当贝提卡行省的总督极力谋求与阿波罗尼奥斯会面时,阿波罗尼奥斯推辞说自己的谈话对不行哲学之人而言索然无味,但总督仍执意请求。得知总督为人正直且厌恶尼禄的荒唐闹剧后,阿波罗尼奥斯修书一封,请他前往加代拉;总督于是屏去官职的排场威仪,仅带少数几位心腹随从来见。两人相互致意并屏退在场众人之后,究竟交谈了什么,无人得知;但达米斯推测,他们达成了反对尼禄的同盟。因为在私下密谈了三天之后,总督拥抱阿波罗尼奥斯告别,阿波罗尼奥斯说道:“保重,勿忘温德克斯。”这是何意呢?据传在尼禄于阿开亚高歌之际策动西方诸部族叛乱的温德克斯,正是一个足以斩断尼禄拙劣拨弄的琴弦之人。因为他曾向自己统辖的军团发表声讨尼禄的演讲,那是出于至高纯正之哲学、针对僭主所能发出之激昂言辞:他说尼禄什么都算得上,唯独算不上齐特拉琴弹奏者,而比起君王来他更只是个琴手;他指责尼禄疯狂、贪婪、残虐和种种放纵,却唯独没有指责他最残虐的行径——因为他说尼禄杀害生母是合乎正义的,因为她生下了这样一个孽障。因此,阿波罗尼奥斯预知这些事将会发生,便将这位毗邻的总督引荐给温德克斯联手,其举动几乎等同于为了罗马而亲自披甲执锐。
- 5.10ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς
οἷος 搭配不定式 ἐκτεμεῖν 构成表性质或能力的常见结构(相当于 οἷός τε 或 'such as to'),意为“足以割断……的人”。此处以生动的隐喻描写温德克斯具有斩断尼禄拙劣拨弄之琴弦的气魄与能力。
- 5.10τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε.
此处承接前文 διῆλθεν 与 ἔφη 引导的间接引语,不定式 προφέρειν 和 ἀπεκτονέναι 的逻辑主语分别为温德克斯与尼禄。该句运用间接陈述的不定式结构,辛辣而反讽地指出:弑母这一尼禄最残虐的行径反而不予指责,因为母亲生下如此怪物本就死有余辜。
- 5.10ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος
动词 ξυνέταττε 带与格 τῷ Βίνδικι 与宾格 ὅμορον ἄρχοντα,意为“使邻近的总督与温德克斯联手”。末尾的分词短语 μονονουχὶ ὅπλα ... τιθέμενος 作阿波罗尼奥斯的主语修饰语,以夸张生动的修辞强调他在幕后撮合反叛之举几乎等同于亲自为罗马披甲执戈。
