- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯与梅尼普斯及达米斯探讨了尼禄推迟并参与奥林匹亚赛会、其荒诞的表演给希腊人带来的灾难,以及注定半途而废的地峡开凿工程。
διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παραπεσόντων ὁ Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε· καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας ὁ Μένιππος, ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνος τί ἔφη τὸν γενναῖον ἡγώμεθα; τίνας ἔφη ἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις; ὁ δὲ Ἀπολλώνιος ὡς μὲν ἐγὼ ἔφη Τελεσίνου ἤκουον, δέδιεν ὁ χρηστὸς Νέρων τὰς Ἠλείων μάστιγας· παρακελευομένων γὰρ αὐτῷ τῶν κολάκων νικᾶν τὰ Ὀλύμπια καὶ ἀνακηρύττειν τὴν Ῥώμην ἤν γε ἔφη μὴ βασκήνωσιν Ἠλεῖοι, λέγονται γὰρ μαστιγοῦν καὶ φρονεῖν ὑπὲρ ἐμέ, πολλὰ δὲ καὶ ἄλλα ἀνοητότερα τούτων προανεφώνησεν. ἐγὼ δὲ νικήσειν μὲν Νέρωνα ἐν Ὀλυμπίᾳ φημί, τίς γὰρ οὕτω θρασύς, ὡς ἐναντίαν θέσθαι; Ὀλύμπια δὲ οὐ νικήσειν, ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι·1 πατρίου μὲν γὰρ τοῖς Ὀλυμπίοις τοῦ πέρυσιν ἐνιαυτοῦ ὄντος ἐκέλευσε τοὺς Ἠλείους Νέρων ἀναβαλέσθαι αὐτὰ ἐς τὴν ἑαυτοῦ ἐπιδημίαν, ὡς ἐκείνῳ μᾶλλον ἢ τῷ Διὶ θύσοντας· τραγῳδίαν δʼ ἐπαγγεῖλαι καὶ κιθαρῳδίαν ἀνδράσιν, οἷς μήτε θέατρόν ἐστι μήτε σκηνὴ πρὸς τὰ τοιαῦτα, στάδιον δὲ αὐτοφυὲς καὶ γυμνὰ πάντα, τὸν δὲ νικᾶν, ἃ χρὴ ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις;2 καὶ τὰ μὲν Κρέοντός τε καὶ Οἰδίποδος οὕτως ἐξακριβοῦν, ὡς δεδιέναι, μή πη λάθῃ ἁμαρτὼν θύρας ἢ στολῆς ἢ σκήπτρου, ἑαυτοῦ δὲ καὶ Ῥωμαίων οὕτως ἐκπίπτειν, ὡς ἀντὶ τοῦ νομοθετεῖν νόμους ᾅδειν καὶ ἀγείρειν ἔξω θυρῶν, ὧν ἔσω χρὴ καθῆσθαι τὸν βασιλέα χρηματίζοντα ὑπὲρ γῆς καὶ θαλάττης; εἰσίν, ὦ Μένιππε, τραγῳδοὶ πλείους, ἐς οὓς Νέρων ἑαυτὸν γράφει· τί οὖν; εἴ τις αὐτῶν μετὰ τὸν Οἰνόμαον ἢ τὸν Κρεσφόντην ἀπελθὼν τοῦ θεάτρου μεστὸς οὕτω τοῦ προσωπείου γένοιτο, ὡς ἄρχειν μὲν ἑτέρων βούλεσθαι, τύραννον δὲ αὑτὸν ἡγεῖσθαι, τί καὶ φήσεις τοῦτον; ἆρʼ οὐκ ἐλλεβόρου δεῖσθαι καὶ φαρμακοποσίας, ὁπόση τοὺς νοῦς ἐκκαθαίρει; εἰ δʼ αὐτὸς ὁ τυραννεύων ἐς τραγῳδοὺς καὶ τεχνίτας τὰ πράγματα ἑαυτοῦ ἄγοι λεαίνων τὴν φωνὴν καὶ δεδιὼς τὸν Ἠλεῖον ἢ τὸν Δελφόν, ἢ μὴ δεδιὼς μέν, κακῶς δὲ οὕτως ὑποκρινόμενος τὴν ἑαυτοῦ τέχνην, ὡς μὴ μαστιγώσεσθαι νομίζειν πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται,3 τί τοὺς κακοδαίμονας ἀνθρώπους ἐρεῖς ὑπὸ τοιούτῳ καθάρματι ζῶντας; τοῖς δὲ Ἕλλησι τίνα ἡγῇ, ὦ Μένιππε; πότερα Ξέρξην καταπιμπράντα ἢ Νέρωνα ᾅδοντα; εἰ γὰρ ἐνθυμηθείης τὴν ἀγοράν, ἣν ἐς τὰς ἐκείνου ᾠδὰς ξυμφέρουσι, καὶ ὡς ἐξωθοῦνται τῶν οἰκιῶν καὶ ὡς οὐκ ἔξεστι σπουδαῖον οὐδὲν ἢ σκεῦος ἢ ἀνδράποδον αὐτοῖς πεπᾶσθαι, περὶ γυναίοις τε καὶ παισὶν ὡς δεινὰ πείσονται τὰς ἐπιρρήτους ἡδονὰς ἐξ ἁπάσης οἰκίας ἐκλέγοντος τοῦ Νέρωνος, δίκαι τε ὡς πολλαὶ ἀναφύσονται καὶ τὰς μὲν ἄλλας ἔα, τὰς δὲ ἐπὶ τοῖς θεάτροις καὶ ταῖς ᾠδαῖς· οὐκ ἦλθες ἀκροασόμενος Νέρωνος ἢ παρῆσθα μέν, ῥᾳθύμως δὲ ἠκροῶ ἐγέλας οὐκ ἐκρότησας οὐκ ἔθυσας ὑπὲρ τῆς φωνῆς, ἵνα Πυθῶδε λαμπροτέρα ἔλθοι, πολλαί σοι δόξουσι θεατῶν Ἰλιάδες περὶ τοὺς Ἕλληνας εἶναι. τὸ γὰρ τετμήσεσθαι τὸν Ἰσθμὸν ἢ οὐ τετμήσεσθαι, τέμνεται δέ, ὥς φασι, νῦν, πάλαι προὔμαθον θεοῦ φήναντος. ὑπολαβὼν οὖν ὁ Δάμις, ἀλλʼ ἔμοιγε, ἔφη ὦ Ἀπολλώνιε, τὸ περὶ τὴν τομὴν ἔργον ὑπερφωνεῖν δοκεῖ τὰ Νέρωνος πάντα, ἡ γὰρ διάνοια ὁρᾷς, ὡς μεγάλη. δοκεῖ μὲν ἔφη κἀμοί, ὦ Δάμι, τὸ δὲ ἀτελὲς αὐτῆς διαβάλλει αὐτόν, ὡς ἀτελῆ μὲν ᾅδοντα, ἀτελῆ δὲ ὀρύττοντα. τά τοι Ξέρξου ἀναλεγόμενος ἐπαινῶ τὸν ἄνδρα, οὐχ ὅτι τὸν Ἑλλήσποντον ἔζευξεν, ἀλλʼ ὅτι διέβη αὐτόν, Νέρωνα δὲ οὔτε πλευσούμενον διὰ τοῦ Ἰσθμοῦ ὁρῶ οὔτε ἐς τέρμα τῆς ὀρυχῆς ἥξοντα, δοκεῖ δέ μοι καὶ φόβου μεστὸς ἀναχωρῆσαι τῆς Ἑλλάδος, εἰ μὴ ἡ ἀλήθεια ἀπόλωλεν.
达米斯说,阿波罗尼奥斯就当地偶发的事情进行了多次讨论,但值得记述的有以下这些。有一次,当他们坐在赫拉克勒斯神庙一带时,梅尼普斯大笑起来,原来是他想到了尼禄:“我们该如何看待那位尊贵之士呢?”他说道,“我们当认为他在哪些竞赛中获得了桂冠?最优秀的希腊人难道不是带着通体大笑前往参加节庆集会吗?” 阿波罗尼奥斯说:“依我从忒勒西努斯那里所听到的,那位可敬的尼禄害怕伊利斯人的鞭子。因为当谄媚者们力劝他在奥林匹亚获胜并为罗马宣名时,他说:‘只要伊利斯人不怀嫉妒,因为据说他们动辄施鞭,自以为高出我一等’——他还提前说出了许多比这更愚蠢的言语。但我说,尼禄在奥林匹亚固然会获胜,因为谁能如此大胆去投反对票呢?但他赢得的绝非奥林匹克竞技,因为他们甚至不是在正当的时节举行。奥林匹克节期的祖传之年原本是去年,尼禄却命令伊利斯人将其推迟到他自己出巡来访之时,仿佛他们是要向他而非向宙斯献祭。而对于一个人向那些既无剧场又无用于此类演出的舞台、只有天然运动场且万事赤膊袒胸的人宣布悲剧与齐特拉琴弹唱,对于获胜于本应蒙面遮羞之事、脱去奥古斯都与尤利乌斯的装束而如今换上阿摩伊贝乌斯与特尔普诺斯的衣裳的人,你又会说什么呢?对于如此拘泥于克瑞翁和俄狄浦斯的角色、以致唯恐自己在门户、长袍或权杖上稍有差错,却又如此彻底脱离自身与罗马人的职分、以致不去制定法律反去吟唱歌调、在身为君王本该端坐裁决天下陆海事务的门外行乞的人,你又会说什么呢?梅尼普斯啊,尼禄将自己列入其中的悲剧演员还有很多。那又如何?若他们中有人演完俄诺玛俄斯或克勒斯丰忒斯走下戏台后,沉溺于面具之中,竟想要统领他人、自视为僭主,你又会怎样评说这样的人?难道不会说他需要嚏根草和足以荡涤心智的药物治疗吗?然而,若统治者本人将自己的国政降格为悲剧演员与伶人的勾当,矫饰其嗓音,畏惧伊利斯人或德尔斐人——即便不畏惧,却把自己的技艺表演得如此拙劣,自以为不会受到那些受他统辖之人的鞭挞——那么对于生活在此等败类之下的苦难生民,你又能说什么呢?梅尼普斯啊,对于希腊人来说,你认为哪一种更甚?是焚烧一切的薛西斯,还是纵声高歌的尼禄?因为你若想一想他们为了他的歌声所必须凑集的物资,他们如何被逐出家门,如何不得拥有任何珍贵的器皿或奴隶,由于尼禄从每个家庭中挑选令人齿冷的享乐之物而使他们在妇孺身上遭受怎样可怕的摧残,以及将会滋生出多少讼案——且不说别的,单是围绕剧场与歌唱的讼案:‘你没有来听尼禄’,或者‘你虽然在场却心不在焉’,‘你笑了’,‘你没有鼓掌’,‘你没有为了他的嗓音献祭祈求使其更嘹亮地传至皮托’——你就会觉得希腊人身边环绕着许多观剧者的〔灾厄〕伊利亚特。至于地峡是否会被凿通——据说眼下正被开凿——我早已蒙神明启示而预知了。” 达米斯于是插话道:“可是阿波罗尼奥斯,在我看来,开凿地峡的壮举胜过了尼禄的一切所为,因为你看,这构想是何等宏伟。” “达米斯,在我看来也是如此,”阿波罗尼奥斯说,“但他半途而废的举动彻底暴露了他,表明他唱歌有始无终,挖掘也半途而废。回顾薛西斯的功绩,我称赞此人,不是因为他为赫勒斯滂架桥,而是因为他走过了那座桥;但我看尼禄既不会乘船穿过地峡,也不会抵达开凿的终点;在我看来,除非真理泯灭,否则他必将满怀恐惧逃离希腊。”
- 5.7ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι
表原因的连词 ἅτε 后接现在主动分词与格复数 ἄγουσι(与语境中暗指的伊利斯人 Ἠλείοις 一致)。此处的 ἄγουσι 并非直陈式第三人称复数,而是分词结构,意为“因为他们(伊利斯人)甚至不是在适宜的时节举行”。
- 5.7τὸν δὲ νικᾶν, ἃ χρὴ ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις;
句末的疑问句 τί φήσεις(“你将说什么?”)支配前面的“宾格加不定式”结构 τὸν δὲ νικᾶν... μεταμφιέννυσθαι。冠词 τὸν 指代尼禄,作为不定式 νικᾶν 和 μεταμφιέννυσθαι 的主语/对象,整个长句意为“对于这个在理当遮羞之事上获胜、脱下帝王服饰换上伶人衣装的人,你又会说什么呢?”
- 5.7ὡς μὴ μαστιγώσεσθαι νομίζειν πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται
表结果的 ὡς(相当于 ὥστε)接不定式 νομίζειν,后者进一步支配将来被动不定式 μαστιγώσεσθαι。关系代词 ὧν 指代先行词 τούτων,并采用动词 ἄρχειν(“统治”)所支配的属格。
