- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.11-5.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在西方动乱之际,阿波罗尼奥斯一行前往西西里,听闻了尼禄出逃及诸方角逐帝位的消息。作者辨明其先知源于神明启示而非妖术,阿波罗尼奥斯预言了三位短命皇帝的更迭,并将叙拉古降生的三头奇婴解析为其速亡的征兆。
φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀδρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται1 τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, πολλῶν εἶπε Θηβαίων.2 τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.
当西方事务陷入动乱之际,他们从那里转道前往利比亚和第勒尼安人之地,部分路程徒步而行,部分路程乘船渡过,最终在利利巴厄姆所在的西西里靠岸。他们沿岸航行至墨西拿及那道海峡——即第勒尼安海与亚得里亚海交汇、酿成凶险的卡律布狄斯旋涡之处——据说他们听闻尼禄业已潜逃,温德克斯已经阵亡,而有的人在罗马本土,有的人则在各个行省的偶得之地夺取帝位。当同行者们询问他这些事端将走向何方、此后统治权将归属于谁时,他回答道:“许多底比斯人的。” 因为他将维特里乌斯、加尔巴和奥托短暂行使的权柄,比作了在极短时期内登上希腊事务领导地位的底比斯人。
ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δʼ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δʼ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλʼ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθʼ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτʼ ἐδεήθη μαθεῖν, ἀλλʼ ἐπῄνει μέν, ζηλοῦν δʼ οὐκ ἠξίου.
他凭借神明的灵动预知此类事端,以及将他视作妖术士之流的观点站不住脚,这一点从已述之事中便已显明;但让我们也来考量下述事实:妖术士们——我认为他们是人群中最不幸之辈——有的求助于折磨亡魂幻影,有的求助于蛮族祭祀,有的则诉诸念咒或敷抹药膏,声称能改变命中注定之事,且其中许多人在受到指控受审时,也承认自己精通此类勾当。然而他却顺应命运女神所定之事,预告其必然发生,且并非通过妖术、而是凭借诸神所示的征象预知未来。他在印度人那里见到三脚鼎、斟酒人以及我所提及的一切自动走动之物时,既未探究他们是如何巧妙构思的,也不求习得其法;他固然对此表示赞赏,却不认为值得加以模仿。
ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπʼ αὐταῖς ἑνὸς πάντα.3 οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν — ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου — οἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος ἴθι, ἔφη ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγαγὼν τοὺς ἑταίρους τρεῖς ἔφη Ῥωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλʼ οἱ μὲν ἐπʼ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τραγῳδῶν τύραννοι. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπʼ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλʼ ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.
当他们抵达叙拉古时,一位名门妇女产下了一个前所未见的怪胎:该婴儿长有三个头颅,各自生于单独的颈部,但颈项之下的所有部分全属一体。粗浅解说之人宣称,西西里由于具有三隅之地,若不能齐心协力休戚与共便将灭亡——当时该岛许多城邦对内自相纷争,彼此间也兵戈相向,岛内全无井然秩序——;另一些人则称,拥有诸多头颅的堤丰正以动乱威胁着西西里;阿波罗尼奥斯却说:“去吧,达米斯,看清楚它是否真是这般结构。” 原来那畸胎已被公开示众,以供通晓解析异象之人查验。达米斯回报称这确是三头男婴,他便召集同行者说道:“三位罗马皇帝——即我日前称作底比斯人的那些人——无人能善终其统治;相反,有的在罗马本土、另一人在邻近罗马之地掌握大权后,皆将败亡,其摘下假面之迅速甚于悲剧中的僭主角色。” 此言随即得到了印证:因为加尔巴虽攫取政权,却死于罗马本土;维特里乌斯也空怀统治之梦而亡;奥托死于西方高卢人地区,甚至未获像样的陵墓,只如一介平民般下葬;而命运在短短一年之内便飞速翻过了这几幕。
- 5.11ὁ Τυρρηνὸς Ἀδρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται
尽管语法主语及其分词在形式上为单数(ὁ Τυρρηνὸς ... ξυμβάλλων),但谓语动词却使用了复数(ἐργάζονται)。这是根据句意达意的一致法(constructio ad sensum),即第勒尼安海与亚得里亚海汇流交汇,被视为两个主体共同造成了凶险的卡律布狄斯旋涡。
- 5.11πολλῶν εἶπε Θηβαίων
此句承接前文的间接疑问句 ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο(“此后的统治权将归属于谁”),采用表领属的属格,省略了谓语动词短语(ἔσεσθαι τὴν ἀρχήν),意为“[统治权将属于]许多底比斯人”。此处运用了历史隐喻,将各短命统治者比作在留克特拉之战后仅短暂掌握希腊霸权的底比斯人。
- 5.13τὰ δὲ ἐπʼ αὐταῖς ἑνὸς πάντα
与前文“每个头各有其单独颈部”相对,介词短语 ἐπʼ αὐταῖς(“在它们之后/之下”)与 πάντα 构成名词化主语(τὰ δὲ ἐπʼ αὐταῖς ... πάντα),谓语部分为表领属的属格 ἑνός(“属于一个[身躯]”),系动词 ἦν 省略,意为“而在它们之下的所有部分全属一体”。
